Quellenforschung

Eunapius Sardianus
Vitae Sophistarum

Wright, W. C. F. (Ed.). (1922). Lives of the sophists (No. 134). W. Heinemann.


Ξενοφῶν ὁ φιλόσοφος, ἀνὴρ μόνος ἐξ ἄπάντων
φιλοσόφων ἐν λόγοις τε καὶ ἔργοις φιλοσοφίαν
κοσμήσας (τὰ μέν, ἐν λόγοις, ἔστι τε καὶ ἐν
γράμμασι, τὴν ἠθικὴν ἀρετὴν γράφει, τὰ δέ, ἐν
πράξεσί τε ἦν ἄριστος, ἀλλὰ καὶ ἐγέννα στρατηγοὺς
τοῖς ὑποδείγμασιν·ὁ γοῦν μέγας Ἀλέξανδρος οὐκ
ἂν ἐγένετο μέγας, εἰ μὴ Ξενοφῶν, καὶ τὰ πάρ-
εργά φησι δεῖν τῶν σπουδαίων ἀνδρῶν ἀναγρά-
φειν. ἐμοὶ δὲ οὐκ εἰς τὰ πάρεργα τῶν σπουδαίων
ὁ λόγος φέρει τὴν γραφήν, ἀλλʼ εἰς τὰ ἔργα. εἰ
γὰρ τὸ παίγνιον τῆς ἀρετῆς ἄξιον λόγου, ἀσεβοῖτο
ἂν πάντως τὸ σπουδαζόμενον σιωπώμενον. δια-
λεχθήσεται δὲ ὁ λόγος τοῖς ἐντυγχάνειν βουλο-
μένοις, οὔτε περὶ πάντων ἀσφαλῶς (οὐ γὰρ πάντα
ἀκριβῶς ἦν ἀναλέγεσθαι), οὔτε ἀποκρίνων ἀλλήλων
φιλοσόφους ἀρίστους καὶ ῥήτορας, ἀλλὰ παρα-

τιθεὶς ἑκάστῳ τὸ ἐπιτήδευμα. ὅτι ἄριστος ἦν εἰς
ἄκρον ὁ γραφόμενος ὑπὸ τοῦ λόγου, τῷ βουλομένῳ
ταῦτα δικάζειν ἐκ τῶν ὑποκειμένων σημείων
καταλιμπάνει (βούλεται μὲν γάρ) ὁ ταῦτα γράφων.
καὶ ὑπομνήμασιν ἀκριβέσιν ἐντετύχηκε, διʼ ὧν, ἢ
διαμαρτάνων τῆς ἀληθείας, ἐφʼ ἑτέρους ἀναφέροι
τὸ ἁμάρτημα, ὥσπερ ἀγαθός τις μαθητὴς κακῶν
τετυχηκὼς διδασκάλων, ἢ κατηγοριῶν ἀλήθειαν
ἔχοι καὶ τοὺς ἡγουμένους ἀξίους θαύματος, καὶ
τό γε ἴδιον ἔργον αὐτοῦ καθαρὸν εἴη καὶ άμώμητον, ἀκολουθήσαντος οἷς ἀκολουθεῖν προσῆκεν. ἐπεὶ,
δὲ ὀλίγοι τε ἢ παντελῶς ἐλάχιστοί τινες ἦσαν οἱ
περὶ τούτων γράφοντες, ἵνα τοῦτο εἴπῃ τις μόνον,
οὔτε τὰ ὑπὸ τῶν πρότερον γραφέντα λήσεται τοὺς
ἐντυγχάνοντας, οὔτε τὰ ἐξ ἀκοῆς ἐς τόνδε καθή-
κοντα τὸν χρόνον, ἀλλʼ ἀμφοτέροις ἀποδοθήσεται τὸ
πρέπον, τῶν μὲν γεγραμμένων τῷ κινηθῆναι μηδέν,
τὰ δὲ ἐκ τῆς ἀκοῆς ὑπὸ τοῦ χρόνου κατασειόμενα
καὶ μεταβάλλοντα διαπῆξαι καὶ στηρίξαι τῇ γραφῇ
πρὸς τὸ στάσιμον καὶ μονιμώτερον.
Σ Ν ΦΛΣΦ ΣΡ ΛΞ
ὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φιλοσόφων
ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο.
ἀλλʼ ὁ μὲν Πορφύριος (οὕτω συμβάν) εἰς Πλάτωνα

ἐτελεύτα καὶ τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ
καὶ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύριος ἦν
νεώτερος. τῆς δὲ ἐν τῷ μέσῳ φορᾶς φιλοσόφων
τε ἀνδρῶν καὶ σοφιστῶν ἀδιηγήτου γενομένης
κατὰ τὸ μέγεθος καὶ τὸ ποικίλον τῆς ἀρετῆς,
Φιλόστρατος μὲν ὁ Λήμνιος τοὺς τῶν ἀρίστων
σοφιστῶν ἐξ ἐπιδρομῆς μετὰ χάριτος παρέπτυσε
βίους, φιοσόφων δὲ οὐδεὶς ἀκριβῶς ἀνέγραψεν·
ἐν οἷς Ἀμμώνιός τε ἦν ὁ ἐξ ἰγύπτου, Πλουτάρχου
τοῦ θειοτάτου γεγονὼς διδάσκαλος, Πλούταρχός
τε αὐτός, ἡ φιλοσοφίας ἁπάσης ἀφροδίτη καὶ
λύρα, ὐφράτης τε ὁ ἐξ ἰγύπτου, καὶ Δίων ὁ ἐκ
Βιθυνίας ὅν ἐπεκάλουν Χρυσόστομον, Ἀπολλώνιός
τε ὁ ἐκ υάνων, οὐκέτι φιλόσοφος· ἀλλʼ ἦν τι
θεῶν τε καὶ ἀνθρώπου μέσον. τὴν γὰρ Πυθαγόρειον
φιλοσοφίαν ζηλώσας, πολὺ τὸ θειότερον καὶ
ἐνεργὸν κατʼ αὐτὴν ἐπεδείξατο. ἀλλὰ τὸ μὲν ἐς
τοῦτον ὁ Λήμνιος ἐπετέλεσε Φιλόστρατος, βίον
ἐπιγράψας Ἀπολλωνίου τὰ βιβλία, δέον Ἐπιδη-
μίαν ἐς ἀνθρώπους θεοῦ καλεῖν. Καρνεάδης δὲ
ἦν κατὰ τούτους τοὺς χρόνους, καὶ τῶν κατὰ
κυνισμὸν οὐκ ἀφανής, εἴ τινα καὶ κυνισμοῦ χρὴ
λόγον ποιεῖσθαι, παρʼ οἷς ἦν Μουσώνιος, καὶ
Δημήτριος καὶ Μένιππος, καὶ ἕτεροί γέ τινες
πλείους· οὗτοι δὲ ἦσαν ἐπιφανέστεροι. τούτων
δὲ σαφεῖς μὲν καὶ ἀκριβεῖς οὐκ ἦν ἀνευρεῖν τοὺς
βίους, ἅτε μηδενὸς συγγεγραφότος, ὅσα γε ἡμᾶς
εἰδέναι· ἱκανοὶ δὲ αὐτῶν ἦσάν τε καί εἰσι βίοι τὰ

γράμματα, τοσαύτης ἀνάμεστα παιδείας καὶ
θεωρίας ἔς τε ἠθικὴν ἀρετὴν καὶ ὅση πρὸς τὴν
τῶν ὄντων διῄρατο καὶ ἀνέβλεψε φύσιν, τὴν
ἄγνοιαν τῶν δυναμένων ἀκολουθεῖν, ὡς ἀχλύν τινα,
σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος
τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδι-
εσπαρμένως καὶ τὸν τοῦ διδασκάλου, καὶ ὅτι γε
Ἀμμώνιος Ἀθήνῃσιν ἐτελεύτα, οὐ βἰον προσ-
ειπών. καίτοι γε τὸ κάλλιστον αὐτοῦ τῶν συγγραμ-
μάτων εἰσὶν οἱ καλούμενοι παράλληλοι βίοι τῶν
ἀρίστων κατὰ ἔργα καὶ πράξεις ἀνδρῶν· ἀλλὰ
τὸν ἴδιον καὶ τὸν τοῦ διδασκάλου καθʼ ἕκαστον τῶν
βιβλίων ἐγκατέσπειρεν, ὥστε, εἴ τις ὀξυδορκοίη
περὶ ταῦτα, καὶ ἀνιχνεύοι κατὰ τὸ προσπίπτον
καὶ φαινόμενον, καὶ σωφρόνως τὰ κατὰ μέρος
ἀναλέγοιτο, δύνασθαι τὰ πλεῖστα τῶν βεβιωμένων
αὐτοῖς εἰδέναι. Λουκιανὸς δὲ ὁ ἐκ Σαμοσάτων,
ἀνὴρ σπουδαῖος ἐς τὸ γελασθῆναι, Δημώνακτος
φιλοσόφου κατʼ ἐκείνους τοὺς χρόνους βίον ἀνέγρα-
ψεν, ἐν ἐκείνῳ τε τῷ βιβλίῳ καὶ ἄλλοις ἐλαχίστοις
διʼ ὅλου σπουδάσας.
Καὶ ταῦτά γε εἰς μνήμην ἐγὼ τίθεμαι, τοῦτο
συνορῶν, ὅτι τὰ μὲν ἔλαθεν ἴσως ἡμᾶς, τὰ δὲ οὐκ
ἔλαθεν. ἐκείνου δὲ καίπερ πολλὴν ποιούμενος
φροντίδα καὶ σπουδήν, τοῦ συνεχῆ καὶ περι-
γεγραμμένην εἰς ἀκρίβειαν ἱστορίαν τινὰ λαβεῖν
τοῦ φιλοσόφου καὶ ῥητορικοῦ βίου τῶν ἀρίστων
ἀνδρῶν, εἶτα οὐ τυγχάνων τῆς ἐπιθυμίας, ταὐτόν
τι τοῖς ἐρῶσιν ἐμμανῶς καὶ περιφλέκτως ἔπαθον.
καὶ γὰρ ἐκεῖνοι, τὴν μὲν ἐρωμένην αὐτὴν ὁρῶντες
καὶ τὸ περίψυκτον ἐν τῷ φαινομένῳ κάλλος, κάτω

νεύουσιν, ὃ ζητοῦσιν ἰδεῖν ἐξασθενοῦντες, καὶ
περιλαμπόμενοι· ἐὰν δὲ πέδιλον αὐτῆς ἢ πλόκιον
ἢ ἐλλόβιον ἴδωσιν, ἐκείνοις καταθαρροῦντες, τὴν
ψυχήν τε τῇ ὄψει προσαφιᾶσι καὶ κατατήκονται
πρὸς τῷ θεάματι, τὰ σύμβολα τοῦ κάλλους μᾶλλον
ἢ τὸ κάλλος ὁρᾷν ἀνεχόμενοι καὶ στέργοντες. κάγὼ
πρὸς ταύτην ἐξώρμησα τὴν γραφήν, ὅσα ἢ κατὰ
ἀκοήν, ἢ κατὰ ἀνάγνωσιν, ἢ κατὰ ἱστορίαν τῶν
κατʼ ἐμαυτὸν ἀνθρώπων μὴ παρελθεῖν αιωπῇ καὶ
βασκάνως, ἀλλʼ, εἰς ὅσον οἷόν τε ἦν ἀληθείας
πρόθυρα καὶ πύλας προσκυνήσαντα, παραδοῦναι
τοῖς μετὰ ταῦτα ἢ βουλομένοις ἀκούειν ἢ δυνα-
μένοις ἀκολουθεῖν πρὸς τὸ κάλλιστον. ἔσχε μὲν
οὖν διακοπήν τινα καὶ ῥῆξιν ὁ χρόνος διὰ τὰς
κοινὰς συμφοράς· τρίτη δὲ ἀνδρῶν ἐγένετο φορὰ
(ἡ μὲν γὰρ δευτέρα μετὰ τὴν Πλάτωνος πᾶσιν
ἐμφανὴς ἀνακεκήρυκται) κατὰ τοὺς Κλαυδίου καὶ
έρωνος· τοὺς γὰρ ἀθλίους καὶ ἐνιαυσίους οὐ χρὴ
γράφειν (οὗτοι δʼ ἦσαν οἱ περὶ Γάλβαν, ιτέλλιον,
Ὄθωνα· ὐεσπασιανὸς δὲ ὁ ἐπὶ τούτοις καὶ
ίτος καὶ ὅσοι μετὰ τούτους ἦρξαν), ἵνα μὴ τοῦτο
σπουδάζειν δόξωμεν· πλὴν ἐπιτρέχοντί γε καὶ
συνελόντι εἰπεῖν, τὸ τῶν ἀρίστων φιλοσόφων
γένος καὶ εἰς Σεβῆρον διέτεινεν. ἀλλὰ εὐτυχές
γε ὑπάρχει τοῖς βασιλεῦσι κατὰ τὴν συγγραφήν,
ὅτι τὸ κατʼ ἀρετὴν ὑπερέχον ἀριθμεῖται τῷ κατὰ
τὴν τύχην. νεμεσάτω δὲ μηδὲ εἷς, εἴ γε καὶ

ἡμεῖς οὕτως ἀναγράφοντες τοὺς χρόνους, ἀφʼ ὧν
γε ἦν δυνατὸν συντεκμηριώσασθαι ἢ παραλαβεῖν
τὴν προσήκουσαν ἀρχήν, ἀπὸ τούτων εἰς τὸν
λόγον ἐπιβησόμεθα.
Πλωτῖνος ἦν ἐξ Αἰγύπτου φιλόσοφος. τὸ ἐξ
ἰγύπτου νῦν γράφων, καὶ τὴν πατρίδα προσθήσω.
Λυκὼ ταύτην ὀνομάζουσι· καίτοι γε ὁ θεσπέσιος
φιλόσοφος Πορφύριος τοῦτο οὐκ ἀνέγραψε, μαθητής
τε αὐτοῦ γεγενῆσθαι λέγων, καὶ συνεσχολακέναι
τὸν βίον ἅπαντα ἢ τὸν πλεῖστον τούτου. Πλωτίνου
θερμοὶ βωμοὶ νῦν, καὶ τὰ βιβλία οὐ μόνον τοῖς
πεπαιδευμένοις διὰ χειρὸς ὑπὲρ τοὺς Πλατωνικοὺς
λόγους, ἄλλὰ καὶ τὸ πολὺ πλῆθος, ἐάν τι παρα-
κούσῃ δογμάτων, ἐς αὐτὰ κάμπτεται. τὸν βίον
αὐτοῦ πάντα Πορφύριος ἐξήνεγκεν, ὡς οὐδένα
οἵόν τε ἦν πλέον εἰσφέρειν· ἀλλὰ καὶ πολλὰ τῶν
βιβλίων ἑρμηνεύσας αὐτοῦ φαίνεται. αὐτοῦ δὲ
Πορφυρίου βίον ἀνέγραψεν οὐδὲ εἷς, ὅσα γε καὶ
ἡμᾶς εἰδέναι· ἀναλεγομένῳ δὲ ἐκ τῶν δοθέντων
κατὰ τὴν ἀνάγνωσιν σημείων τοιαῦτα ὑπῆρχε τὰ
περὶ αὐτόν.
Πορφυρίῳ ύρος μὲν ἦν πατρίς, ἡ πρώτη τῶν
ἀρχαίων Φοινίκων πόλις, καὶ πατέρες δὲ οὐκ
ἄσημοι. τυχὼν δὲ τῆς προσηκούσης παιδείας,
ἀνά τε ἔδραμε τοσοῦτον καὶ ἐπέδωκεν, ὡς Λογγίνου
μὲν ἦν ἀκροατής, καὶ ἐκόσμει τὸν διδάσκαλον
ἐντὸς ὀλίγου χρόνου. Λογγῖνος δὲ κατὰ τὸν
χρόνον ἐκεῖνον βιβλιοθήκη τις ἦν ἔμψυχος καὶ
περιπατοῦν μουσεῖον, καὶ κρίνειν γε τοὺς παλαιοὺς

ἐπετέτραπτο, καθάπερ πρὸ ἐκείνου πολλοί τινες
ἕτεροι, καὶ ὁ ἐκ Καρίας Διονύσιος πάντων ἀριδη-
λότερος. Μάλχος δὲ κατὰ τὴν Σύρων πόλιν ὁ
Πορφύριος ἐκαλεῖτο τὰ πρῶτα (τοῦτο δὲ δύναται
βασιλέα λέγειν)· Πορφύριον δε αὐτὸν ὠνόμασε
Λογγῖνος, ἐς τὸ βασιλικὸν τῆς ἐσθῆτος παράσημον
τὴν προσηγορίαν ἀποτρέψας. παρʼ ἐκείνῳ δὴ
τὴν ἄκραν ἐπαιδεύετο παιδείαν, γραμματικῆς τε
εἰς ἄκρον ἁπάσης, ὥσπερ ἐκεῖνος, ἀφικόμενος καὶ
ῥητορικῆς· πλὴν ὅσον οὐκ ἐπʼ ἐκείνην ἔνευσε,
φιλοσοφίας γε πᾶν εἶδος ἐκματτόμμενος. ἦν γὰρ
ὁ Λογγῖνος μακρῷ τῶν τότε ἀνδρῶν τὰ πάντα
ἄριστος, καὶ τῶν βιβλίων τε αὐτοῦ πολὺ πλῆθος
φέρεται, καὶ τὸ φερόμενον θαυμάζεται. καὶ εἴ
τις κατέγνω τινὸς τῶν παλαιῶν, οὐ τὸ δοξασθὲν
ἐκράτει πρότερον, ἀλλʼ ἡ Λογγίνου πάντως ἐκράτει
κρίσις. οὕτω δὲ ἀχθεὶς τὴν πρώτην παιδείαν καὶ
ὑπὸ πάντων ἀποβλεπόμενος, τὴν μεγίστην Ῥώμην
ἰδεῖν ἐπιθυμήσας, ἵνα κατάσχῃ διὰ σοφίας τὴν
πόλιν, ἐπειδὴ τάχιστα εἰς αὐτὴν ἀφίκετο καὶ τῷ
μεγίστῳ Πλωτίνῳ συνῆλθεν εἰς ὁμιλίαν, πάντων
ἐπελάθετο τῶν ἄλλων, καὶ προσέθετο φέρων
ἑαυτὸν ἐκείνῳ. ἀκορέστως δὲ τῆς παιδείας
ἐμφορούμενος καὶ τῶν πηγαίων ἐκείνων καὶ
τεθειασμένων λόγων, χρόνον μέν τινα εἰς τὴν
ἀκρόασιν ἤρκεσεν, ὡς αὐτός φησιν, εἶτα ὑπὸ τοῦ
μεγέθους τῶν λόγων νικώμενος, τό τε σῶμα καὶ
τὸ ἄνθρωπος εἶναι ἐμίσησε, καὶ διαπλεύσας εἰς
Σικελίαν τὸν πορθμὸν καὶ τὴν Χάρυβδιν, ᾗπερ
Ὀδυσσεὺς ἀναπλεῦσαι λέγεται, πόλιν μὲν οὔτε
ἰδεῖν ὑπέμεινεν, οὔτε ἀνθρώπων ἄκοῦσαι φωνῆς

(οὕτω τὸ λυπούμενον αὐτῷ καὶ ἡδόμενον ἀπέθετο),
συντείνας δὲ ἐπὶ Λιλύβαιον ἑαυτὸν (τὸ δέ ἐστι τῶν
τριῶν ἀκρωτηρίων τῆς Σικελίας τὸ πρὸς Λιβύην
ἀνατεῖνον καὶ ὀρῶν), ἔκειτο καταστένων καὶ
ἀποκαρτερῶν, τροφήν τε οὐ προσιέμενος, καὶ
ἀνθρώπων ἀλεείνων πάτον. οὐδʼ ἀλαοσκοπιὴν ὁ
μέγας εἶχε Πλωτῖνος ἐπὶ τούτοις, ἀλλὰ κατὰ
πόδας ἑπόμενος, . . . . ἢ τὸν ἀπο-
πεφευγότα νεανίσκον ἀναζητῶν, ἐπιτυγχάνει κει-
μένῳ, καὶ λόγων τε πρὸς αὐτὸν ηὐπόρησε τὴν
ψυχὴν ἀνακαλουμένων ἄρτι ἐξίπτασθαι τοῦ σώματος
μέλλουσαν, καὶ τὸ σῶμα ἔρρωσεν ἐς κατοχὴν τῆς
ψυχῆς. καὶ ὁ μὲν ἔμπνους τε ἦν καὶ διανίστατο,
ὁ δὲ τοὺς ῥηθέντας λόγους εἰς βιβλίον κατέθετο
τῶν γεγραμμένων. τῶν δὲ φιλοσόφων τὰ ἀπόρρητα
καλυπτόντων ἀσαφείᾳ, καθάπερ τῶν ποιητῶν τοῖς
μύθοις, ὁ Πορφύριος τὸ φάρμακον τῆς σαφηνείας
ἐπαινέσας καὶ διαπείρας γευσάμενος, ὑπόμνημα
γράψας εἰς φῶς ἤγαγεν. αὐτὸς μὲν οὖν ἐπὶ τὴν
Ῥώμην ἐπανῆλθε, καὶ τῆς περὶ λόγους εἴχετο
σπουδῆς, ὥστε παρῄει καὶ εἰς τὸ δημόσιον κατʼ
ἐπίδειξιν· τὸ δὲ Πορφυρίου κλέος εἰς Πλωτῖνον
πᾶσα μὲν ἀγορά, πᾶσα δὲ πληθὺς ἀνέφερεν. ὁ μὲν


γὰρ Πλωτῖνος τῷ τε τῆς ψυχῆς οὐρανίῳ καὶ τῷ
λοξῷ καὶ αἰνιγματώδει τῶν λόγων, βαρὺς ἐδόκει
καὶ δυσήκοος· ὁ δὲ Πορφύριος, ὥσπερ Ἑρμαϊκή
τις σειρὰ καὶ πρὸς ἀνθρώπους ἐπινεύουσα, διὰ
ποικίλης παιδείας πάντα εἰς τὸ εὔγνωστον καὶ
καθαρὸν ἐξήγγελλεν. αὐτὸς μὲν οὖν φησὶ (νέος
δὲ ὢν ἴσως ταῦτα ἔγραφεν, ὡς ἔοικεν), ἐπιτυχεῖν
χρηστηρίῳ μηδενὶ τῶν δημοσίων· ἐν δὲ αὐτῷ τῷ
βιβλίῳ καταγράφει, καὶ μετὰ ταῦτα ἄλλα πραγ-
ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν
ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ
λουτροῦ τινὸς ἐκδιῶξαι καὶ ἐκβαλεῖν· Καυσάθαν
τοῦτον ἔλεγον οἱ ἐπιχώριοι.
Συμφοιτηταὶ μὲν οὐν, ὡς αὐτὸς ἀναγράφει,
κράτιστοί τινες ὑπῆρχον, Ὠριγένης τε καὶ Ἀμέριος
καὶ Ἀκυλῖνος, καὶ συγγράμματά γε αὐτῶν περι-
σώζεται, λόγος δὲ αὐτῶν οὐδὲ εἷς· πολὺ γὰρ τὸ
ἀκύθηρον, εἰ καὶ τὰ δόγματα ἔχει καλῶς, καὶ
ἐπιτρέχει τοῖς λόγοις. ἀλλʼ ὅ γε Πορφύριος
ἐπαινεῖ τοὺς ἄνδρας τῆς δεινότητος, πᾶσαν μὲν
αὐτὸς ἀνατρέχων χάριν, μόνος δὲ ἀναδεικνὺς καὶ
ἀνακηρύττων τὸν διδάσκαλον, οὐδὲν παιδείας εἶδος
παραλελοιπώς. ἔστι γοῦν ἀπορῆσαι καθʼ ἑαυτὸν
καὶ θαυμάσαι, τί πλεῖόν ἐστι τῶν ἐσπουδασμένων·
πότερον τὰ εἰς ὕλην ῥητορικὴν τείνοντα, ἢ τὰ εἰς


γραμματικὴν ἀκρίβειαν φέροντα, ἢ ὅσα τῶν
ἀριθμῶν ἤρτηται, ἢ ὅσα νεύει πρὸς γεωμετρίαν,
ἢ ὅσα πρὸς μουσικὴν ῥέπει. τὰ δὲ εἰς φιλοσοφίαν,
οὐδὲ τὰ περὶ λόγου καταληπτόν, οὔτε τὸ ἠθικὸν
ἐφικτὸν λόγῳ· τὸ δὲ φυσικὸν καὶ θεουργὸν τελεταῖς
ἀφείσθω καὶ μυστηρίοις· οὕτω παντομιγὲς πρὸς
ἅπασαν ἀρετὴν ὁ ἀνὴρ αὐτὸς χρῆμά τι γέγονεν.
καὶ τὸ κάλλος αὐτοῦ τῶν λόγων θαυμάσειεν ἄν
τις μᾶλλον ἢ τὰ δόγματα περὶ τοῦτο σπουδάζων,
καὶ πάλιν αὖ τὰ δόγματα ὁ πλέον εἰς αὐτὰ ἀπιδὼν
ἢ τὴν δύναμιν τοῦ λόγου. γάμοις τε ὁμιλήσας
φαίνεται, καὶ πρὸς Μάρκελλάν γε αὐτοῦ γυναῖκα
γενομένην βιβλίον φέρεται, ἥν φησιν ἀγαγέσθαι
καὶ ταῦτα οὖσαν πέντε μητέρα τέκνων, οὐχ ἵνα
παῖδας ἐξ αὐτῆς ποιήσηται, ἀλλʼ ἵνα οἱ γεγονότες
παιδείας τύχωσιν· ἐκ φίλου γὰρ ἦν αὐτοῦ τῇ
γυναικὶ τὰ τέκνα προϋπάρξαντα. φαίνεται δὲ ἀφ-
ικόμενος εἰς γῆρας βαθύ· πολλὰς γοῦν τοῖς ἤδη
προπεπραγματευμένοις βιβλίοις θεωρίας ἐναντίας
κατέλιπε, περὶ ὧν οὐκ ἔστιν ἕτερόν τι δοξάζειν, ἢ
ὅτι προϊὼν ἕτερα ἐδόξασεν. ἐν Ῥώμῃ δὲ λέγεται
μετηλλαχέναι τὸν βίον.
Κατὰ τούτους ἦσαν τοὺς χρόνους καὶ τῶν
ῥητορικῶν οἱ ἐν Ἀθήνῃσι προεστῶτες Παῦλός
τε καὶ Ἀνδρόμαχος ἐκ Συρίας. τοὺς δὲ χρόνους ἐς
Γαλλίηνόν τε καὶ Κλαύδιον ἀκμάζειν συνέβαινεν,


Τάκιτόν τε καὶ Αὐρηιανὸν καὶ Πρόβον, καθʼ οὕς
ἦν καὶ Δέξιππος ὁ τὴν χρονικὴν ἱστορίαν συγγράψας,
ἀνὴρ ἁπάσης παιδείας τε καὶ δυνάμεως λογικῆς
ἀνάπλεως.
Μετὰ τούτους ὀνομαστότατος ἐπιγίνεται φιλό-
σοφος Ἰάμβλιχος, ὃς ἦν καὶ κατὰ γένος μὲν
ἐπιφανὴς καὶ τῶν ἁβρῶν καὶ τῶν εὐδαιμόνων·
πατρὶς δὲ ἦν αὐτῷ Χαλκίς· κατὰ τὴν Κοίλην
Συρίαν προσαγορευομένην ἐστὶν ἡ πόλις. οὗτος
Ἀνατολίῳ τῷ μετὰ Πορφύριον τὰ δεύτερα
φερομένῳ συγγενόμενος, πολύ γε ἐπέδωκε καὶ
εἰς ἄκρον φιλοσοφίας ἤλασεν· εἶτα μετʼ Ἀνατόλιον
Πορφυρίῳ προαθεὶς ἑαυτόν, οὐκ ἔστιν ὅ τι καὶ
Πορφυρίου διήνεγκεν, πλὴν ὅσον κατὰ τὴν συν-
θήκην καὶ δύναμιν τοῦ λόγου. οὔτε γὰρ εἰς
ἀφροδίτην αὐτοῦ καὶ χάριν τὰ λεγόμενα βέβαπται,
οὔτε ἔχει λευκότητά τινα καὶ τῷ καθαρῷ καλλω-
πίζεται· οὐ μὴν οὐδὲ ἀσαφῆ παντελῶς τυγχάνει,
οὐδὲ κατὰ τὴν λέξιν ἡμαρτημένα, ἀλλʼ ὥσπερ
ἔλεγε περὶ Ξενοκράτους ὁ Πλάτων, ταῖς Ἑρμαϊκαῖς
οὐ τέθυται Χάρισιν. οὔκουν κατέχει τὸν ἀκροατὴν
καὶ γοητεύει πρὸς τὴν ἀνάγνωσιν, ἀλλʼ ἀποστρέφειν
καὶ ἀποκναίειν τὴν ἀκοὴν ἔοικεν. δικαιοσύνην
δὲ ἀσκήσας, εὐηκοΐας ἔτυχε θεῶν τοσαύτης, ὥστε
πλῆθος μὲν ἦσαν οἱ ὁμιλοῦντες, πανταχόθεν δὲ
ἐφοίτων οἱ παιδείας ἐπιθυμοῦντες· ἦν δὲ ἐν αὐτοῖς


τὸ κάλλιστον δύσκριτον. Σώπατρος γὰρ ἦν ὁ ἐκ
Συρίας, ἀνὴρ εἰπεῖν τε καὶ γράψαι δεινότατος,
Αἰδέσιός τε καὶ ὐστάθιος ἐκ Καππαδοκίας, ἐκ
δὲ τῆς Ἑλλάδος Θεόδωρός τε καὶ ὐφράσιος, οἱ
κατʼ ἀρετὴν ὑπερέχοντες, ἄλλοι τε πλῆθος, οὐ
πολὺ λειπόμενοι κατὰ τὴν ἐν λόγοις δύναμιν,
ὥστε θαυμαστὸν ἦν ὅτι πᾶσι ἐπήρκει· καὶ γὰρ
ἦν πρὸς ἅπαντας ἄφθονος. ὀλίγα μὲν οὖν χωρίς
τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφʼ ἑαυτοῦ,
τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις
συνῆν, τὴν μὲν δίαιταν ὢν εὔκολος καὶ ἀρχαῖος,
τῇ δὲ παρὰ πότον ὁμιλίᾳ τοὺς παρόντας καθ-
ηδύνων καὶ διαπιμπλὰς ὥσπερ νέκταρος. οἱ δέ,
ἀλήκτως ἔχοντες καὶ ἀκορέστως τῆς ἀπολαύσεως,
ἠνώχλουν αὐτῷ συνεχῶς, καὶ προστησάμενοί γε
τοὺς ἀξίους λόγου, πρὸς αὐτὸν ἔφασκον· ''τί
δῆτα μόνος, ὦ διδάσκαλε θειότατε, καθʼ ἑαυτόν
τινα πράττεις, οὐ μεταδιδοὺς τῆς τελεωτέρας
σοφίας ἡμῖν; καίτοι γε ἐκφέρεται πρὸς ἡμᾶς
λόγος ὑπὸ τῶν σῶν ἀνδραπόδων, ὡς εὐχόμενος
τοῖς θεοῖς μετεωρίζῃ μὲν ἀπὸ τῆς γῆς πλέον ἢ
δέκα πήχεις εἰκάζεσθαι· τὸ σῶμα δέ σοι καὶ ἡ
ἐσθὴς εἰς χρυσοειδές τι κάλλος ἀμείβεται, παυο-
μένῳ δὲ τῆς εὐχῆς σῶμά τε γίνεται τῷ πρὶν
εὔχεσθαι ὅμοιον, καὶ κατελθὼν ἐπὶ τῆς γῆς τὴν
πρὸς ἡμᾶς ποιῇ συνουσίαν.'' οὔ τι μάλα γελασείων,


ἐγέλασεν ἐπὶ τούτοις τοῖς λόγοις Ἰάμβλιχος.
ἀλλʼ εἰπὼν πρὸς αὐτούς, ὡς ''ὁ μὲν ἀπατήσας
ὑμᾶς οὐκ ἦν ἄχαρις, ταῦτα δὲ οὐχ οὕτως ἔχει·
τοῦ λοιποῦ δὲ οὐδὲν χωρὶς ὑμῶν πεπράξεται·''
τοιαῦτα ἐπεδείξατο· εἰς δὲ τὸν ταῦτα γράφοντα
ἦλθε παρὰ τοῦ διδασκάλου Χρυσανθίου τοῦ ἐκ
Σάρδεων. ἐκεῖνος δὲ ἦν Αἰδεσίου μαθητής, ἰδέ-
σιος δὲ ἀνὰ τοὺς πρώτους τοῦ Ἰαμβλίχου, καὶ
τῶν ταῦτα πρὸς αὐτὸν εἰρηκότων. ἔλεγεν οὖν
ἐπιδείξεις αὐτοῦ μεγάλας τῆς θειότητος γεγενῆσθαι
τάσδε. ἥλιος μὲν ἐφέρετο πρὸς τοῦ Λέοντος
ὅρια, ἡνίκα συνανατέλλει τῷ καλουμένῳ Κυνί,
καὶ θυσίας καιρὸς ἦν· ἡ δὲ εὐτρέπιστο ἔν τινι τῶν
ἐκείνου προαστείων. ὡς δὲ τὰ πάντα εἶχε καλῶς,
καὶ ἐπὶ τὴν πόλιν ὑπέστρεφον, βάδην καὶ σχολαίως
προϊόντες· καὶ γὰρ διάλεξις ἦν αὐτοῖς περὶ θεῶν
τῇ θυσίᾳ πρέπουσα· τὸν νοῦν ἐπιστήσας ὁ Ἰάμ-
βλιχος μεταξὺ διαλεγόμενος, ὥσπερ ἀποκοπεὶς
τὴν φωνήν, καὶ τὰ ὄμματα εἰς τὴν γῆν ἀτρεμίζοντα
χρόνον τινὰ ἐρείσας, ἀνά τε ἔβλεψεν εἰς τοὺς
ἑταίρους, καὶ πρὸς αὐτοὺς ἐξεβόησεν· ''ἄλλην
ὁδὸν πορευώμεθα· νεκρὸς γὰρ ἐντεῦθεν ἔναγχος
παρακεκόμισται.'' ὁ μὲν οὖν ταῦτα εἰπών, ἄλλην
ἐβάδιζε καὶ ἤτις ἐφαίνετο καθαρωτέρα, καὶ σὺν
αὐτῷ τινὲς ὑπέστρεφον, ὅσοις τὸ καταλείπειν τὸν
διδάσκαλον αἰσχύνης ἄξιον ἔδοξεν· οἱ δὲ πλείους
καὶ φιλονεικότεροι. τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ


Αἰδέσιος ἦν, ἔμειναν αὐτοῦ, τὸ πρᾶγμα ἐπὶ τερατείαν
φέροντες, καὶ τὸν ἔλεγχον ὥσπερ κύνες ἀνιχνεύοντες.
καὶ μετὰ μικρὸν ἐπανῄεσαν οἱ θάψαντες τὸν
τετελευτηκότα· οἱ δὲ οὐδὲ οὕτως ἀπέστησαν,
ἀλλʼ ἡρώτησαν εἰ ταύτην εἶεν παρεληλυθότες τὴν
ὁδόν· οἱ δέ, ''ἀναγκαῖον ἦν· ἔφασαν· ἄλλην
γὰρ οὐκ ἔχειν.
Ἔτι δὲ τούτου θειωδέστερον συνεμαρτύρουν, ὡς
ἐνοχλοῖεν αὐτῷ πολλάκις, μικρὸν τοῦτο εἶναι
φάσκοντες καὶ ὀσφρήσεως ἴσως που πλεονέκτημα,
βούλεσθαι δὲ διάπειραν λαβεῖν ἑτέρου μείζονος·
ὁ δὲ πρὸς αὐτούς ''ἀλλʼ οὐκ ἐπʼ ἐμοί γε τοῦτοʼʼ
ἔλεγεν, ''ἀλλʼ ὅταν καιρὸς ᾖ,'' μετὰ δὲ χρόνον
τινὰ δόξαν αὐτοῖς ἐπὶ τὰ Γάδαρα· θερμὰ δέ ἐστι
λουτρὰ τῆς Συρίας, τῶν γε κατὰ τὴν Ῥωμαϊκὴν
ἐν αΐαις δεύτερα, ἐκείνοις δὲ οὐκ ἔστιν ἕτερα
παραβάλλεσθαι· πορεύονται δὲ κατὰ τὴν ὥραν
τοῦ ἔτους. ὁ μὲν ἐτύγχανε λούμενος, οἱ δὲ συν-
ελοῦντο, καὶ περὶ τῶν αὐτῶν ἐνέκειντο. μειδιάσας
δὲ ὁ Ἰάμβλιχος, ''ἀλλʼ οὐκ εὐσεβὲς μέν,'' ἔφη
''ταῦτα ἐπιδείκνυσθαι, ὑμῶν δὲ ἕνεκα πεπράξεται.'
τῶν θερμῶν κρηνῶν δύο, τὰς μὲν μικροτέρας, τῶν
δὲ ἄλλων χαριεστέρας, ἐκέλευσεν ἐκπυνθάνεσθαι
τοὺς ὁμιλητὰς παρὰ τῶν ἐπιχωρίων ὅπως ἐκ
παλαιοῦ προσωνομάζοντο. οἱ δὲ τὸ προσταχθὲν
ἐπιτελέσαντες, ''ἀλλʼ οὐκ ἔστι. γε πρόφασις''
εἴπον, ''ἀλλʼ αὕτη μὲν Ἔρως καλεῖται, τῇ
παρακειμένῃ δὲ Ἀντέρως ὄνομα.'' ὁ δὲ εὐθὺς


ἐπιψαύσας τοῦ ὕδατος (ἐτύγχανε δὲ καὶ ἐπὶ τῆς
κρηπῖδος κατὰ τὴν ὑπέρκλυσιν καθήμενος), καὶ
βραχέα τινὰ προσειπών, ἐξεκάλεσεν ἀπὸ τῆς
κρήνης κάτωθεν παιδίον. λευκὸν ἦν τὸ παιδίον
καὶ μετρίως εὐμέγεθες, καὶ χρυσοειδεῖς αὐτῷ
κόμαι καὶ τὰ μετάφρενα καὶ τὰ στέρνα περιέ-
στιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ.
καταπλαγέντων δὲ τῶν ἑταίρων, ''ἐπὶ τὴν ἐχο-
μένην'' εἶπε ''κρήνην ἴωμεν,'' καὶ ἡγεῖτο ἀπιών,
καὶ σύννους ἦν. εἶτα κάκεῖ τὰ αὐτὰ δράσας,
ἐξεκάλεσεν ἕτερον Ἔρωτα τῷ προτέρῳ παρα-
πλήσιον ἅπαντα, πλὴν ὅσον αἱ κόμαι μελάντεραί
τε καὶ ἡλιῶσαι κατεκέχυντο. καὶ περιεπλέκετό γε
ἀμφότερα αὐτῷ τὰ παιδία, καί, καθάπερ γνησίου
τινὸς πατρὸς ἐκφύντα, περιείχετο. ὁ δὲ ἐκεῖνά
τε ταῖς οἰκείαις ἀπέδωκε λήξεσι, καί, σεβαζο-
μένων τῶν ἑταίρων, ἐξῄει λουσάμενος. οὐδὲν
μετὰ τοῦτο ἐζήτησεν ἡ τῶν ὁμιλητῶν πληθύς,
ἀλλὰ ἀπὸ τῶν φανέντων δειγμάτων, ὥσπερ ὑπʼ
ἀρρήκτου ῥυτῆρος εἵλκοντο, καὶ πᾶσιν ἐπίστευον.
ἐλέγετο δὲ καὶ παραδοξότερα καὶ τερατωδέστερα,
ἐγὼ δὲ τούτων ἀνέγραφον οὐδέν, σφαλερόν τι καὶ
θεομισὲς πρᾶγμα ἡγούμενος εἰς συγγραφὴν στά-
σιμον καὶ πεπηγυῖαν ἐπεισάγειν ἀκοὴν διεφθαρ-
μένην καὶ ῥέουσαν. ἀλλὰ καὶ ταῦτα γράφω
δεδοικὼς ἀκοὴν οὖοαν, πλὴν ὅσαγε ἕπομαι ἀνδράσιν,
οἵ, τοῖς ἄλλοις ἀπιστοῦντες, πρὸς τὴν τοῦ φανέντος
αἴσθησιν συνεκάμφθησαν. οὐδεὶς δὲ αὐτοῦ τῶν
ἑταίρων ἀνέγραψεν, ὅσα γε ἡμᾶς εἰδέναι· τοῦτο

δὲ εἶπον μετρίως, ἰδεσίου φήσαντος μήτε αὐτὸν
γεγραφέναι, μήτε ἄλλον τινὰ τετολμηκέναι.
Κατὰ τοὺς Ἰαμβλίχου καιροὺς ἦν καὶ ὁ διαλεκτι-
κώτατος Ἀλύπιος, ὃς ἔτυχε μὲν σώματος μικρο-
τάτου, καὶ τὸ σῶμα πυγμαῖον παρέβαινεν ἐλάχιστον,
ἐκινδύνευε δὲ καὶ τὸ φαινόμενον σῶμα ψυχὴ καὶ
νοῦς εἶναι· οὕτω τὸ φθειρόμενον οὐκ ἐπέδωκεν
εἰς μέγεθος, δαπανηθὲν εἰς τὸ θεοειδέστερον.
ὥσπερ οὖν ὁ μέγας Πλάτων φησὶ τὰ θεῖα σώματα
τὸ ἀνάπαλιν ἔχειν ἐγκείμενα ταῖς ψυχαῖς, οὕτως
ἄν τις εἴποι κἀκεῖνον ἐμβεβηκέναι τῇ ψυχῇ καὶ
συνέχεσθαι καὶ κρατεῖσθαι παρά του κρείττονος.
ζηλωτὰς μὲν οὖν εἶχε πολλοὺς ὁ Ἀλύπιος, ἀλλʼ ἡ
παίδευσις ἦν μέχρι συνουσίας μόνης, βιβλίον δὲ
προέφερεν οὐδὲ εἷς· ὥστε μάλα ἀσμένως πρὸς
τὸν Ἰάμβλιχον ἀπέτρεχον, ὡς ἐκ πηγῆς ὑπερ-
βλυζούσης, οὐ μενούσης καθʼ ἑαυτήν, ἐμφορη-
σόμενοι. κατὰ δὲ τὸ κλέος ἀμφοῖν αὐξόμενον
ἅμα, καὶ συνέτυχόν ποτε ἀλλήλοις ἢ συνήντησαν
ὥσπερ ἀστέρες, καὶ περιεκαθέσθη γε αὐτοὺς
θέατρον οἷον εἰκάσαι μεγάλου μουσείου. Ἰαμ-
βλίχου δὲ τὸ ἐπερωτηθῆναι μᾶλλον ὑπομείναντος
ἢ τὸ ἐπερωτᾷν, ὁ Ἀλύπιος παρὰ πᾶσαν ὑπόνοιαν
ἀφεὶς ἅπασαν φιλόσοφον ἐρώτησιν, τοῦ δὲ θεάτρου
γενόμενος, ''Εἰπέ μοι, φιλόσοφε,'' πρὸς αὐτὸν
ἔφη ''ὁ πλούσιος ἢ ἄδικος ἢ ἀδίκου κληρονόμος,
ναὶ ἢ οὔ; τούτων γὰρ μέσον οὐδέν.'' ὁ δὲ τὴν



πληγὴν τοῦ λόγου μισήσας, ''ἀλλʼ οὐχ οὗτός γε,''
ἔφη ''θαυμασιώτατε πάντων ἀνδρῶν, ὁ τρόπος
τῆς ἡμετέρας διαλέξεως, εἴ τῴ τι περιττόν ἐστι
κατὰ τὰ ἐκτός, ἀλλʼ εἴ τι πλεονάζει κατὰ τὴν
οἰκείαν ἀρετὴν φιλοσόφῳ καὶ πρέπουσαν.'' ταῦτα
εἰπὼν ἀπεχώρησε, καί, διαναστάντος, οὐκ ἦν
σύλλογος. ἀπελθὼν δὲ καὶ γενόμενος ἐφʼ ἑαυτοῦ,
καὶ τὴν ὀξύτητα θαυμάσας, πολλάκις τε ἰδίᾳ
συνέτυχεν αὐτῷ, καὶ οὕτως ὑπερηγάσθη τὸν
ἄνδρα τῆς ἀκριβείας καὶ συνέσεως, ὥστε καὶ
ἀπελθόντος βίον συνέγραψε. καὶ ἐνέτυχεν ὁ ταῦτα
γράφων τοῖς γεγραμμένοις· τὰ γεγραμμένα δὲ
ὑπὸ τῆς συνθήκης ἐμελαίνετο, καὶ νέφος αὐτοῖς
ἐπέτρεχε βαθύ, οὔ τι διʼ ἀσάφειαν τῶν γενομένων,
ἀλλὰ διδασκαλικὸν εἶχε τὸν Ἀλυπίου λόγον
μακρόν τινα, καὶ διαλέξεων οὐ προσῆν μνήμη
λόγον ἐχουσῶν. ἀποδημίας τε εἰς τὴν Ῥώμην
ἔφραζε τὸ βιβλίον, αἷς οὔτε αἰτία προσῆν, οὔτε
τὸ τῆς ψυχῆς ἐνεφαίνετο μέγεθος. ἀλλʼ ὅτι μὲν
εἵποντο πολλοὶ τεθηπότες τὸν ἄνδρα παραδη-
λοῦται· ὅ τι δὲ εἶπεν ἢ ἔπραξεν ἀξιόλογον, οὐκ
ἐπιφαίνεται· ἀλλʼ ἔοικεν ὁ θαυμάσιος Ἰάμβλιχος
ταὐτὸν πεπονθέναι τοῖς γραφικοῖς, οἳ τοὺς ἐν
ὥρᾳ γράφοντες, ὅταν χαρίσασθαί τι παρʼ ἑαυτῶν
εἰς τὴν γραφὴν βουληθῶσι, τὸ πᾶν εἶδος τῆς
ὁμοιώσεως διαφθείρουσιν, ὥστε ἅμα τε τοῦ
παραδείγματος ἡμαρτηκέναι καὶ τοῦ κάλλους.
οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν
ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυ-
χημάτων, αἰτίας δὲ ἐπὶ τούτοις ἢ προφάσεις οὔτε


πεφυκὼς ἐξηγεῖσθαι πολιτικῶς, οὔτε προελόμενος,
τὸν πάντα χαρακτῆρα συνέχεε τοῦ βίου, μόλις
τοῦτο καταλιπὼν τοῖς ὀξυδορκοῦσι ξυλλαβεῖν,
ὅτι τὸν ἄνδρα ἐθαύμαζε, καὶ διαφερόντως αὐτοῦ
τήν τε παρὰ τὰ δεινὰ καρτερίαν καὶ τὸ ἀνέκπληκτον,
τήν τε ἐν τοῖς λόγοις ὀξύτητα καὶ τόλμαν κατ-
εσεβάζετο. ἐξ Ἀλεξανδρείας δὲ οὗτος ἦν. καὶ
τὰ μὲν εἰς Ἀλύπιον ταῦτα. καὶ ἐτελεύτα γε ἐν
Ἀλεξανδρείᾳ γηραιός, Ἰάμβλιχός τε ἐπʼ αὐτῷ,
πολλὰς ῥίζας τε καὶ πηγὰς φιλοσοφίας ἀφείς.
ταύτης ὁ ταῦτα γράφων τῆς φορᾶς εὐτύχησεν.
λλοι μὲν γὰρ ἀλλαχοῦ τῶν εἰρημένων ὁμιλητῶν
διεκρίθησαν εἰς ἅπασαν τὴν Ῥωμαϊκὴν ἐπικράτειαν·
Αἴδέσιος δὲ κατέλαβε τὸ Μύσιον Πέργαμον.
Ἐκδέχεται δὲ τὴν Ἰαμβλίχου διατριβὴν καὶ
ὁμιλίαν ἐς τοὺς ἑταίρους ἰδέσιος ὁ ἐκ Καππα-
δοκίας. ἦν δὲ τῶν εὖ γεγονότων εἰς ἄκρον,
πλοῦτος δὲ οὐχ ὑπῆν τῷ γένει πολύς, καὶ ὅ γε
πατὴρ αὐτὸν ἐκπέμψας ἐπὶ παιδείαν χρηματιστικὴν
ἐκ Καππαδοκίας ἐπὶ τὴν Ἑλλάδα, εἶτα ἐκδεχό-
μενος, ὡς θησαυρὸν ἐπὶ τῷ παιδὶ εὑρήσων, ἐπειδή
ποτε, ἐπανελθόντος, φιλοσοφοῦντα ᾔσθετο, τῆς
οἰκίας ὡς ἀχρεῖον ἀπήλαυνε. καὶ ἐκδιώκων ''τί
γάρ'' ἔφη ''φιλοσοφία ὠφελεῖ; ὁ δὲ ὑποστραφείς
''οὐ μικρά, πάτερ,'' ἔφη, ''πατέρα καὶ διώκοντα
προσκυνεῖν'' καὶ τοῦτο ἀκούσας ὁ πατήρ, ἀνά
τε ἐκαλέσατο τὸν παῖδα, καὶ τὸ ἦθος ἐθαύμασε.
καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν ἀνέθηκε φέρων ἐς τὴν ἔτι


λειπομένην παιδείαν. καὶ ὁ μὲν τὸν παῖδα προ-
πέμψας εὔθυμος ἦν, καὶ περιέχαιρεν, ὡς θεοῦ
γεγονὼς μᾶλλον ἢ ἀνθρώπου πατήρ.
Ὀ δὲ τοὺς ἄλλους ἅπαντας παραδραμών, ὅσοι τῶν
τότε ἦσαν εὐκλεέστεροι καὶ ὧν ἐτύγχανεν ἀκηκοώς,
καὶ πείρᾳ τὴν σοφίαν συλλεξάμενος, ἐπὶ τὸν
ἐρικυδέστατον Ἰάμλβιχον μακρὰν ὁδὸν ἐκ Καππα-
δοκίας εἰς Συρίαν συνέτεινε καὶ διήνυεν. ὡς δὲ
εἶδέ τε τὸν ἄνδρα καὶ ἤκουσε λέγοντος, ἐξεκρέματο
τῶν λόγων, καὶ τῆς ἀκροάσεως οὐκ ἐνεπίμπλατο·
ἐς ὃ τελευτῶν ἰδέσιός τε ἐγένετο καὶ μικρὸν
ἀποδέων Ἰαμβλίχου, πλὴν ὅσα γε εἰς θειασμὸν
Ἰαμβλίχου φέρει. τούτων γὰρ οὐδὲν εἴχομεν
ἀναγράφειν, ὅτι τὸ μὲν ἐπέκρυπτεν ἴσως ἰδέ-
σιος αὐτὸς διὰ τοὺς χρόνους (Κωνσταντῖνος γὰρ
ἐβασίλευε, τά τε τῶν ἱερῶν ἐπιφανέστατα κατα-
στρέφων καὶ τὰ τῶν χριστιανῶν ἀνεγείρων οἰκή-
ματα), τὰ δὲ ἴσως καὶ τὸ τῶν ὁμιλητῶν ἄριστον
πρὸς μυστηριώδη τινὰ σιωπὴν καὶ ἱεροφαντικὴν
ἐχεμυθίαν ἐπιρρεπὲς ἦν καὶ συνεκέκλιτο. ὁ γοῦν
ταῦτα γράφων ἐκ παιδὸς ἀκροατὴς Χρυσανθίου
γενόμενος, μόλις εἰς εἰκοστὸν ἔτος ἠξιοῦτο τῶν
ἀληθεστέρων, οὕτω μέγα τι χρῆμα εἰς ἡμᾶς τῆς
Ἰαμβλίχου φιλοσοφίας διετάθη καὶ συμπαρέτεινε
τῷ χρόνῳ.
Ἰαμβλίχου δὲ καταιπόντος τὸ ἀνθρώπειον,
ἄλλοι μὲν ἀλλαχῆ διεσπάρησαν, καὶ οὐδεὶς ἦν ἔξω
φήμης καὶ ἄγνωστος. Σώπατρος δὲ ὁ πάντων
δεινότερος, διά τε φύσεως ὕψος καὶ ψυχῆς μέγεθος,


οὐκ ἐνεγκὼν τοῖς ἄλλοις ἀνθρώποις ὁμιλεῖν, ἐπὶ
τὰς βασιλικἀς αὐλὰς ἔδραμεν ὀξύς, ὡς τὴν Κωνσταν-
τίνου πρόφασίν τε καὶ φορὰν τυραννήσων καὶ
μεταστήσων τῷ λόγῳ. καὶ ἐς τοσοῦτόν γε ἐξίκετο
σοφίας καὶ δυνάμεως, ὡς ὁ μὲν βασιλεὺς ἑαλώκει
τε ὑπʼ αὐτῷ, καὶ δημοσίᾳ σύνεδρον εἶχεν, εἰς τὸν
δεξιὸν καθίζων τόπον, ὃ καὶ ἀκοῦσαι καὶ ἰδεῖν
ἄπιστον. οἱ δὲ παραδυναστεύοντες ῥηγνύμενοι τῷ
φθόνῳ πρὸς βασιλείαν ἄρτι φιλοσοφεῖν μεταμαν-
θάνουσαν, τὸν Κερκώπων ἐπετήρουν καιρόν, οὐ
τὸν Ἡρακλέα καθεύδοντα μόνον, ἀλλὰ καὶ τὴν
ἄλογον ἐγρηγορυῖαν ύχην, καὶ συλλόγους τε
λαθραίους ἐποιοῦντο, καὶ οὐκ ἔστι καθʼ ὅ τι μέρος
τῆς κακοδαίμονος ἐπιβουλῆς ἠμέλουν. ὡσπερ οὖν
ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους, ἁπάντων
Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε
κατηγορίαν καὶ γραφήν, ὅν γε ᾤοντο πάντες
Ἀθηναῖοι περιπατοῦν ἄγαλμα σοφίας τυγχάνειν,
εἰ μὴ μέθῃ καὶ παραφροσύνῃ καὶ τῷ τῶν Διονυθίων
τῆς ἑορτῆς καὶ παννυχίδος ἀνειμένῳ, ὑπὸ γέλωτος
καὶ ὀλιγωρίας καὶ τῶν εὐκόλων καὶ σφαλερῶν
παθῶν ἐπὶ τοῖς ἀνθρώποις ἐξευρημένων, πρῶτος
Ἀριστοφάνης ἐπὶ διεφθαρμέναις ψυχαῖς τὸν γέλωτα
ἐπεισαγαγὼν καὶ τὰ ἐπὶ τῆς σκηνῆς κινήσας
ὑπορχήματα, τότε θέατρον ἀνέπεισεν, ἐπὶ τοσαύτῃ
σοφίᾳ ψυλλῶν πηδήματα καταμωκώμενος, καὶ
νεφελῶν διαγράφων εἴδη καὶ σχήματα καὶ τἄλλα
ὅσα κωμῳδία ληρεῖν εἴωθεν εἰς γέλωτος κίνησιν.
ὡς δὲ εἶδον ἐγκεκλικὸς πρὸς τὴν ἡδονὴν τὸ θέατρον,
κατηγορίας ἥψαντό τινες, καὶ τὴν ἀσεβῆ γραφὴν

εἰς ἐκεῖνον ἐτόλμησαν, καὶ δῆμος ὅλος ἐπʼ ἀνδρὸς
ἠτύχει φόνῳ. ἔστι γὰρ ἐκ τῶν χρόνων λογιζομένῳ
συλλαβεῖν ὅτι, Σωκράτους ἀπελθόντος βιαίως,
οὐδὲν ἔτι λαμπρὸν Ἀθηναίοις ἐπράχθη, ἀλλʼ ἥ τε
πόλις ὑπέδωκε, καὶ διὰ τὴν πόλιν τὰ τῆς Ἑλλάδος
ἅπαντα συνδιεφθάρη· οὕτω καὶ τότε συνορᾷν
ἐξῆν τὸ κατὰ Σώπατρον ἐπιβούλευμα. ἡ μὲν γὰρ
Κωνσταντινούπολις, τὸ ἀρχαῖον υζάντιον, κατὰ
μὲν τοὺς παλαιοὺς χρόνους Ἀθηναίοις παρεῖχε
τὴν σιτοπομπείαν, καὶ περιττὸν ἦν τὸ ἐκεῖθεν
ἀγώγιμον· ἐν δὲ τοῖς καθʼ ἡμᾶς καιροῖς, οὐδὲ τὸ
ἀπʼ ἰγύπτου πλῆθος τῶν ὁλκάδων, οὐδὲ τὸ ἐξ
Ἀσίας ἁπάσης, Συρίας τε καὶ Φοινίκης καὶ τῶν
ἄλλων ἐθνῶν συμφερόμενον πλῆθος σίτου, κατὰ
ἐπαγωγὴν φόρου, ἐμπλῆσαι καὶ κορέσαι τὸν
μεθύοντα δύναται δῆμον, ὃν Κωνσταντῖνος, τὰς
ἄλλας χηρώσας πόλεις ἀνθρώπων, εἰς τὸ υζάντιον
μετέστησε, καὶ πρὸς τοὺς ἐν τοῖς θεάτροις κρότους
παραβλυζόντων κραιπάλης ἀνθρώπων ἑαυτῷ συνε-
στήσατο, σφαλλομένων ἀνθρώπων ἀγαπήσας ἐγκώ-
μια καὶ μνήμην ὀνόματος, τῶν μόλις ὑπὸ εὐηθείας
φθεγγομένων τοὔνομα· συμβέβηκε δὲ καὶ τῇ
θέσει τοῦ υζαντίου μηδὲ εἰς πλοῦν ἁρμόζειν τῶν
καταφερομένων πλοίων, ἂν μὴ καταπνεύσῃ νότος
ἀκραὴς καὶ ἄμικτος. καὶ τότε δὴ τοῦ πολλάκις
συμβαίνοντος κατὰ τὴν ὡρῶν φύσιν συμβάντος, ὅ
τε δῆμος ὑπὸ λιμοῦ παρεθέντες συνῄεσαν ἐς τὸ

θέατρον, καὶ σπάνις ἦν τοῦ μεθύοντος ἐπαίνου,
καὶ τὸν βασιλέα κατεῖχεν ἀθυμία. καὶ οἱ πάλαι
βασκαίνοντες, εὑρηκέναι καιρὸν ἡγούμενοι κάλ-
ιστον, ''ἀλλὰ Σώπατρός γε,'' ἔφασαν ''ὁ παρὰ
σοῦ τιμώμενος κατέδησε τοὺς ἀνέμους διʼ ὑπερ-
βολὴν σοφίας, ἣν καὶ αὐτὸς ἐπαινεῖς, καὶ διʼ ἣν
ἔτι τοῖς βασιλείοις ἐγκάθηται θρόνοις.'' καὶ ὁ
Κωνσταντῖνος ταῦτα ἀκούσας καὶ συμπεισθείς,
κατακοπῆναι κελεύει τὸν ἄνδρα, καὶ ἐγίνετο διὰ
τοὺς βασκαίνοντας ταῦτα θᾶττον ἢ ἐλέγετο. ὁ δὲ
τῶν κακῶν ἁπάντων αἴτιος ἦν Ἀβλάβιος, ἔπαρχος
μὲν τῆς βασιλικῆς αὐλῆς, ὑπὸ Σωπάτρου δὲ
παρευδοκιμούμενος ἀπήγχετο. ἐμοὶ δέ, ὥσπερ
προείρηται, πεπαιδευμένων ἀνδρῶν εἰς πᾶσαν
παιδείαν ἀναγράφοντι βίους, τὰ εἰς τὴν ἐμὴν
ἀκοὴν σωζόμενα, δύσφορον οὐδὲν εἰ καὶ τῶν εἰς
αὐτοὺς ἐξημαρτηκότων βραχέα τινὰ ἐπιδράμοιμι.
Ἀβλαβίῳ τῷ τὸν φόνον ἐργασαμένῳ γένος ἦν
ἀδοξότατον, καὶ τὰ ἐκ πατέρων τοῦ μετρίου καὶ
φαύλου ταπεινότερα. καὶ λόγος τε ὑπὲρ αὐτοῦ
τοιοῦτος διασώζεται, καὶ οὐδεὶς τοῖς λεγομένοις
ἀντέλεγεν. τῶν ἐξ Αἰγύπτου τις περὶ τὸ καλού-
μενον μάθημα συντεταμένων, παρελθὼν εἰς τὴν
πόλιν (ἱκανοὶ δέ εἰσιν Αἰγύπτιοι καὶ δημοσίᾳ μετʼ
ὀλιγωρίας ἐν ταῖς ἀποδημίαις άσχημονεῖν· εἰκὸς
δὲ αὐτοὺς καὶ οἴκοθεν οὕτω παιδεύεσθαι), παρελθὼν
δὲ ὅμως, εἰς τὸ πολυτελέστερον ὠθεῖται τῶν
καπηλείων, καὶ ξηρός τε εἶναι, πολλὴν ἀνύσας
ὁδόν, ἔφασκεν καὶ ὑπὸ δίψους αὐτίκα μάλα ἀπο-


πεπνίξεσθαι, καὶ γλυκὺν ἠρτυμένον ἐγχεῖν ἐκέλευσε
τὸν οἶνον, καὶ προέκειτο τὸ ἀργύριον. ἡ δὲ
προεστῶσα τοῦ καπηλείου τὸ κέρδος ὁρῶσα, πρὸς
τὴν ὑπηρεσίαν παρεσκευάζετο, καὶ διετρόχαζεν.
ἡ δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας
ἐπὶ τῷ λοχεύεσθαι. προθεμένης αὐτῆς κύλικα τῷ
ἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης,
προσδραμοῦσά τις ἐκ γειτόνων ''ἀλλὰ κινδυνεύει
σοι'' εἶπε λέγουσα πρὸς τὸ οὖς ''ἐπὶ ταῖς ὠδῖσιν
ἡ φίλη καὶ συγγενής,'' καὶ γὰρ οὕτως εἶχεν, ''εἰ
μὴ θᾶττον ἀφίκοιο.'' καὶ ἡ μὲν ταῦτα ἀκούσασα,
καὶ καταλιποῦσα τὸν Αἰγύπτιον, πρὶν τὸ θερμὸν
ὕδωρ ἐπιχεῖν, κεχηνότα, κἀκείνην ἀπολύσασα τῶν
ὠδίνων, καὶ συντελέσασά γε ὅσα ἐπὶ ταῖς λοχείαις
γίνεται, παρῆν αὐτίκα, διακαθήρασα τὰς χεῖρας,
πρὸς τὸν ξένον. ὡς δὲ ἀγανακτοῦντα κατέλαβε
καὶ τῷ θυμῷ περιζέοντα, τὴν αἰτίαν ἀπήγγειλεν
ἡ γυνὴ τῆς βραδυτῆτος. ὡς δὲ ἤκουσεν ὁ βέλτισ-
τος Αἰγύπτιος καὶ πρὸς τὴν ὥραν εἶδεν, ὀξέως
μᾶλλον ἐδίψησεν ἐξειπεῖν τὸ παρὰ τῶν θεῶν
ἐπελθὸν ἢ τὸ τοῦ σώματος θεραπεῦσαι πάθος, καὶ
μέγα φθεγξάμενος· ''ἀλλʼ ἄπιθί γε, ὦ γύναι·
φράζε τῇ τεκούσῃ ὅτι μικροῦ βασιλέα τέτοκε.''
καὶ τοῦτο δηλώσας, ἑαυτόν τε ἐπλήρωσεν ἀφθόνως
τῆς κύλικος, καὶ τὸ ὄνομα ὅστις εἴη κατέλιπε τῇ
γυναικὶ εἰδέναι. καὶ ὁ τεχθεὶς ἦν Ἀβλάβιος, καὶ
τοσοῦτον ἐγένετο παίγνιον τῆς εἰς ἅπαντα νεωτερι-
ζούσης Τύχης, ὥστε οὕτω πλείονα ἐδύνατο τοῦ .
βασιλεύοντος, ὥστε καὶ Σώπατρον ἀπέκτεινεν,
αἰτίαν ἐπενεγκὼν τῆς Σωκρατικῆς εὐηθεστέραν,


ὥσπερ ἀτάκτῳ δήμῳ τῷ τότε βασιλεύοντι χρώ-
μενος. Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον
τιμῶν ἐκολάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς
περὶ ἐκείνου γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα
κατέλιπε Κωνστάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ,
διαδεξάμενον δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κων-
σταντίνῳ καὶ Κώνσταντι τοῖς ἀδελφοῖς. ἐν δὲ
τοῖς κατὰ τὸν θειότατον Ἰουλιανὸν ἀκριβέστερον
ταῦτα εἴρηται. διαδεξάμενος δὲ ὁ Κωνστάντιος
τὴν βασιλείαν καὶ κληρωθεὶς ὅσα γε ἐκληρώθη,
ταῦτα δὲ ἦν τὰ ἐξ Ἰλλυριῶν εἰς τὴν ἑῴαν καθή-
κοντα, τὸν μὲν Ἀβλάβιον αὐτίκα παραλύει τῆς
ἀρχῆς, ἄλλο δὲ περὶ αὑτὸν ἑταιρικὸν συνέστησε.
καὶ ὁ μὲν Ἀβλάβιος τὰ περὶ ιθυνίαν χωρία πάλαι
παρεσκευασμένος, βασιλικάς τε καταφυγὰς καὶ
ῥᾳθυμίας ἔχοντα, διέτριβεν ἐν ἀφθόνοις, πάντων
ἀνθρώπων θαυμαζόντων ὅτι βασιλεύειν οὐ βούλεται.
ὁ δὲ Κωνστάντιος ἐγγύθεν ἐκ τῆς τοῦ πατρὸς
πόλεως ξιφηφόρους τινὰς ἐπʼ αὐτὸν ἐκπέμψας οὐκ
ὀλίγους, τοῖς μὲν πρώτοις ἐκέλευσεν ἀποδιδόναι
γράμματα. καὶ προσεκύνησάν γε αὐτόν, ὥσπερ
νομίζουσι Ῥωμαῖοι βασιλέα προσκυνεῖν, οἱ τὰ
γράμματα ἐγχειρίζοντες· καὶ ὃς μάλα σοβαρῶς
δεξάμενος τὰ γράμματα καὶ παντὸς ἀπολυθεὶς
φόβου, τήν τε ἁλουργίδα τοὺς ἐλθόντας ἀπῄτει,
βαρύτερος ἤδη γινόμενος, καὶ φοβερὸς ἦν τοῖς
ὁρωμένοις. οἱ δὲ ἔφασαν πρὸς αὐτόν, αὐτοὶ μὲν
τὰ γράμματα κομίζειν, πρὸ θυρῶν δὲ εἶναι τοὺς



ταῦτα πεπιστευμένους. καὶ ὁ μὲν ἐκείνους ἐκάλει
μέγα φρονῶν καὶ τῇ γνώμῃ διῃρμένος· οἱ δὲ
συγχωρηθέντες εἰσελθεῖν πλῆθός τε ἦσαν καὶ
ξιφηφόροι πάντες, καὶ ἀντὶ τῆς ἁλουργίδος ἐπῆγον
αὐτῷ ''τὸν πορφύρεον θάνατον,'' κρεουργηδόν,
ὥσπερ τι τῶν ἐν ταῖς εὐωχίαις ζῷον, κατακόψαν-
τες. καὶ ταύτην ἔτισε Σωπάτρῳ δίκην ὁ πάντα
εὐδαίμων Ἀβλάβιος.
ούτων δὴ οὕτω κεχωρηκότων καὶ τῆς Προνοίας
οὐκ ἀφιείσης τὸ ἀνθρώπινον, ὁ τῶν περιλειφθέντων
ἐνδοξότατος ἰδέσιος κατελίπετο. καταφυγὼν δὲ
ἐπί τινα μαντείαν διʼ εὐχῆς ᾗπερ ἐπίστευε μάλιστα
(αὕτη δὲ ἦν διʼ ὀνείρατος), ὁ μὲν θεὸς ἐφίστατο
πρὸς τὴν εὐχήν, καὶ ἔχρησεν ἐν ἑξαμέτρῳ τόνῳ
τάδε· ὁ δʼ ἀνακαλύψας ἄρτι τὰ βλέφαρα καὶ
περίφοβος ὢν ἔτι, τὸν μὲν νοῦν ἐμέμνητο τῶν
εἰρημένων, τὸ δὲ ὑπερφυὲς καὶ οὐρανόμηκες τῶν
ἐπῶν περιέφευγεν αὐτὸν καὶ διωλίσθαινε. τόν τε
οὖν παῖδα καλεῖ, τὴν ὄψιν καὶ τὸ πρόσωπον ἀπο-
σμῆσαι τῷ ὕδατι βουλόμενος, καὶ ὁ θεράπων πρὸς
αὐτὸν ἔλεγεν, ''ἀλλʼ ἡ ἀριστερά γε χεὶρ ἔξωθεν
κατάπλεως ἐστὶ γραμμάτων.'' καὶ ὃς εἶδε καὶ
τὸ πρᾶγμα θεῖον εἶναι συνεφρόνησε, καί προσκυνή-
σας τὴν ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν
χρησμὸν ἐπὶ τῆς χειρὸς γεγραμμένον. ἔστι δὲ
οὗτος·
δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται
εἵνεκα σῆς βιοτῆς. εἰ μὲν πτολίεθρʼ ἀγαπάζοις
ἄστεά τʼ αὖ φωτῶν, καί σοι κλέος ἄφθιτον ἔσται,

ἀνδρῶν ποιμαίνοντι νέων θεοείκελον ὀρμήν.
ἢν δʼ αὖ ποιμαίνῃς μήλων νομὸν ἠδʼ ἔτι ταύρων,
δὴ πότε σαυτὸν ἔελπε συνήμονα καὶ μακάρεσσιν
ἔμμεναι ἀθανάτοισι. λίνον δέ τοι ὧδε νένευκεν.
Καὶ ὁ μὲν χρησμὸς ταῦτα εἶχεν· ὁ δὲ ἐπόμενος,
ὥσπερ ἕπεσθαι χρή, πρὸς τὴν κρείττονα ὁδὸν
συνηπείγετο, καὶ χωρίδιόν τέ τι περιεσκόπει καὶ
πρὸς αἰπόλου τινὸς ἢ βοτῆρος ἑαυτὸν ἐνέτεινε βίον·
τοὺς δὲ λόγων δεομένους ἢ παιδείας διὰ τὸ προ-
κατακεχυμένον κλέος οὐκ ἐλάνθανεν, ἀλλʼ ἀνιχνεύον-
τες αὐτὸν περιεστήκεσαν, ὥσπερ κύνες ὠρυόμενοι
περὶ τὰ πρόθυρα, καὶ διασπάσεσθαι ἀπειλοῦντες,
εἰ τοσαύτην καὶ τηλικαύτην σοφίαν ἐπὶ τὰ ὅρη
καὶ τοὺς κρημνοὺς καὶ τὰ δένδρα τρέποι, καθάπερ
οὐδὲ ἄνθρωπος γεγονὼς οὐδὲ εἰδὼς τὸ ἀνθρώπινον.
τοιούτοις δὲ λόγοις τε καὶ ἔργοις ἐκβιασθεὶς εἰς
τὴν κοινὴν ὁμιλίαν, ἐπέδωκεν ἑαυτὸν φέρων τῇ
χείρονι τῶν ὀδῶν, καὶ τὴν μὲν Καππαδοκίαν ἐξ-
έλιπεν, ὐσταθίῳ παραδοὺς ἐπιμελεῖσθαι τῶν ἐκείνῃ
(καὶ κατὰ γένος οὐκ ἀφεστήκεσαν). αὐτὸς δὲ εἰς
τὴν Ἀσίαν διαβὰς, ὅλης Ἀσίας προτεινούσης
αὐτῷ χεῖρας, ἐν τῷ παλαιῷ Περγάμω καθιδρύθη,
καὶ παρʼ ἐκεῖνον μὲν Ἕλληνές τε ἐφοίτων καὶ οἱ
πρόσχωροι, καὶ ἡ δόξα τῶν ἄστρων ἔψαυεν.
Περὶ δὲ ὐσταθίου καὶ ἀσεβές ἐστι παραλιπεῖν
τὰ ἐς ἀλήθειαν φέροντα· παρὰ πάντων γὰρ συν-
ωμολογεῖτο τὸν ἄνδρα τοῦτον καὶ ὀφθῆναι εἶναι
κάλλιστον, καὶ εἰς πεῖραν λόγων ἐλθεῖν δεινότατόν,
τό τε ἐπὶ τῇ γλώσσῃ καὶ τοῖς χείλεσιν αἱμύλιον


οὐκ ἔξω γοητείας ἐδόκει. καὶ τὸ μείλιχον καὶ
ἥμερον ἐπὶ τοῖς λεγομένοις ἐπήνθει καὶ συνεξ-
εχεῖτο τοσοῦτον, ὥστε οἱ τῆς φωνῆς ἀκούσαντες
καὶ τῶν λόγων, παραδόντες αὑτούς, καθάπερ οἱ
τοῦ λωτοῦ γευσάμενοι, τῆς φωνῆς ἐξεκρέμαντο
καὶ τῶν λόγων. οὕτω δὴ πολύ τι τῶν μουσικῶν
οὐκ ἀπεῖχε Σειρήνων, ὥστε ὁ βασιλεὺς αὐτὸν
μετεκάλεσε, καί τοί γε τοῖς τῶν χριστιανῶν
ἐνεχόμενος βιβλίοις, ἐπειδὴ θόρυβος αὐτὸν κατεῖχε,
καὶ παρὰ τοῦ Περσῶν βασιλέως ἀνάγκη τις ἐπ-
έκειτο, καὶ τὴν Ἀντιόχειαν ἤδη περιειργασμένου
καὶ συντοξεύοντος, ὅς γε τὴν ἄκραν τὴν ὑπερ-
κειμένην τοῦ θεάτρου καταλαβὼν ἀδοκήτως καὶ
ἐξαπιναίως, τὸ πολὺ πλῆθος τῶν θεωμένων συν-
ετόξευσε καὶ διέφθειρε. τούτων δὲ ὀμῶς κατ-
εχόντων, οὕτως πάντες ἦσαν ᾑρημένοι καὶ κατα-
κεκηλημένοι, ὥστε μὴ κατοκνῆσαί τινα Ἕλληνα
ἄνθρωπον ἐς τὰ ὦτα τοῦ βασιλέως παραβαλεῖν·
καί τοί γε εἰώθεσαν πρότερον οἱ βασιλεύοντες
τοὺς κατὰ στρατιὰν ἐπαινουμένους ἐπὶ τὰς πρε-
σβείας χειροτονεῖν, ἤτοι γε στρατοπεδάρχας ἢ
ὅσοι γε μετʼ ἐκείνους ἐς τὸ ἄρχειν ἐξῃρημένοι·
τότε καὶ ἀνάγκης τυραννούσης, ὁ φρονιμώτατος
ἁπάντων περιεσκοπεῖτο καὶ συνωμολογεῖτο Εὐστά-
θιος. μετεκλήθη τε οὖν ἐκ τοῦ βασιλέως, καὶ
αὐτίκα παρῆν, καὶ τοσαύτη τις ἐπῆν ἀφροδίτη
τοῖς χείλεσιν, ὥστε οἱ συμβουλεύσαντες τὴν
πρεσβείαν διʼ Εὐσταθίου πεμφθῆναι, ἀξιωμάτων


τε ἔτυχον παρὰ τῷ βασιλεῖ μειζόνων, καὶ πρὸς
τὴν εὔνοιαν αὐτῶν ὁ βασιλεὺς ἐπεκλίνετο. τούτων
μὲν οὖν τινὲς αὐτῷ καὶ ἐθελονταὶ συνεξώρμησαν
ἐπὶ τὴν πρεσβείαν, μείζονα διάπειραν θέλοντες
λαβεῖν, εἰ καὶ πρὸς τοὺς βαρβάρους ἔχοι τὸ αὐτὸ
θελκτήριον ὁ ἄνθρωπος. ὡς δὲ εἰς τὴν τῶν
Περσῶν ἄφίκοντο χώραν, καί τοί γε τυραννικὸς
καὶ ἄγριός τις Σαπώρης εἶναι πρὸς τοὺς ἐσιόντας,
ἦν τε ἀληθῶς, καὶ ἐξηγγέλλετο, ἀλλʼ ὅμως ἐπεὶ
πρόσοδος ὐσταθίῳ κατὰ τὴν κοινὴν πρεσβείαν
ἐγένετο πρὸς τὸν βασιλέα, τήν τε ὑπεροψίαν τὴν
ἐν τοῖς ὄμμασι καὶ τὸ μείλιχον ἐθαύμασε, καί τοί
γε πολλὰ ἐς κατάπληξιν τοῦ ἀνδρὸς μηχανησά-
μενος. καὶ ὡς ἡμέρως καὶ ἀλύπως διαλεγομένου
τῆς φωνῆς ἤκουσε, καὶ τῶν ἐπιτρεχουσῶν κοσμίως
καὶ εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν
κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον·
ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων
εἰσεκάλει, καί, πρὸς τοῦτο ὑπακούσαντος (ἐῴκει
γὰρ εὖ πεφυκέναι πρὸς ἀρετῆς ῥοπήν), ἀπήντησεν
ἐπὶ τὴν θοίνην. καὶ ὁμοτράπεζος ἐγένετο, καὶ
κατεκράτει τῷ λόγῳ τοσοῦτον, ὥστε μικροῦ τινὸς
ἐδέησε τὸν Περσῶν βασιλέα τήν τε ὀρθὴν μετα-
βαλεῖν τιάραν καὶ τοὺς περιπορφύρους καὶ λιθο-
κολλήτους ἀποδύσαι κόσμους, καὶ τὸ τριβώνιον
ὐσταθίου μεταμφιάσασθαι· τοσαύτην τῆς τρυφῆς
ἐποιήσατο καταδρομὴν καὶ τῶν περὶ σῶμα κόσμων
καὶ εἰς τοσοῦτο κακοδαιμονίας τοὺς φιλοσω-
μάτους ἀνήγαγεν. ἀλλὰ τοῦτο μὲν ἐκώλυσαν οἱ

παρατυχόντες τῶν μάγων, γόητα εἶναι τελείως τὸν
ἄνδρα φάσκοντες, καὶ τὸν βασιλέα συμπείσαντες
ἀποκρίνασθαι τῷ βασιλεῖ Ῥωμαίων· τί δήποτε
ἄνδρας εὐτυχοῦντες τοσούτους, εἶτα πέμπουσιν
ἀνδραπόδων πλουτούντων οὐδὲν διαφέροντας; τὰ
δὲ κατὰ τὴν πρεσβείαν ἅπαντα ἦν παρʼ ἐλπίδας.
Περὶ τούτου γε τοῦ ἀνδρὸς καὶ τοιοῦτόν τι ἐς τὴν
ἐμὴν ἱστορίαν συνέπεσεν, ὡς ἅπασα μὲν ἡ Ἑλλὰς
ἰδεῖν αὐτὸν ηὔχοντο καὶ ᾔτουν τοὺς θεοὺς τὴν
ἐπιδημίαν· καὶ αἵγε μαντεῖαι τοῖς περὶ ταῦτα
δεινοῖς ἐς τοῦτο συνέβαινον. ὡς δὲ διημάρτανον,
οὐ γὰρ ἐπεδήμει, πρεσβείαν παρʼ αὐτὸν στέλ-
λουσιν οἱ Ἕλληνες, τοὺς ἄκρους ἐπὶ σοφίᾳ κατὰ
τὴν πρεσβείαν προελόμενοι. νοῦς δὲ ἦν αὐτοῖς
διαλέγεσθαι πρὸς τὸν μέγαν ὐστάθιον· τί δήποτε
ἐπὶ τοῖσδε τοῖς σημείοις τὸ ἔργον οὐκ ἀπήντησεν;
ὁ δὲ ἀκούσας, καὶ τοὺς ὀνομαστοὺς ἐπʼ ἐκείνοις
καὶ πολυυμνήτους ἀναθεωρῶν καὶ διακρίνων
ἐβασάνιζε, καὶ συνηρώτα τό τε μέγεθος καὶ τὴν
χροιὰν καὶ τὸ σχῆμα τῶν σημείων, εἶτα μειδιάσας
συνήθως πρὸς αὐτούς, ὡς ἤκουσε τὰ ὄντα (ψεῦδος
γὰρ οὐ μόνον ἔξω θείου χοροῦ, ἀλλὰ καὶ λόγου
ἴσταται), ''ἀλλὰ ταῦτά γε'' εἶπε ''τὴν ἐμὴν τήνδε
ἐπιδημίαν οὐκ ἐμαντεύετο.'' καί πού τι καὶ
παρὰ τὸ ἀνθρώπειον κατά γε ἐμὴν ἐφθέγξατο
κρίσιν· ἀπεκρίνατο γὰρ ὡς ''μικρότερα ἦν καὶ
βραδύτερα τῶν ἐμῶν καλῶν τὰ φανθέντα σημεῖα.
ὔτως ὐστάθιος ὁ τοσοῦτος Σωσιπάτρᾳ συνῴκη-


σεν, ἣ τὸν ἄνδρα τὸν ἑαυτῆς διʼ ὑπεροχὴν σοφίας
εὐτελῆ τινὰ καὶ μικρὸν ἀπέδειξε. περὶ ταύτης
δὲ ἐν ἀνδρῶν σοφῶν καταλόγοις καὶ διὰ μακροτέ-
ρων εἰπεῖν ἀρμόζει, τοσοῦτον κλέος τῆς γυναικὸς
ἐξεφοίτησεν. ἦν γὰρ ἐκ τῆς περὶ Ἐφεσον Ἀσίας,
ὅσην Κάϋστρος ποταμὸς ἐπιὼν καὶ διαρρέων
τὴν ἐπωνυμίαν ἀφʼ ἑαυτοῦ τῷ πεδίῳ δίδωσι.
πατέρων δὲ ἦν καὶ γένους εὐδαίμονός τε καὶ
ὀλβίου· παιδίον δὲ ἔτι νήπιον οὖσα, ἅπαντα ἐποίει
ὀλβιώτερα, τοσοῦτόν τι κάλλους καὶ αἰδοῦς τὴν
ἡλικίαν κατέλαμπε. καὶ ἡ μὲν εἰς πενταετῆ
συνετέλει χρόνον· ἐν δὲ τούτῳ πρεσβύται δύο
τινές (ἄμφω μὲν τὴν ἀκμὴν παρήλλαττον, ὁ δὲ
ἕτερος ἦν ἀφηλικέστερος) πήρας βαθείας ἔχοντες,
καὶ δέρματα ἐπὶ τῶν νώτων ἐνημμένοι, πρός τι
χωρίον συνωθοῦνται τῶν γονέων τῆς Σωσιπάτρας,
καὶ τὸν ἐπιτροπεύοντα συμπείθουσι (ῥᾴδιον δὲ
ἦν αὐτοῖς τοῦτο ποιεῖν) ἀμπελίων ἐπιμέλειαν
αὐτοῖς πιστεῦσαι. ὡς δὲ ὁ καρπὸς ἀπήντησε
ὑπὲρ τὴν ἐλπίδα (καὶ ὁ δεσπότης παρῆν καὶ τὸ
παιδίον ἡ Σωσιπάτρα συμπαρῆν), τὸ μὲν θαῦμα
ἄπειρον ἦν καὶ πρὸς ὑπόνοιαν ἔφερε θειασμοῦ
τινός· ὁ δὲ τοῦ χωρίου δεσπότης ὁμοτραπέζους
αὐτοὺς ἐποιήσατο καὶ πολλῆς ἐπιμελείας ἠξίου,
τοῖς συγγεωργοῦσι τὸ χωρίον καταμεμφόμενος,
ὅτι μὴ τὰ αὐτὰ πράττοιεν. οἱ δὲ πρεσβύται ξενίας
τε Ἑλληνικῆς καὶ τραπέζης τυχόντες, τοῦ δὲ
παιδίου τῆς Σωσιπάτρας τῷ τε περιττῶς καλῷ
καὶ λαμυρῷ δηχθέντες καὶ ἁλόντες, ''ἀλλʼ ἡμεῖς
γε'' ἔφασαν ''τὰ μὲν ἄλλα κρύφια καὶ ἀπόρρητα

πρὸς ἑαυτοὺς ἔχομεν, καὶ τὰ ταυτησὶ τῆς ἐπαινου-
μένης εὐοινίας ἐστὶ γέλως, καὶ παίγνιόν τι μετʼ
ὀλιγωρίας τῶν παρʼ ἡμῖν πλεονεκτημάτων. εἰ
δέ τι βούλει σοι τῆς τραπέζης ταύτης καὶ τῶν
ξενίων ἄξιον δοθῆναι παρʼ ἡμῶν οὐκ ἐν χρήμασιν
οὐδὲ ἐν ἐπικήροις καὶ διεφθαρμέναις χάρισιν, ἀλλʼ
ὅσον ὑπὲρ σέ τέ ἐστι καὶ τὸν σὸν βίον, δῶρον
οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες
παρʼ ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ
πατράσιν ἀληθεστέροις, καὶ εἴς γε πέμπτον ἔτος
μὴ νόσον περὶ τῇ παιδίσκῃ φοβηθῇς, μὴ θάνατον,
ἀλλʼ ἥσυχος ἔσο καὶ ἔμπεδος. μελέτω δέ σοι μὴ
πατῆσαι τὸ χωρίον μέχρις ἂν τὸ πέμπτον ἔτος,
περιτελλομένων τῶν ἡλιακῶν κύκλων, ἐξίκηται.
καὶ πλοῦτός τέ σοι αὐτόματος ἀπὸ τοῦ χωρίου
φύσεται καὶ ἀναθηλήσει, καὶ ἡ θυγάτηρ οὐ κατὰ
γυναῖκα καὶ ἄνθρωπον ἔσται μόνον, ἀλλὰ καὶ
αὐτὸς ὑπολήψῃ τι περὶ τῆς παιδίσκης πλέον. εἰ
μὲν οὖν ἀγαθὸν ἔχεις θυμόν, ὑπτίαις χερσὶ δέξαι
τὰ λεγόμενα· εἰ δέ τινας ὑπονοίας ἀνακινεῖς,
οὐδὲν ἡμῖν εἴρηται.'' πρὸς ταῦτα τὴν γλῶτταν
ἐνδακὼν καὶ πτήξας ὁ πατήρ, τὸ παιδίον ἐγχειρίζει
καὶ παραδίδωσι, καί, τὸν οἰκονόμον μετακαλέσας,
''χορήγει'' πρὸς αὐτὸν εἶπεν ''ὅσα οἱ πρεσβύται
βούλονται, καὶ πολυπραγμόνει μηδέν.'' ταῦτα
δὲ εἰπών, οὔπω δὲ ἕως ὑπέφαινεν, ἐξῇει καθάπερ
φεύγων καὶ τὴν θυγατέρα καὶ τὸ χωρίον.
Οἱ δὲ παραλαβόντες τὸ παιδίον (εἴτε ἥρωες,
εἴτε δαίμονες, εἴτε τι θειότερον ἦσαν γένος), τίσι


μὲν συνετέλουν αὐτὴν μυστηρίοις ἐγίνωσκεν οὐδὲ
εἷς, καὶ πρὸς τί τὴν παῖδα ἐξεθείαζον ἀφανὲς ἦν
καὶ τοῖς πάνυ βουλομένοις εἰδέναι. ὁ δὲ χρόνος
ἤδη προσῄει, καὶ τά τε ἄλλα πάντα συνέτρεχε
προσόδων πέρι τοῦ χωρίου, καὶ ὁ πατὴρ τῆς
παιδὸς παρῆν εἰς τὸν ἀγρόν, καὶ οὔτε τὸ μέγεθος
ἐπέγνω τῆς παιδός, τό τε κάλλος ἑτεροῖον αὐτῷ
κατεφαίνετο· τὸν δὲ πατέρα σχεδόν τι καὶ ἡγνόει.
ὁ δὲ καὶ προσεκύνησεν αὐτήν, οὕτως ἄλλην τινὰ
ὀρᾷν ἔδοξεν. ὡς δὲ οἵ τε διδάσκαλοι παρῆσαν καὶ
ἡ τράπεζα προὔκειτο, οἱ μὲν ἔφασαν· ''ἐρώτα ὅ
τι βούλει τὴν παρθένον.'' ἡ δὲ ὑπέλαβεν ''ἀλλὰ
ἐρώτησόν γε, πάτερ, τί σοι πέπρακται κατὰ τὴν
ὁδόν.'' τοῦ δὲ εἰπεῖν ἐπιτρέψαντος (διὰ δὲ εὐ-
δαιμονίαν ἐπὶ τετρακύκλου ὀχήματος ἐφέρετο·
συμβαίνει δὲ πολλὰ ἐπὶ τοῖς τοιούτοις ὀχήμασι
πάθη), πάντα οὕτως ἐξήγγειλε φωνάς τε καὶ
ἀπειλὰς καὶ φόβους, ὥσπερ αὐτὴ συνηνιοχοῦσα·
καὶ εἰς τοσόνδε προῄει θαύματος ὁ πατήρ, ὥστε
ουκ ἐθαύμαζεν, ἀλλὰ κατεπλήττετο, καὶ θεὸν
εἶναι τὴν παῖδα ἐπέπειστο. προσπεσὼν δὲ τοῖς
ἀνδράσιν, ἱκέτευεν εἰπεῖν οἴτινες εἶεν· οἱ δὲ
μόλις καὶ βραδέως (δόξαν δὲ ἴσως οὕτω καὶ θεῷ)
παρέφηναν εἶναι τῆς Χαλδαϊκῆς καλουμένης σο-
φίας οὐκ ἀμύητοι, καὶ τοῦτο διʼ αἰνίγματος καὶ
κάτω νεύοντες. ὡς δὲ ὁ τῆς Σωσιπάτρας πατὴρ
προσπεσὼν τοῖς γόνασιν ἱκέτευε, δεσπότας εἶναι
τοῦ χωρίου παρακαλῶν, καὶ τὴν παῖδα ἔχειν ὑφ’

“ἑαυτοῖς καὶ μυεῖν εἰς τὸ τελεώτερον, οἱ μὲν ἐπινεύ-
σαντες ὅτι οὕτω ποιήσουσιν, οὐκέτι ἐφθέγξαντο·
ὁ δὲ ὥσπερ ἔχων ὑπόσχεσίν τινα ἢ χρῃομόν,
ἐθάρσει καθʼ ἑαυτόν, καὶ πρὸς τὸ χρῆμα ήπόρει·
καὶ ὑπερεπήνει γε τὸν ῦμηρον κατὰ ψυχήν, ὡς
ὑπερφυές τι χρῆμα καὶ δαιμόνιον τοῦτο ἀνυμνή-
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας.
καὶ γὰρ αὐτὸς ὥετο ξένοις μὲν ἀνδράσι, θεοῖς δὲ
συντετυχηκέναι. καὶ ὁ μὲν τοῦ πράγματος ἐμ-
πιμπλάμενος ὕπνῳ κατείχετο, οἱ δὲ ἀποχωρήσαντες
τοῦ δείπνου καὶ τὴν παῖδα παραλαβόντες, τήν τε
στολὴν τῆς ἐσθῆτος ἐν ῇ τετέλεστο μάλα φιλοφρόνως
αὐτῇ καὶ συνεσπουδασμένως παρέδοσαν, καὶ ἄλλα.
τινὰ προσθέντες ὅργανα, καὶ τὴν κοιτίδα τῇ,
Σωσιπάτρᾳ κατασημήνασθαι κελεύσαντες, προ-
εμβαλόντες τινα βιβλίδια. καὶ ἡ μὲν ὑπερ-
εγάννυτο τοὺς ἄνδρας τοῦ πατρὸς οὐκ ἔλαττον.
ὡς δὲ ἔως ὑπέφαινε καὶ ἀνεώγνυντο θύραι, καὶ
πρὸς ἔργα ἐχώρουν ἄνθρωποι, κἀκεῖνοι τοῖς ἄλλοις
συνεξέβησαν κατὰ τὸ εἰωθός. ἡ μὲν παῖς παρὰ
τὸν πατέρα ἔδραμεν εὐαγγέια φέρουσα, καὶ τὴν
κοιτίδα τῶν τις θεραπευτήρων ἐκόμιζεν· ὁ δὲʼ
πλοῦτόν τε ὅν εἶχε ἐς τὸ παρατυχόν, καὶ παρὰ
τῶν οἰκονόμων ὅσον ἦν ἀναγκαῖον αὐτοῖς αἰτήσας,
μετεκάλει τοὺς ἄνδρας· οἱ δὲ ἐφάνησαν οὐδαμοῦ.
καὶ πρὸς τὴν Σωσιπάτραν εἶπε· ''τἱ δὴ τοῦτό
ἐστιν, εὥ τέκνον;'' ἡ δὲ ἐπισχοῦσα μικρόν, ''ἀλλὰ




νῦν γε'' ἔφη ''συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα
ἐμοὶ δακρύοντες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ
τέκνον· ἡμεῖς γὰρ ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν
ἐνεχθέντες, αὐτίκα ἐπανήξομεν.'' τοῦτο συμ-
φανέστατα δαίμονας εἶναι τοὺς φανέντας ἀπήλεγξε.
καὶ οἱ μὲν ἀπιόντες ὄχοντο ὀποιδήποτε καὶ
ἀπῄεσαν· ὁ δὲ πατὴρ τὴν παῖδα παραλαβὼν
τεθειασμένην καὶ σωφρόνως ἐνθουσιῶσαν, συνε-
χώρει τε ζῇν ὅπως βούλεται, καὶ περιειργάζετο
τῶν κατʼ ἐκείνην οὐδέν, πλὴν ὅσα γε πρὸς τὴν
σιωπὴν αὐτῆς ἐδυσχέραινεν. ἡ δὲ προϊοῦσα εἰς
μέτρον ἀκμῆς, διδασκάλων τε ἄλλων οὐ τυχοῦσα,
τά τε τῶν ποιητῶν βιβλία διὰ στόματος εἶχε καὶ
φιλοσόφων καὶ ῥητόρων, καὶ ὅσα γε τοῖς πεπο-
νηκόσι καὶ τεταλαιπωρημένοις μόλις ὑπῆρχε καὶ
άμυδρῶς εἰδέναι, ταῦτα ἐκείνη μετʼ ὀλιγωρίας
ἔφραζεν, εὐκόλως καὶ ἀλύπως εἰς τὸ σαφὲς ἐπιτρέ-
χουσα. ἔδοξε γοῦν αὐτῇ καὶ ἀνδρὶ συνελθεῖν.
καὶ ἀναμφίλεκτον ἦν ὅτι ἐξ ἁπάντων ἀνδρῶν
μόνος ὐστάθιος ἄξιος ἦν τοῦ γάμου. ἡ δὲ πρὸς
Εὐστάθιον καὶ τοὺς παρόντας εἰποῦσα· ''ἀλλʼ
ἄκουε μὲν σύ, Εὐστάθιε, συμμαρτυρούντων δὲ οἱ
παρόντες. παῖδας μὲν ὑπὸ σοὶ τέξομαι τρεῖς,
πάντες δὲ τὸ ἀνθρώπινον δοκοῦν ἀγαθὸν ἀτυχήσουσι,
πρὸς τὸ θεῖον δὲ οὐδὲ εἷς. καὶ σὺ δὲ προαπολείψεις
ἐμέ, καλὴν μεταλαχὼν λῆξιν καὶ πρέπουσαν, ἐγὼ
δὲ ἴσως κρείσσονα. σοὶ μὲν γὰρ περὶ σελήνην ἡ
χορεία, καὶ οὐκέτι λατρεύσεις καὶ φιλοσοφήσεις


τὸ πέμπτον, οὕτω γάρ μοί φησι τὸ σὸν εἴδωλον,
ἀλλὰ καὶ τὸν ὑπὸ σελήνην παρελεύσῃ τόπον σὺν
ἀγαθῇ καὶ εὐηνίῳ φορᾷ· ἐγὼ δὲ καὶ ἐβουλόμην
μὲν εἰπεῖν τὰ κατʼ ἐμαυτήν,'' εἶτα ἐπισιωπήσασα
τῷ λόγῳ βραχύν τινα χρόνον, ''ἀλλʼ ὁ ἐμός,''
ἀνεφθέγξατο, ''θεός με κωλύει.'' ταῦτα εἰποῦσα,
Μοῖραι γὰρ οὕτως ἔνευον, τῷ τε Εὐσταθίῳ
συνῆλθε, καὶ τὰ λεχθέντα οὐδὲν διέφερε τῶν
ἀκινήτων μαντειῶν, οὕτω πανταχόσε ἐγένετο καὶ
ἀπέβη καθάπερ ἦν εἰρημένα.
Προσιστορῆσαι δὲ τοῖς γεγενημένοις τάδε ἀναγ-
καίως εἴη· Σωσιπάτρα, μετὰ τὴν ἀποχώρησιν
ὐσταθίου, πρὸς τὰ αὑτῆς ἐπανελθοῦσα κτήματα,
περὶ τὴν Ἀσίαν καὶ τὸ παλαιὸν Πέργαμον διέτριβε·
καὶ ὁ μέγας Αἰδέσιος θεραπεύων αὐτὴν ἠγάπα,
καὶ τοὺς παῖδας ἐξεπαίδευε. καὶ ἀντεκάθητό
γε αὐτῷ φιλοσοφοῦσα κατὰ τὴν ἑαυτῆς οἰκίαν ἡ
Σωσιπάτρα, καί, μετὰ τὴν Αἰδεσίου συνουσίαν,
παρʼ ἐκείνην φοιτῶντες, οὐκ ἔστιν ὅστις τὴν μὲν
ἐν λόγοις ἀκρίβειαν Αἰδεσίου οὐ ὑπερηγάπα καὶ
συνεθαύμαζε, τὸν δὲ τῆς γυναικὸς ἐνθουσιασμὸν
προσεκύνει καὶ ἐσεβάζετο.
Φιλομήτωρ γοῦν τις αὐτῆς ἀνεφιὸς ὤν, τοῦ
τε κάλλους ἡττηθεὶς καὶ τῶν λόγων, εἰς ἔρωτα
ἀφίκετο, καὶ τὴν γυναῖκα εἰδὼς θειοτέραν· ἔρως
δὲ καὶ συνηνάγκαζε καὶ κατεβιάζετο. καὶ ὁ
μὲν ἀμφὶ ταῦτα ἦν πολύς, καὶ ἡ γυνὴ συν-
ῃσθάνετο τῆς πείρας· καὶ πρὸς τὸν Μάξιμον.
οὗτος δὲ ἀνὰ τὰ πρῶτα τῆς ὁμιλίας ἐφέρετο
τοῦ Αἰδεσίου, καὶ οὐδὲ συγγενείας κεχώριστο·
“ἀλλὰ κατάμαθέ γε, ὦ Μάξιμε, ἵνα μὴ πράγ-


ματα ἐγὼ ἔχω, τί τὸ περὶ ἐμὲ πάθος ἐστί.''
τοῦ δὲ ὑπολαβόντος· ''τί γάρ ἐστι τὸ πάθος;''
''ἂν μὲν παρῇ Φιλομήτωρ,'' ἔφη πρὸς αὐτόν
''Φιλομήτωρ γέ ἐστι, καὶ διαφέρει τῶν πολλῶν
οὐδὲ ἕν· ἂν δὲ ἄποχωροῦντα θεάσωμαι, δά-
κνεταί μου καὶ στρέφεταί πως πρὸς τὴν ἔξοδον
ἔνδον ἡ καρδία. ἀλλʼ ὅπως ἀθλήσῃς περὶ ἐμοὶ
καὶ θεοφιλὲς ἐπιδείξῃ τι,'' προσέθηκεν. καὶ ὁ
μὲν Μάξιμος ἐξῄει τοιαῦτα ἀκηκοώς, ὑπέρογκος
ὤν, ὡς ἄν ἤδη τοῖς θεοῖς ὁμιλῶν, ὅτι ὑπὸ τοσαύτης
γυναικὸς τοιαῦτα ἐπεπίστευτο. Φιλομήτωρ δὲ
τοῖς προτεθεῖσιν ἐνέκειτο. άξιμος δὲ ἀντεν-
έκειτο, διὰ σοφίας μὲν θυτικῆς καταμαθὼν ᾧτινι
κέχρηται, βιαιοτέρῳ τε καὶ δυνατωτέρῳ καταλῦσαι
τὸ ἔλαττον. καὶ ὁ μὲν ταῦτα συντελέσας ὁ άξι-
μος ἔδραμε παρὰ τὴν Σωσιπάτραν, καὶ παρα-
φυλάττειν ἠξίου μάλα ἀκριβῶς, εἰ τὸ αὐτὸ τοῦ
λοιποῦ πείσεται· ἡ δὲ οὐκέτι πάσχειν ἔφη, καὶ
τήν γε εὐχὴν ἀπήγγειλε τῷ αξίμῳ καὶ τὴν
ἅπασαν πρᾶξιν, καὶ τήν γε ὥραν προσέθηκεν,
ὥσπερ συμπαροῦσα, καθʼ ἥν ταῦτα ἔπραττεν,
καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόν-
τος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι
τὴν Σωσιπάτραν ὁμολογοῦντος, ''ἀνίστω'' φησίν
''ὦ τέκνον· θεοί σε φιλοῦσιν, ἐὰν σὺ πρὸς ἐκείνους
βλέπῃς καὶ μὴ ῥέπῃς ἐπὶ τὰ γήϊνα καὶ ἐπίκηρα
χρήματα.'' καὶ ὁ μὲν ταῦτα ἀκούσας, ἐξῄει
μεγαλαυχότερος γεγονώς, ὡς καὶ τῆς κατὰ τὴν
γυναῖκα θειότητός γε ἀσφαλῶς πεπειραμένος.
ὁ δὲ Φιλομήτωρ φαιδρὸς ἀπήντα περὶ θύρας αὐτῷ

μετὰ πολλῶν ἑταίρων εἰσιών· ὁ δὲ πόρρωθεν
μέγα φθεγξάμενος εἶπεν ὁ Μάξιμος· ''τοὺς θεούς
σοι, Φιλομήτωρʼ' εἶπεν ''ἑταῖρε, παῦσαι μάτην
κατακαίων τὰ ξύλα.'' συνεωρακώς τι τοιοῦτον
ἴσως αὐτῷ περὶ ἅ κακουργῶν ἔπραττε. καὶ ὁ
μὲν τὸν Μάξιμον ὑπερευλαβηθεὶς θεὸν ᾠήθη,
καὶ τῆς γε ἐπιβουλῆς ἐπαύσατο, καταγελάσας
τῆς προθέσεως ὅ τι καὶ ἐνεχείρησεν· ἡ δὲ Σωσι-
πάτρα γνησίως καὶ διαφερόντως ἑώρα τοῦ λοιποῦ
τὸν Φιλομήτορα, θαυμάζουσα αὐτὸν ὅτι αὐτὴν
ἐθαύμασε. ποτὲ γοῦν συνεληλυθότων ἁπάντων παρʼ
αὐτῇ Φιλομήτωρ δὲ οὐ παρῆν, ἀλλʼ ἐν ἀγρῷ
διέτριβεν, ἡ μὲν πρόθεσις ἦν καὶ τὸ ζήτημα περὶ
φυχῆς· πολλῶν δὲ κινουμένων λόγων, ὡς ἤρξατο
Σωσιπάτρα λέγειν, κατὰ μικρὸν ταῖς ἀποδείξεσι
διαλύουσα τὰ προβαλλόμενα, εἶτα εἰς τὸν περὶ
καθόδου ψυχῆς καὶ τί τὸ κολαζόμενον καὶ τί τὸ
ἀθάνατον αὐτῆς ἐμπίπτουσα λόγον, μεταξὺ τοῦ
κορυβαντιασμοῦ καὶ τῆς ἐκβακχεύσεως, ὥσπερ
ἀποκοπεῖσα τὴν φωνήν, ἐσιώπησε, καὶ βραχὺν
ἐλλιποῦσα χρόνον, ''τί τοῦτο;'' ἀνεβόησεν εἰς
μέσους· ''ὁ συγγενὴς Φιλομήτωρ φερόμενος ἐπʼ
ὀχήματος, τό τε ὄχημα κατά τινα δυσχωρίαν
περιτέτραπται, κἀκεῖνος κινδυνεύει περὶ τὼ σκέλη·
ἀλλʼ ἐξῃρήκασί γε αὐτὸν οἱ θεράποντες ὑγιαίνοντα,
πλὴν ὅσα περὶ τοῖς ἀγκῶσι καὶ χερσὶ τραύματα
εἴληφε, καὶ ταῦτά γε ἀκίνδυνα· ἐπὶ φορείου δὲ
φέρεται ποτνιώμενος.'' ταῦτα ἔλεγε καὶ εἶχεν
οὕτως, καὶ πάντες ᾔδεσαν ὅτι πανταχοῦ εἴη
Σωσιπάτρα, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις,
ὥσπερ οἱ φιλόσοφοι περὶ τῶν θεῶν λέγουαι. καὶ
ἐτελεύτα δὲ ἐπὶ τοῖς τρισὶ παισί. καὶ τῶν μὲν
δύο τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν. Ἀντωνῖνος
δὲ ἦν ἄξιος τῶν πατέρων, ὅς γε τὸ Κανωβικὸν τοῦ
είλου καταλαβὼν στόμα, καὶ τοῖς ἐκεῖ τελου-
μένοις προσθεὶς ὅλον ἑαυτόν, τήν τε ἀπὸ τῆς
μητρὸς πρόρρησιν ἐξεβιάζετο. καὶ ἡ νεότης τῶν
ὑγιαινόντων τὰς ψυχὰς καὶ φιλοσοφίας ἐπιθυμούν-
των ἐφοίτων πρὸς αὐτόν, καὶ τὸ ἱερὸν νεανίσκων
ἱερέων μεστὸν ἦν. αὐτὸς μὲν οὖν ἔτι ἄνθρωπος
εἶναι δοκῶν καὶ ἀνθρώποις ὁμιλῶν, πᾶσι τοῖς
ὁμιληταῖς προὔλεγεν, ὡς μετʼ ἐκεῖνον οὐκ ἔτι τὸ
ἱερὸν ἔσοιτο, ἀλλὰ καὶ τὰ μεγάλα καὶ ἅγια τοῦ
Σαράπιδος ἱερὰ πρὸς τὸ σκοτοειδὲς καὶ ἄμορφον
χωρήσει καὶ μεταβληθήσεται, καί τι μυθῶδες καὶ
ἀειδὲς σκότος τυραννήσει τὰ ἐπὶ γῆς κάλλιστα.
ὁ δὲ χρόνος ἀπήλεγξεν ἅπαντα, καὶ τὸ πρᾶγμά γε
εἰς χρησμοῦ συνετελέσθη βίαν.
ούτου δὲ τοῦ γένους, οὐ γὰρ τὰς Ἡσιόδου
καλουμένας Ἠοίας ἔσπευδον γράφειν, ἀπόρροιαί
τινες, ὥσπερ ἀστέρων περιελείφθησαν, καὶ εἰς
φιλοσοφούντων ἕτερα ἄττα γένη διεσπάρησαν καὶ
κατενεμήθησαν, οἷς τοῦ φιλοσοφεῖν ἡ συγγένεια
κέρδος ἦν. τὰ πλεῖστα δὲ ἐν δικαστηρίοις, ὥσπερ
ο Σωκράτης περὶ τὴν τοῦ βασιλέως στοάν, ἐκιν-
δύνευον· οὕτω περιεφρόνησαν χρήματα καὶ κατε-
στύγησαν χρυσίον. ἦν γοῦν αὐτοῖς φιλοσοφία, τὸ


τριβώνιον καὶ τὸ μεμνῆσθαι τῆς Σωσιπάτρας,
καὶ τὸν ὐστάθιον διὰ στόματος φέρειν, τὰ δὲ ἐν
τοῖς ὁρωμένοις σακκία τε ἁδρὰ καὶ ὑπόμεστα
βιβλιδίων, καὶ ταῦτα ὡς ἂν ἄχθος εἶναι καμήλων
πολλῶν. καὶ ἐξηπίσταντό γε πάνυ ἀκριβῶς τὰ
βιβλία· καὶ ταῦτά γε ἦν εἰς οὐδένα φέροντα τῶν
παλαιῶν φιλοσόφων, ἀλλὰ διαθῆκαί τε καὶ ἀντί-
γραφα τούτων, καὶ συμβόλαια περὶ πράσεων,
καὶ ὅσα ὁ κακοδαίμων καὶ ὁ πρὸς τὴν πλανωμένην
καὶ ἄτακτον ἄτην ἐπικλίνων βίος ἐπαινεῖν εἴωθεν.
οὕτως οὐδὲ ἐν τοῖς μετὰ ταῦτα Σωσιπάτρα ἐς
τὸν χρησμὸν ἀπετύγχανε, καὶ τούτων γε τὰ
ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ
ἐπὶ τοὺς φαύλους ἀλλʼ ἐπὶ τοὺς ἀγαθοὺς φέρειν
συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων
( Ἀντωνῖνος ὄνομα ἦν αὐτῷ, οὗ καὶ πρὸ βραχέος
ἐπεμνήσθην, ὁ διαβαλὼν ἐς τὴν Ἀλεξάνδρειαν,
εἶτα τὸ Κανωβικὸν θαυμάσας τε καὶ ὑπεραγα-
σθεὶς τοῦ εἰλου στόμα, καὶ τοῖς ἐκείνῃ θεοῖς τε
καὶ ἀρρήτοις ἱεροῖς ἀναθεὶς καὶ προσαρμόσας
ἑαυτόν) ταχὺ μάλα πρὸς τὴν τοῦ θείου συγγένειαν
ἐπέδωκε, σώματός τε περιφρονήσας καὶ τῶν
περὶ τοῦτο ἡδονῶν ἀπολυθείς, σοφίαν τε ἄγνωστον
τοῖς πολλοῖς ἐπιτηδεύσας· περὶ οὗ προσῆκε καὶ
διὰ μακροτέρων εἰπεῖν. ἐπεδείκνυτο μὲν γὰρ
οὐδὲν θεουργὸν καὶ παράλογον ἐς τὴν φαινομένην
αἴσθησιν, τὰς βασιλικὰς ἴσως ὁρμὰς ὑφορώμενος
ἑτέρωσε φερούσας· τοῦ δὲ τὴν καρτερίαν καὶ τὸ
ἄκαμπτον καὶ ἀμετάστατον ἐθαύμαζον ἅπαντες.
καὶ κατῄεσάν γε παρʼ αὐτὸν ἐπὶ θάλασσαν οἱ


κατὰ τὴν Ἀλεξάνδρειαν τότε σχολάζοντες, ἡ δὲ
Ἀλεξάνδρεια διά γε τὸ τοῦ Σαράπιδος ἱερὸν ἱερά
τις ἦν οἰκουμένη· οἱ γοῦν πανταχόθεν φοιτῶντες
ἐς αὐτὴν πλῆθός τε ἦσαν τῷ δήμῳ παρισούμενοι,
καί, μετὰ τὰς θεραπείας τοῦ θείου, παρὰ τὸν
Ἀντωνῖνον ἔτρεχον, οἱ μὲν διὰ γῆς, ὅσοι γε
ἔτρεχον, τοῖς δὲ ἐξήρκει τὰ ποτάμια πλοῖα, μετὰ
ῥᾳστώνης ἐπὶ τὴν σπουδὴν ὑποφέροντες. συνου-
σίας δὲ ἀξιωθέντες, οἱ μὲν λογικὸν πρόβλημα
προθέμενοι, ἀφθόνως καὶ αὐθωρὸν τῆς Πλατωνικῆς
ἐνεφοροῦντο σοφίας, οἱ δὲ τῶν θειοτέρων τι
προβάλλοντες, ἀνδριάντι συνετύγχανον· οὐκοῦν
ἐφθέγγετο πρὸς αὐτῶν οὐδένα, ἀλλὰ τὰ ὄμματα
στήσας καὶ διαθρήσας εἰς τὸν οὐρανόν, ἄναυδος
ἔκειτο καὶ ἄτεγκτος, οὐδέ τις εἶδεν αὐτὸν περὶ τῶν
τοιούτων ῥᾳδίως εἰς ὁμιλίαν ἐλθόντα ἀνθρώπων.
Ὅτι δὲ ἦν τι θειότερον τὸ κατʼ αὐτόν, οὐκ εἰς
μακρὰν ἀπεσημάνθη· οὐ γὰρ ἔφθανεν ἐκεῖνος ἐξ
ἀνθρώπων ἀπιών, καὶ ἥ τε θεραπεία τῶν κατὰ
τὴν Ἀλεξάνδρειαν καὶ τὸ Σαραπεῖον ἱερῶν δι-
εσκεδάννυτο· οὐχ ἡ θεραπεία μόνον, ἀλλὰ καὶ τὰ
οἰκοδομήματα, καὶ πάντα ἐγίνετο καθάπερ ἐν
ποιητικοῖς μύθοις, τῶν Γιγάντων κεκρατηκότων.
καὶ τὰ περὶ τὸν Κάνωβον ἱερὰ ταὐτὸ τοῦτο ἔπασχον,
Θεοδοσίου μὲν τότε βασιλεύοντος, Θεοφίλου δὲ
προστατοῦντος τῶν ἐναγῶν, ἀνθρώπου τινὸς
ὐρυμέδοντος
ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν,


ὐαγρίου δὲ τὴν πολιτικὴν ἀρχὴν ἄρχοντος,
Ῥωμανοῦ δὲ τοὺς κατʼ Αἴγυπτον στρατιώτας
πεπιστευμένου· οἵτινες, ἅμα φραξάμενοι κατὰ
τῶν ἱερῶν καθάπερ κατὰ λίθων καὶ λιθοξόων
θυμόν, ἐπὶ ταῦτα ἁλλόμενοι, πολέμου δὲ μήτε
ἀκοὴν ὑφιστάμενοι, τῷ τε Σαραπείῳ κατελυ-
μήναντο καὶ τοῖς ἀναθήμασιν ἐπολέμησαν, ἀν-
ανταγώνιστον καὶ ἄμαχον νίκην νικήσαντες. τοῖς
γοῦν ἀνδριάσι καὶ ἀναθήμασιν ἐς τοσόνδε γενναίως
ἐμαχέσαντο, ὥστε οὐ μόνον ἐνίκων αὐτά, ἀλλὰ
καὶ ἔκλεπτον, καὶ τάξις ἦν αὐτοῖς πολεμικὴ τὸν
ὑφελόμενον λαθεῖν. τοῦ δὲ Σαραπείου μόνον τὸ
ἔδαφος οὐχ ὑφείλοντο διὰ βάρος τῶν λίθων, οὐ
γὰρ ἦσαν εὐμετακίνητοι· συγχέαντες δὲ ἅπαντα
καὶ ταράξαντες, οἱ πολεμικώτατοι καὶ γενναῖοι,
καὶ τὰς χεῖρας ἀναιμάκτους μέν, οὐκ ἀφιλο-
χρημάτους δὲ προτείναντες, τούς τε θεοὺς ἔφασαν
νενικηκέναι, καὶ τὴν ἱεροσυλίαν καὶ τὴν ἀσέβειαν
εἰς ἔπαινον σφῶν αὐτῶν κατελογίζοντο.
Εἶτα ἐπεισῆγον τοῖς ἱεροῖς τόποις τοὺς καλου-
μένους μοναχούς, ἀνθρώπους μὲν κατὰ τὸ εἶδος, ὁ
δὲ βίος αὐτοῖς συώδης, καὶ ἐς τὸ ἐμφανὲς ἔπασχόν
τε καὶ ἐποίουν μυρία κακὰ καὶ ἄφραστα. ἀλλʼ
ὅμως τοῦτο μὲν εὐσεβὲς ἐδόκει, τὸ καταφρονεῖν
τοῦ θείου· τυραννικὴν γὰρ εἶχεν ἐξουσίαν τότε
πᾶς ἄνθρωπος μέλαιναν φορῶν ἐσθῆτα, καὶ δημο-
σίᾳ βουλόμενος ἀαχημονεῖν· ἐς τοσόνδε ἀρετῆς
ἤλασε τὸ ἀνθρώπινον. ἀλλὰ περὶ τούτων μὲν
καὶ ἐν τοῖς καθολικοῖς τῆς ἱστορίας συγγράμ-

μασιν εἴρηται. τοὺς δὲ μοναχοὺς τούτους καὶ
εἰς τὸν Κάνωβον καθίδρυσαν, ἀντὶ τῶν ὄντων
θεῶν εἰς ἀνδραπόδων θεραπείας, καὶ οὐδὲ χρηστῶν,
καταδήσαντες τὸ ἀνθρώπινον. ὀστέα γὰρ καὶ
κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλω-
κότων συναλίζοντες, οὕς τὸ πολιτικὸν ἐκόλαζε
δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ προσ-
εκαινδούντο τοῖς μνήμασι, καὶ κρείττους ὐπελάμ-
βανον εἶναι μολυνόμενοι πρὸς τοῖς τάφοις. μάρ-
τυρες γοῦν ἐκαλοῦντο καὶ διάκονοί τινες καὶ πρέ-
σβεις τῶν αἰτήσεων παρὰ τῶν θεῶν, ἀνδράποδα
δεδουλευκότα κακῶς, καὶ μάστιξι καταδεδαπανη-
μένα, καὶ τὰς τῆς μοχθηρίας ὠτειλὰς ἐν τοῖς
εἰδώλοις φέροντα ἀλλʼ ὅμως ἡ γῆ φέρει τούτους
τοὺς θεούς. τοῦτο γοῦν εἰς μεγάλην πρόνοιαν καὶ
Ἀντωνίνου συνετέλεσεν, ὅτι πρὸς ἅπαντας ἔφασκεν
τὰ ἱερὰ τάφους γενήσεσθαι· ὥσπερ που καὶ
Ἰάμβλιχος ὁ μέγας (ὄπερ ἐν τοῖς κατʼ ἐκεῖνον
παραλελοίπαμεν), ἀνδρός τινος ἰγυπτίου τὸν
Ἀπόλλω καλέσαντος, τοῦ δὲ ἐλθόντος, καὶ κατα-
πλαγέντων τὴν ὄψιν τῶν παρόντων, ''παύσασθε,''
ἔφη ''ἑταῖροι, θαυμάζοντες· μονομαχήσαντος γὰρ
ἀνδρός ἐστιν εἴδωλον'' οὕτως ἕτερόν τί ἐστι τῷ
νῷ θεωρεῖν καὶ τοῖς τοῦ σώματος ἀπατηλοῖς
ὄμμασιν. ἀλλʼ Ἰάμβλιχος μὲν τὰ παρόντα δεινὰ
εἶδεν Ἀντωνῖνος δὲ τὰ μέλλοντα προεῖδε· καὶ
τοῦτό γε αὐτοῦ μόνον εὐσθένειαν φέρει. ἄλυπον
δὲ αὐτῷ τὸ τέλος εἰς γῆρας ἄνοσον άφικομένῳ


καὶ βαθύ. καὶ λυπηρὸν τοῖς νοῦν ἔχουσι τὸ
προεγνωσμένον ἐκείνῳ τῶν ἱερῶν τέλος.
Μαξίμου καὶ πρότερον ἐμνήσθημεν, καὶ ὁ ταῦτα
γράφων οὐκ ἦν ἀθέατος τοῦ ἀνδρός, ἀλλὰ νέος
ἔτι γηραιῷ συνετύγχανε καὶ φωνῆς τε ἤκουσεν,
οἵας ἄν τις ἤκουσε τῆς Ὁμηρικῆς Ἀθηνᾶς ἢ τοῦ
Ἀπόλλωνος. τῷ δὲ καὶ πτηνοὶ μέν τινες ἦσαν αἱ
τῶν ὀμμάτων κόραι, πολιὸν δὲ καθεῖτο γένειον,
τὰς δὲ ὁρμὰς τῆς ψυχῆς διεδήλου τὰ ὄμματα.
καὶ ἁρμονία γέ τις ἐπῆν καὶ ἀκούοντι καὶ ὁρῶντι,
καὶ διʼ ἀμφοῖν τῶν αἰσθήσεων ὁ συνὼν ἐπλήττετο,
οὔτε τὴν ὀξυκινησίαν φέρων τῶν ὀμμάτων, οὔτε
τὸν δρόμον τῶν λόγων. ἀλλʼ οὐδὲ εἴ τις τῶν
ἐμπειροτάτων πάνυ καὶ δεινῶν διελέγετο πρὸς
αὐτόν, ἀντιλέγειν ἐτόλμα, ἀλλʼ ἡσυχῆ παραδόντες
αὑτούς, τοῖς λεγομένοις ὥσπερ ἐκ τριπόδων
εἵποντο· τοσαύτη τις ἀφροδίτη τοῖς χείλεσιν ἐπ-
εκάθητο. ἦν μὲν οὖν τῶν εὔ γεγονότων, καὶ
πλοῦτος ἀδρότερος ὑπῆν αὐτῷ, ἀδελφοὺς δὲ εἶχε
γνησίους, οὔς ἐκώλυεν εἶναι πρώτους αὐτὸς ὥν,
Κλαυδιανόν τε τὸν καταλαβόντα τὴν Ἀλεξ-
άνδρειαν κάκεῖ παιδεύσαντα, καὶ υμφιδιανὸν τὸν
ἐν Σμύρνῃ περιφανῶς σοφιστεύσαντα.
Ἦν δὲ ὁ ἀνὴρ οὗτος τῶν διαπλησθέντων τῆς
Αἰδεσίου σοφίας. Ἰουλιανοῦ δὲ τοῦ βασιλεύσαν-
τος ἡξιώθη γενέσθαι διδάσκαλος. οὗτος , πάντων
ἀνῃρημένων ὑπὸ τοῦ Κωνσταντίου (ταῦτα δὲ ἐν
τοῖς κατὰ Ἰουλιανὸν ἀκριβέστερον γέγραπται),
καὶ ψιλωθέντος τοῦ γένους, περιελείφθη μόνος,
διʼ ἡλικίαν περιφρονηθεὶς καὶ πρᾳότητα. εὐ-
νοῦχοι δὲ ὅμως αὐτὸν ἀμφεπόλευον βασιλικοὶ καὶ
παραφυλακαί τινες ἦσαν, ὅπως εἴη χριστιανὸς
βέβαιος· ὁ δὲ καὶ πρὸς ταῦτα τὸ μέγεθος τῆς
φύσεως ἐπεδείκνυτο. πάντα γοῦν οὕτω διὰ στό-
ματος εἶχε τὰ βιβλία, ὥστε ἡγανάκτουν ἐκεῖνοι
πρὸς τὴν βραχύτητα τῆς παιδείας, ὡς οὐκ ἔχοντες
ὅ τι διδάξουσι τὸ παιδίον. ὡς δὲ οὔτε ἐκεῖνοι
παιδεύειν εἶχον, οὔτε Ἰουλιανὸς μανθάνειν, ἐξ-
ῄτησεν τὸν ἀνεψιὸν ἐπιτραπῆναί οἱ καὶ ῥητορικῶν
ἀκροάσασθαι καὶ φιλοσόφων λόγων. ὁ δέ, θεοῦ
νεύσαντος, ἐπέτρεψε, περὶ τὰ βιβλία πλανᾶσθαι.
βουλόμενος αὐτὸν καὶ ἀργεῖν μᾶλλον ἢ τοῦ γένους
καὶ τῆς βασιλείας ὑπομιμνήσκεσθαι. τοῦτο δὲ
ἐπιτραπὲν αὐτῷ, πανταχοῦ βαθέων καὶ βαρυτάτων
ὑποκειμένων κτημάτων, μετὰ βασιλικῆς ὑπονοίας
καὶ δορυφορίας περιεφοίτα, καὶ διέστειχεν ὅπῃ
βούλοιτο. καὶ δὴ καὶ εἰς Πέργαμον ἀφικνεῖται
κατὰ κλέος τῆς Αἰδεσίου σοφίας. ὁ δὲ ἤδη μὲν
εἰς μακρόν τι γῆρας ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε·
τῆς δὲ ὁμιλίας αὐτοῦ προεατήκεσαν καὶ ἀνὰ τοὺς
πρώτους ἐφέροντο άξιμός τε, ὑπὲρ οὔ τάδε
γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρδεων, Πρίσκος
τε ὁ Θεσπρωτὸς ἢ Μολοσσός, ὐσέβιός τε ὁ ἐκ
Καρίας Μύνδου πόλεως. καὶ συνουσίας ἀξιωθεὶς
τῆς Αἰδεαίου, ὁ καὶ ἐν μειρακίῳ πρεσβύτης Ἰου-
λιανός, τὴν μὲν ἀκμὴν καὶ τὸ θεοειδὲς τῆς ψυχῆς
καταπλαγείς, οὐκ ἐβούλετο χωρίζεσθαι, ἀλλʼ,

ὥσπερ οἱ κατὰ τὸν μῦθον ὑπὸ τῆς διψάδος δηχθέντες,
χανδὸν καὶ ἀμυστὶ τῶν μαθημάτων ἕλκειν ἐβούλετο,
καὶ δῶρά γε ἐπὶ τούτοις βασιλικὰ διέπεμπεν· ὁ
δὲ οὐδὲ ταῦτα προσίετο, καὶ μετακαλέσας τὸν
νεανίσκον, εἶπεν· ''ἀλλὰ σὺ μὲν καὶ τὴν ψυχὴν
τὴν ἐμὴν οὐκ ἀγνοεῖς, τηλικαύταις ἀκοαῖς ἀκροώ-
μενος, τὸ δὲ ὄργανον αὐτῆς συνορᾶς ὅπως διά-
κειται, τῆς γομφώσεως καὶ πήξεως διαλυομένης
εἰς τὸ συντιθέν· σὐ δέ, εἴ τι καὶ δρᾶν βούλει,
τέκνον σοφίας ἐπήρατον (τοιαῦτα γάρ σου τὰ
τῆς ψυχῆς ἰνδάλματα καταμανθάνω), πρὸς τοὺς
ἐμοὺς παῖδας πορευθεὶς ὄντας γνησίους, ἐκεῖθεν
ῥύδην ἐμφοροῦ σοφίας ἁπάσης καὶ μαθημάτων·
κἂν τύχῃς τῶν μυστηρίων, αἰσχυνθήσῃ πάντως
ὅτι ἐγένου καὶ ἐκλῄθης ἄνθρωπος. ἐβουλόμην
μὲν ἄν παρεῖναι καὶ Μάξιμον, ἀλλ' ἐπὶ τὴν Ἔφεσον
ἔσταλται. καὶ περὶ Πρίσκου τὰ ὄμοια διελέχθην
ἄν, ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς Ἑλλάδος πέπλευκε·
λοιποὶ δὲ τῶν ἐμῶν ἑταίρων ὐσέβιός τε καὶ
Χρυσάνθιος, ὧν ἀκροώμενος ἐλάχιστα τὸ ἐμὸν
ἐνοχλήσεις γῆρας.''
Ὡς δὲ ταῦτα ἤκουσεν Ἰουλιανός, τοῦ φιλοσόφου
μὲν οὐδʼ ὣς ἀφίστατο, προσέκειτο δὲ κατὰ τὸν
πολὺν χρόνον ὐσεβίῳ τε καὶ Χρυσανθίῳ. ἦν δὲ
ὁ Χρυσάνθιος ὁμοψύχως Μαξίμῳ τὰ περὶ θεια-
σμὸν συνενθουσιῶν, καὶ ὑφεῖλκεν ἑαυτὸν ἐν τοῖς
μαθήμασι, καὶ τὸ ἄλλο ἦθος τοιοῦτον ἔχων.


Εὐσέβιος δέ, παρόντος μὲν Μαξίμου, τὴν ἀκρί-
βειαν τὴν ἐν τοῖς μέρεσι τοῦ λόγου καὶ τὰς δια-
λεκτικὰς μηχανὰς καὶ πλοκὰς ὑπέφευγε, ἀπόντος
δὲ ὥσπερ ἡλιακοῦ φέγγους ἀστὴρ ἀπέλαμπε·
τοσαύτη τις εὐκολία καὶ χάρις ἐπήνθει τοῖς λόγοις.
καὶ ὁ Χρυσάνθιος παρὼν ἐπῄνει καὶ συνεπένευεν,
ὅ τε Ἰουλιανὸς τὸν ἄνδρα ἐσεβάζετο. προσετίθη
δὲ μετὰ τὴν ἐξήγησιν ὁ Εὐσέβιος, ὡς ταῦτα εἴη
τὰ ὄντως ὄντα, αἱ δὲ τὴν αἴσθησιν ἀπατῶσαι μαγ-
γανεῖαι καὶ γοητεύουσαι, θαυματοποιῶν ἔργα,
καὶ πρὸς ὑλικάς τινας δυνάμεις παραπαιόντων
καὶ μεμῃνότων. τοῦτο ἀκούων τὸ ἐπιφώνημα |
πολλάκις ὁ θειότατος ουλιανός, ἰδία τὸν Χρυσάνθιον |
ἀπολαβών, ''εἴ τί αοι μέτεστιν ἀληθείας, εὥ φίλε.
Χρυσάνθιε,'' πρὸς αὐτὸν ἔφη ''φράσον μοι σαφῶς
τίς ὁ ἐπίλογος οὔτος τῆς ἐξηγήσεως.' ο δὲ
βαθέως μάλα καὶ σωφρόνως ἄνενεγκὼν ''ἀλλὰ
πρᾶγμα ποιήσεις'' ἔφη ''σοφόν, μὴ παρʼ ἐμοῦ
ταῦτα, ἀλλὰ παρʼ ἐκείνου πυθόμενος.'' καὶ μαθὼν
τοῦτο ἤκουσε καὶ ἐποίησε, θεόν τινα νομίσας τὸν
Χρυσάνθιον ἐπὶ τῷ λόγῳ. γενομένης δὲ τῆς
συνουσίας, ὁ μὲν τὰ αὐτὰ προσεπέραινεν, ὁ δὲ
Ἰουλιανὸς θαρσαλέως ἤρετο, τί τοῦτο αὐτῷ βούλε-
ται συνεχῶς ἐπιλεγόμενον. ἐνταῦθα ὁ ὐσέβιος τὴν
ἑαυτὸῦ πετάσας εὐγλωττίαν, καὶ τὸ εὔστομον ἐπὶ
τὸ φράζειν ἀκώλυτον ἀφεὶς φέρεσθαι, ''Μάξιμος''
εἶπε ''τὶς ἐστὶ τῶν πρεσβυτέρων ἀκροατῶν καὶ
πολλὰ ἐκπεπαιδευμένων· οὗτος διὰ μέγεθος φύ-
σεως καὶ λόγων ὑπεροχὴν καταφρονήσας τῶν ἐν

τούτοις ἀποδείξεων, ἐπὶ μανίας τινὰς ὀρμήσας καὶ
δραμών, συνεκάλεσεν ἡμᾶς πρώην τοὺς παρόντας
εἰς τὸ Ἑκατήσιον, καὶ πολλοὺς ἐδείκνυ τοὺς
καθʼἑαυτοῦ μάρτυρας. ὡς δὲ ἀπηντήσαμεν, καὶ
τὴν θεὸν προσεκυνήσαμεν, ''καθῆσθε μὲν,'' εἶπε
πρὸς ἡμᾶς, ''ὦ φίλτατοι ἑταῖροι, καὶ τὸ μέλλον
ὁρᾶτε, καὶ εἴ τι διαφέρω τῶν πολλῶν ἐγώ.'' τοῦτο
δὲ εἰπών, καὶ καθεσθέντων ἡμῶν ἁπάντων, χόν-
δρον καθαγίσας λιβανωτοῦ, καὶ πρὸς ἑαυτὸν
ὅντινα δήποτε ὕμνον περαίνων, εἰς τοσόνδε παρ-
ῆλθεν ἐπιδείξεως, ὥστε τὸ μὲν πρῶτον ἐμειδία
τὸ ἄγαλμα, εἶτα καὶ γέλως ἦν τὸ φαινόμενον.
θορυβουμένων δὲ ἡμῶν ὑπὸ τῆς ὄψεως, ''ἀλλὰ
ταραχθήτω γε ὑμῶν ὑπὸ τούτων μηδὲ εἷς, αὐτίκα
γὰρ καὶ αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν
ἡ θεὸς φέρει·'' καὶ τοὺς λόγους ἔφθανε τὸ φῶς
ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν
τὸν θεατρικὸν ἐκεῖνον θαυματοποιὸν πρὸς τὸ
παρὸν καταπλαγέντες, ἀνεχωρήσαμεν· σὺ δὲ τού-
των μηδὲν θαυμάσῃς, ὥσπερ οὐδὲ ἐγώ, τὴν διὰ
τοῦ λόγου κάθαρσιν μέγα τι χρῆμα ὑπολαμβάνων.''
ὁ δὲ θειότατος Ἰουλιανὸς τοῦτο ἀκούσας, ''ἀλλʼ
ἔρρωσο'' εἶπε ''καὶ πρόσεχε τοῖς βιβλίοις, ἐμοὶ
δὲ ἐμήνυσας ὃν ἐζήτουν.'' καὶ ταῦτα εἰπών, καὶ
Χρυσανθίου καταφιλήσας τὴν κεφαλήν, ἐπὶ τὴν
Ἔφεσον ἐξώρμησε. συντυχὼν δὲ ἐκεῖ Μαξίμῳ.
ἐξεκρέματό τε τοῦ ἀνδρός, καὶ ἀπρὶξ τῆς ὅλης
σοφίας εἴχετο. ὁ δὲ Μάξιμος ὑφηγεῖται αὐτῷ
καὶ τὸν θειότατον μετακαλέσαι Χρυσάνθιον, καί,
γενόμενον οὕτως, μόλις ἤρκουν ἄμφω τῇ τοῦ
παιδὸς ἐς τὰς μαθήσεις εὐρυχωρίᾳ.

Ὡς δὲ καὶ ταῦτα εἶχε καλῶς, ἀκούσας τι πλέον
εἶναι κατὰ τὴν Ἑλλάδα παρὰ τῷ ταῖν Θεαῖν
ἱεροφάντῃ, καὶ πρὸς ἐκεῖνον ὀξὺς ἔδραμε. τοῦ
δὲ ἱεροφάντου, κατʼ ἐκεῖνον τὸν χρόνον ὅστις ἦν,
τοὔνομα οὔ μοι θέμις λέγειν· ἐτέλει γὰρ τὸν
ταῦτα γράφοντα. καὶ εἰς ὐμολπίδας ἦγε· καὶ
οὗτός γε ἦν ὁ καὶ τὴν τῶν ἱερῶν καταστροφὴν
καὶ τῆς Ἑλλάδος ἀπώλειαν ἁπάσης προγνούς,
τοῦ συγγραφέως παρόντος, καὶ φανερῶς δια-
μαρτυρόμενος ὡς μεθʼ αὑτὸν ἱεροφάντης γενή-
σοιτο, ᾧ μὴ θέμις ἱεροφαντικῶν ἅψασθαι θρόνων,
ἐπειδὴ θεοῖς ἑτέροις καθιέρωται, καὶ ὀμώμοκεν
ἀρρήτους ὅρκους ἑτέρων ἱερῶν μὴ προστήσεσθαι·
προστήσεσθαι δὲ ἔλεγεν ὅμως αὐτὸν μηδὲ Ἀθηναῖον
ὄντα. καὶ (εἰς τοσόνδε προνοίας ἐξικνεῖτο) ἐφʼ
ἑαυτοῦ τὰ ἱερὰ κατασκαφήσεσθαι καὶ δῃωθή-
σεσθαι ἔφασκε, κἀκεῖνον ζῶντα ταῦτα ἐπόψεσθαι,
διὰ φιλοτιμίαν περιττὴν ἀτιμαζόμενον, καὶ προ-
τελευτήσειν γε αὐτοῦ τὴν θεραπείαν ταῖν Θεαῖν,
τὸν δὲ τῆς τιμῆς ἀποστερηθέντα, μήτε τὸν ἱερο-
φάντην μήτε τὸν γηραιὸν βίον ἕξειν. καὶ ταῦτά
γε οὕτως· ἅμα τε γὰρ ὁ ἐκ Θεσπιῶν ἐγένετο,
πατὴρ ὣν τῆς Μιθριακῆς τελετῆς, καὶ οὐκ εἰς
μακρὰν πολλῶν καὶ ἀδιηγήτων ἐπικλυσθέντων
κακῶν, ὧν τὰ μὲν ἐν τοῖς διεξοδικοῖς τῆς ἱστορίας
εἴρηται, τὰ δέ, ἐὰν ἐπιτρέπῃ τὸ Θεῖον, λελέξεται,

ὅτε Ἀλλάριχος ἔχων τοὺς βαρβάρους διὰ τῶν
Πυλῶν παρῆλθεν, ὥσπερ διὰ σταδίου καὶ ἱππο-
κρότου πεδίου τρέχων· τοιαύτας αὐτῷ τὰς πύλας
ἀπέδειξε τῆς Ἑλλάδος ἥ τε τῶν τὰ φαιὰ ἱμάτια.
ἐχόντων ἀκωλύτως προσπαρεισελθόντων ἀσέβεια,
καὶ ὁ τῶν ἱεροφαντικῶν θεσμῶν παραρραγεὶς
νόμος καὶ σύνδεσμος. ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον
ἐπράχθη, καὶ ὁ λόγος διὰ τὴν πρόγνωσιν παρ-
ήνεγκε.
Τότε δὲ ὁ μὲν Ἰουλιανὸς τῷ θειοτάτῳ ἱερο-
φαντῶν συγγενόμενος καὶ τῆς ἐκεῖθεν σοφίας
ἀρυσάμενος χανδόν, ὁ μὲν ὑπὸ τοῦ Κωνσταντίου
ἀπήγετο σφοδρῶς, ὡς παραβασιλεύσων εἰς τὸν
Καίσαρα, Μάξιμος δὲ ἦν κατὰ τὴν Ἀσίαν, Αἰδεσίου
δὲ μεταλλάξαντος, πήχεσί γε ἐπὶ πᾶσαν σοφίαν
αὐξόμενος· ὥστε ὁ μὲν Ἰουλιανὸς ἔτυχεν ὦν
οὐκ ἐβούλετο μέν, ἀλλʼ ἠναγκάζετο. πεμφθεὶς
δὲ Καῖσαρ ἐπὶ Γαλατίας οὐχ ἵνα βασιλεύῃ τῶν
ἐκείνῃ μόνον, ἀλλʼ ἵνα ἐν τῇ βασιλεία διαφθαρῇ,
παρὰ δόξαν ἅπασαν ἐκ τῆς τῶν θεῶν προνοίας
ἀνήνεγκεν, πάντας μὲν λανθάνων ὅτι θεραπεύει
θεούς, πάντας δὲ νικῶν ὅτι ἐθεράπευε θεούς, καὶ
τόν τε Ῥῆνον ἐπεραιώθη, καὶ πάντα ὅσα ὑπὲρ
ἐκεῖνον ἔθνη βάρβαρα συνελὼν καὶ δουλωσάμενος,
πολλῶν ἐπιβουλῶν καὶ μηχανημάτων πλεκομένων
αὐτῷ (ὡς ἐν τοῖς περὶ ἐκεῖνον ἀναγέγραπται),
τὸν ἱεροφάντην μετακαλέσας ἐκ τῆς Ἑλλάδος
καὶ σὺν ἐκείνῳ τινὰ μόνοις ἐκείνοις γνώριμα



διαπραξάμενος, ἐπὶ τὴν καθαίρεσιν ἠγέρθη τῆς
Κωνσταντίου τυραννίδος. ταῦτα δὲ συνῄδεσαν
Ὀρειβάσιος ἐκ τοῦ Περγάμου, καί τις τῶν ἐκ
Λιβύης, ἣν Ἀφρικὴν καλοῦσι Ῥωμαῖοι κατὰ τὸ
πάτριον τῆς γλώττης, ὐήμερος. ταῦτα δὲ πάλιν
ἐν τοῖς κατὰ Ἰουλιανὸν βιβλίοις ἄκριβέστερον
εἴρηται. ὡς δʼ οὖν καθεῖλε τὴν τυραννίδα Κων-
σταντίου, καὶ τὸν ἱεροφάντην ἀπέπεμψεν ἐπὶ τὴν
Ἑλλάδα, καθάπερ θεόν τινα ἀποπέμπων φανέντα,
καὶ παρασχόντα ἅ ἐβούλετο, καὶ βασιλικά γε
αὐτῷ δῶρα καὶ θεραπείαν συνέπεμφε πρὸς τὴν
ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν άξιμον
εὐθὺς μετεπέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία
γε ἦν ἐπʼ ἀμφοῖν ἡ κλῆσις. τοῖς δὲ ἐπὶ τοὺς
θεοὺς καταφεύγειν ἐδόκει, καὶ ἄνδρες οὕτω δρα-
στήριοι καὶ πεῖραν ἔχοντες, καὶ συνενεγκόντες
εἰς ταὐτὸ τὴν πεῖραν, καὶ τὴν περὶ ταῦτα ὀξυδορ-
κίαν καὶ διάθρησιν τῆς ψυχῆς ἀνεγείραντες καὶ
συστησάμενοι, σημείοις ἐγχρίπτουσιν ἀπηνέσι καὶ
ἀγρίοις. ἐκεῖνοι ᾔδεσαν τὰ φανθέντα σημεῖα. ὁ
μὲν οὖν Χρυσάνθιος εὐθὺς καταπλαγεὶς καὶ πρὸς
τὴν ὄψιν ὑποπτήξας, τὴν γλῶσσαν ἐνδακών,
''οὐ μενετέον'' εἶπεν ''ἐμοὶ μόνον ἐνταῦθα, ὦ
Μάξιμε φίλτατε, ἀλλὰ καὶ φωλευτέον'' ὁ δὲ
ἀναστήσας ἑαυτόν ''ἀλλʼ ἐπιλελῆσθαί μοι δοκεῖς,''
εἶπεν ''ὦ Χρυσάνθιε, τῆς παιδείας ἣν ἐπαιδεύθημεν,
ὡς τῶν ἄκρων γέ ἐστιν Ἑλλήνων καὶ ταῦτα
πεπαιδευμένων μὴ πάντως εἴκειν τοῖς πρώτως
ἀπαντήσασιν, ἀλλʼ ἐκβιάζεσθαι τὴν τοῦ θείου
φύσιν ἄχρις ἄν ἐπικλίνοις πρὸς τὸν θεραπεύοντα.''
Χρυσανθίου δὲ ὑπολαβόντος, ''ἴσως σὺ ταῦτα
πράττειν εἶ δεινὸς καὶ τολμηρός, ἐγὼ δὲ τούτοις
οὐκ ἄν μαχεσαίμην τοῖς σημείοις·'' καὶ μετὰ
τοὺς λόγους ἀποχωρήσαντος, ὁ μὲν Μάξιμος
ἐπέμεινεν ἅπαντα πράττων, ἔστε ἔτυχεν ὧν ἐβού-
λετο καὶ κατεπεθύμει· ὁ δὲ Χρυσάνθιος ἀκινη-
τότερος ἐπέμενεν ἀνδριάντος, τοὺς ἐξ ἀρχῆς
πεπηγότας παρʼ ἑαυτῷ λογισμοὺς μηδὲ κινῆσαι
διανοούμενος. πάντες οὖν ἄνθρωποι παρὰ τὸν
Μάξιμον ἤδη συνετρόχαζον κατὰ τὴν Ἀσίαν,
ὅσοι τε ἦσαν ἐν ἀρχαῖς καὶ ὅσοι τούτων ἀπολέλυντο,
τό τε κρεῖττον τῶν βουλευτηρίων. καὶ δῆμος,
ἐστενοχώρει τὰς προόδους τῷ Μαξίμῳ μετὰ
βοῆς πηδῶντες, ἣν δῆμος, ὅταν τινὰ θεραπεύῃ,
ἐκ πολλοῦ μεμελέτηκεν· αἵ τε γυναῖκες παρὰ
τὴν γυναῖκα τῇ πλαγίᾳ θύρᾳ παρεισεχέοντο, τὴν
εὐδαιμονίαν θαυμάζουσαι καὶ μεμνῆσθαι σφῶν
ἀξιοῦσαι· ἡ δὲ φιλοσοφίας ἕνεκεν Μάξιμον οὔτε
νεῖν οὔτε γράμματα εἰδότα ἀπέφαινεν. ὁ μὲν
οὖν Μάξιμος ὑπὸ τῆς Ἀσίας πάσης προακυνου-
μενος, ἐπὶ τὴν συντυχίαν ἀνῄει τοῦ βασιλέως,
Χρυσάνθιος δὲ ἔμεινε κατὰ χώραν, ἐκεῖνο θεοῦ
κατʼ ὄναρ, ὡς πρὸς τὸν ταῦτα γράφοντα ἔλεγεν ἐς
ὕστερον, εἰπόντος·
ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ.
Ὡς δὲ καὶ ὁ Μάξιμος μετὰ τοσαύτης πομπείας
ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησέ τε καὶ διὰ
ταχέων εἰς αὐτὴν παρελθὼν ἐξέλαμψεν, ὅ τε γὰρ
βασιλεὺς καὶ οἱ βασιλευόμενοι πάντα ἦσαν ἐπὶ
Μαξίμῳ, νὺξ καὶ ἡμέρα διέφερεν αὐτοῖς οὐδέν,

οὕτως ὑπὲρ τῶν παρόντων ἐπὶ τοὺς θεοὺς ἅπαντα
ἀνέφερον· ἐνταῦθα ὁ μὲν Μάξιμος βαρὺς ἦν ἤδη
περὶ τὰ βασίλεια, στολήν τε ἁβροτέραν ἢ κατὰ
φιλόσοφον περιχεόμενος, καὶ πρὸς τὰς ἐντεύξεις
ὢν χαλεπώτερος καὶ δυσχερέστερος· ὁ δὲ βασιλεὺς
ἠγνόει τὰ πραττόμενα. μεταπέμψασθαι γοῦν
αὐτοῖς, ἐκβιασαμένου τοῦ βασιλέως, ἔδοξε καὶ τὸν
Πρίσκον· ὁ δὲ Μάξιμος ἐπῄτει προσαναγκάζων
καὶ τὸν Χρυσάνθιον. καὶ ἄμφω γε ἦσαν μετά-
πεμπτοι, ὁ μὲν Πρίσκος ἐκ τῆς Ἑλλάδος, Χρυσ-
άνθιος δὲ ἀπὸ Λυδίας καὶ Σάρδεων. καὶ οὕτω γε
ἐξεκρέματο τῆς τοῦ ἀνδρὸς συνουσίας ὁ θεσπέσιος
Ἰουλιανός, ὥστε τοῖς μὲν ὡς φίλοις ἐπέστειλε,
καθάπερ θεοὺς ἱκετεύων ἐλθεῖν καὶ συνεῖναι· τῷ
δὲ Χρυσανθίῳ καὶ γυναῖκα εἶναι πυθόμενος,
Μελιτὴν ὄνομα ἔχουσαν καὶ ὑπʼ αὐτοῦ θαυμαζο-
μένην διαφερόντως (τοῦ δὲ ταῦτα γράφοντος
ἀνεψιὰ ἦν), ἰδίᾳ που καθίσας ἑαυτόν, καὶ πρὸς
τὴν γυναῖκα ἐπέστειλεν αὐτὸς γράφων, οὐδενὸς
εἰδότος, καὶ παντοίας ἀφιεὶς φωνάς, τὸν ἄνδρα
πείθειν μηδαμῶς ἀπαγορεῦσαι τὴν ἔξοδον· καὶ
τὴν πρὸς Χρυσάνθιον αἰτήσας ἐπιστολήν, εἶτα
ἐσβαλὼν ἐκείνην καὶ σφραγῖδα άμφοτέραις ἐπιθείς,
ὡς ἂν τὴν μίαν τοὺς ἄξοντας ἔστειλεν, πολλὰ καὶ
ἀπὸ στόματος φράσας ἃ χρήσιμα ἐνόμιζε πρὸς τὸ
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
ὁ μὲν οὖν Πρίσυκος ἦλθε, καὶ ἐλθὼν ἐσωφρόνει· καί

τοί γε οὐκ ἐλάττους ἦσαν αὐτὸν οἱ θεραπεύοντες,
ἀλλʼ ἔμενεν ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας
ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ
ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον.
Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἐάλω ταῖς
ἄρκυσι καὶ μηχαναῖς, ἀλλὰ τοῖς θεοῖς ἐντυχών,
ὡς τὰ παρὰ τῶν θεῶν ἦν ἀμετάβλητα, καὶ αὐτὸς
εἴπετο τοῖς θεοῖς, καὶ πρὸς τὸν βασιλέα ἐπέστειλεν,
ὡς ἡ κατὰ Λυδίαν ὑπὲρ αὐτοῦ γίνοιτο μονή, καὶ οἱ
θεοὶ ταῦτα ἔφραζον. ὁ δὲ ὑπώπτευσε μὲν τὴν
ἀποτυχίαν τῆς κλήσεως, ἀρχιερέα δὲ ἀποδείξας
τόν τε ἄνδρα καὶ τὴν γυναῖκα τῆς Λυδίας, καὶ
ὑπʼ ἐκείνοις ἐπιτρέψας εἶναι τῶν ἄλλων τὴν
αἵρεσιν, αὐτὸς ἐπὶ τὸν Περσικὸν συνηπείγετο
πόλεμον. Μαξίμου δὲ καὶ Πρίσκου συνεπομένων,
καὶ ἄλλοι δέ τινες συμπαρωμάρτουν εἰς πλῆθος
συντελοῦντες, ἑαυτοὺς ἐγκωμιαζόντων ἀνθρώπων
ὄχλος, καὶ σφόδρα γε διογκουμένων, ὅτι ὁ βασιλεὺς
ἔφησεν αὐτοῖς συντετυχηκέναι. ὡς δὲ τὰ πράγ-
ματα συντόνως ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ
λαμπρῶν ἐλπίδων ἐς τὸ ἀφανὲς καὶ ἅμορφον
κατερρύη καὶ διωλίσθησεν, ὡς ἐν τοῖς διεξοδικοῖς
τοῖς κατὰ Ἰουλιανὸν εἴρηται, ὅ τε Ἰοβιανὸς
ἐβασίλευσε καὶ τιμῶν τοὺς ἄνδρας διετέλεσεν·
εἶτα μάλα ταχέως καὶ σφοδρῶς συναπῆλθε τῷ
προβασιλεύσαντι (εἴ γε δὴ παρὰ τοὺς πλείονας

οὕτως ἀπῆλθε), αλεντινιανός τε καὶ άλης
ἐπέστησαν τοῖς πράγμασιν. ἐνταῦθα συναρ-
πάζονται μὲν Μάξιμος καὶ Πρίσκος, πολὺ τῆς
κλήσεως διαφερούσης ἢ ὅτε Ἰουλιανὸς ἐκάλει.
ἐκείνη μὲν γάρ τις ἦν πανηγυρικὴ καὶ πρὸς τιμὴν
περιττῶς διαλάμπουσα, ταύτης δὲ τῆς δευτέρας
πρὸ τῶν ἐλπιζομένων καὶ τὸ φαινόμενον κίν-
δυνος ἦν, οὕτως ἀτιμία τις ἁδρὰ καὶ περιφανὴς
κατεκέχυτο τῶν ὁρωμένων. ἄλλʼ ὁ μὲν Πρίσκος
οὐδὲν ὑποστὰς δεινόν, ἀλλὰ καὶ προσμαρτυρηθεὶς
ἀγαθὸς εἶναι καὶ γεγενῆσθαι κατὰ τὸν καιρὸν
ἐκεῖνον, ἐπανῆλθεν εἰς τὴν Ἑλλάδα· καὶ ὁ ταῦτα
γράφων ἐπαιδεύετο κατʼ ἐκείνους τοὺς χρόνους
παῖς ὢν καὶ εἰς ἐφήβους ἄρτι τελῶν. ὁ δὲ Μάξιμος,
πολλοὶ μὲν γὰρ αὐτοῦ κατεβόων δημοσίᾳ τε ἐν
τοῖς θεάτροις καὶ ἰδίᾳ πρὸς τὸν βασιλέα, θαυμαστὸς
δὲ ἦν καὶ οὕτως, ὅτι πρὸς τοσαύτας ἀνέφερε
συμφοράς· πλὴν ἐς τὸ βαθύτατον αὐτὸν τῆς
τιμωρίας περιάγουσι, τοσούτων τιμήσαντες χρη-
μάτων, ὅσα μήτε ἀνὴρ ἀκούειν ἐδύνατο φιλοσοφῶν
(ὑπώπτευον γὰρ αὐτὸν τὰ πάντων ἔχειν), καὶ
μετεγίνωσκον, ὡς ὀλίγου τιμήσαντες αὐτῷ. καὶ
ἀνεπέμφθη γε εἰς τὴν Ἀσίαν ἐπὶ καταβολῇ τῶν
χρημάτων, καὶ ὅσα μὲν ἔπασχεν ὑπὲρ πᾶσάν ἐστι
τραγῳδίαν, καὶ οὐδεὶς ἂν εἴη μεγαλόφωνος, οὐδὲ
ἡδόμενος κακοῖς, ὥστε ἐξαγγέλλειν ἀνδρὸς το-
σούτου τηλικαύτας συμφοράς. μικρὰ γὰρ καὶ ἡ
Περσῶν λεγομένη σκάφευσις, καὶ οἱ γυναικεῖοι

τῶν Ἀρτάβρων σκαλισμοί, πρὸς τὰς ἐπιφερομένας
ὀδύνας τῷ σώματι. καὶ ἡ θαυμασία γυνὴ παρῆν
καὶ ὑπερήλγει. ὡς δὲ ἦν ἄπειρον, καὶ ἐπετείνετο,
''πριαμένη,'' φησίν ''ὦ γύναι, φάρμακον, ἐπίδος,
καὶ ἐλευθέρωσον.'' ἡ δὲ καὶ ἐπρίατο καὶ παρῆν
ἔχουσα. ἐνταῦθα ὁ μὲν ᾔτει πιεῖν, ἡ δὲ ἡξίωσε
προπιεῖν, καὶ αὐτίκα γε ἀπολομένης, τὴν μὲν οἱ
προσήκοντες ἔθαπτον· ὁ δὲ Μάξιμος ἔπιεν οὐκέτι.
Ἐνταῦθα δὴ πᾶς λόγος ἐλάττων, καὶ πᾶν ὅσον
ἂν τὸ ποιητικὸν ὑμνήσειε γένος, πρὸς τὰς Κλεάρχου
πράξεις. ἦν μὲν γὰρ ὁ Κλέαρχος ἐκ Θεσπρωτῶν
τῶν εὐδαιμόνων, καὶ διαφερόντως περὶ δόξαν
καλὴν γενόμενος, τῶν πραγμάτων ἤδη μετα-
βεβλημένων, καὶ αλεντινιανοῦ μὲν εἰς τὴν ἑσπέραν
ἀποκεχωρηκότος, τοῦ δὲ βασιλέως άλεντος
κινδύνοις τοῖς ἐσχάτοις ἐμβεβηκότος, καὶ οὐ τὸν
περὶ βασιλείας, ἀλλὰ τὸν περὶ σωτηρίας ἀγῶνα
τρέχοντος· ὁ γὰρ Προκόπιος ἀνταναστὰς πολλαῖς
καὶ ἀπείροις δυνάμεσι, πανταχόθεν αὐτὸν περιέ-
κοπτεν εἰς τὸ συλληφθῆναι, τῆς οὖν Ἀσίας ἁπά-
σης κατʼ ἐκεῖνον τὸν καιρὸν ὁ Κλέαρχος ἐπεστάτει,
ὅση κατὰ τὴν ἐξουσίαν ἀφʼ Ἑλλησπόντου διὰ
Λυδίας καὶ Πισιδίας ἐπὶ Παμφυλίαν ἀφορίζεται..
καὶ πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν,
τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους
κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς
διαφερόμενος, ὥστε οὐδὲ ὁ βασιλεὺς τὴν διαφορὰν

ἠγνόει. καί τοί γε ἦν ἔπαρχος Σαλούτιος, ἀνὴρ
καὶ ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας κοσμήσας τὴν
ἑαυτοῦ ψυχήν, ἀλλʼ ὅμως τήν τε βλακείαν αὐτοῦ
διὰ τὸ γῆρας ἀπήλεγξε καὶ ικίαν ἀπεκάλει· καὶ
γὰρ ἔμελεν αὐτῷ κατὰ τὸν καιρὸν ἐκεῖνον μοσ-
χεύειν καὶ ῥωννύναι τὴν ψυχὴν ὑπʼ ἀναγνώσεώς
τε καὶ τῆς ἱστορικῆς ἐμπειρίας.
Χωρησάντων δὲ καλῶς τῶν πραγμάτων, ὁ
άλης ὑπερηγάσθη Κλέαρχον, καὶ οὐκ ἀπέλυσε
τῆς ἀρχῆς, ἀλλʼ εἰς ἀρχὴν μετέστησε μείζονα,
ἀνθύπατον αὐτὸν ἐπιστήσας τῆς νῦν ἰδίως Ἀσίας
καλουμένης. αὕτη δὲ ἀπὸ Περγάμου τὸ ἁλιτενὲς
ἐπέχουσα τὴν ὑπερκειμένην ἤπειρον ἄχρι Καρίας
ἀποτέμνεται, καὶ ὁ μῶλος αὐτῆς περιγράφει τὸ
πρὸς Λυδίαν. ἔστι δὲ ἀρχῶν ἐνδοξοτάτη, καὶ οὐ
κατήκοος τοῦ τῆς αὐλῆς ἐπάρχου, πλὴν ὅσα γε
νῦν πάλιν ἐς τὸν νεώτερον τουτονὶ θόρυβον ἅπαντα
συμπέφυρται καὶ ἀνατετάρακται. τότε δὲ τὴν
ὑγιαίνουσαν Ἀσίαν ἀπολαβὼν ὁ Κλέαρχος, εὐρεν
ἐκεῖ τὸν άξιμον κατατεινόμενον ταῖς βασάνοις,
καὶ μόλις ἀνέχοντα. θεῖον δὴ τὸ μετὰ ταῦτά ἐστιν
εἰπεῖν ἔργον, οὐ γὰρ ἄν τις τὸ οὕτω παράλογον ἐς
ἄλλον τινὰ ἀναφέροι δικαίως ἢ θεόν· τούς τε
γὰρ στρατιώτας ἅπαντας, ο ταύταις ἐφεστήκεσαν

ἀλήκτως ταῖς κολάσεσι, μείζονι βίᾳ φυγεῖν ἐπ-
ηνάγκασε, καὶ τὸν Μάξιμον ἀνῆκε τῶν δεσμῶν,
ἐπιμέλειάν τε ἐποιήσατο τοῦ σώματος, καὶ ὁμο-
τράπεζον ἔθετο, καὶ πρὸς τὸν βασιλέα τοσαύτῃ κατ-
εχρήσατο παρρησίᾳ, ὥστε ὁ βασιλεὺς ἤδη καὶ
μεθῆκε τὴν φυχήν, καὶ πάντα γε συνεχώρησεν
ὅσα Κλέαρχος ἔπειθε. τῷ γοῦν Σαλουτίῳ τὴν
ἀρχὴν παραλύσας, ὐξόνιον ἐπέστησε τοῖς τῆς
αὐλῆς ἔργοις. ὁ δὲ Κλέαρχος τούς τε κολαστῆρας
ἐκείνους στρατιώτας, καὶ ὅσοι κατὰ τὸν ἀτυχῆ
χρόνον ἐκεῖνον ἦσαν ὑφελόμενοί τι καὶ ὑβρίσαντες,
τοὺς μὲν ἠμύνετο, τοὺς δὲ εἰσεπράττετο· καὶ
πάντες τοῦτο διὰ στόματος εἶχον ὡς εἴη δεύτερος
Ἰουλιανὸς τῷ Μαξίμῳ. ἐνταῦθα δὴ καὶ δημοσίας
τινὰς ἐπιδείξεις ὁ Μάξιμος ἐποιήσατο, ἀλλʼ (οὐ
γὰρ ἐπεφύκει πρὸς θέατρον) τὴν δόξαν εἰς ἐλά-
χιστον ἤνεγκεν, ἕως ἀνέφερεν ἑαυτόν, διαλεγόμενος
πάλιν. πολλὰ γοῦν τῶν τε κτημάτων ἀνεκομίζετο,
καὶ τῶν ἑτέρως πως διακεκλεμμένων, καὶ ἦν ταχὺ
μάλα ὄλβιος, καὶ ὥσπερ ἄρτι παριὼν εἰς τὴν
Ἰουλιανοῦ βασιλείαν. ὁ δὲ καὶ εἰς τὴν Κων-
σταντινούπολιν περιφανὴς ὢν ἐπεδήμησε, καὶ
πάντες αὐτὸν ἐδεδοίκεσαν, τήν τε τύχην ἀνιστα-
μένην ὁρῶντες· καὶ τῆς ἀσινότητος τῆς περὶ
θεουργίας ἐστὶ μὲν πεπειρασμένος, τὴν δὲ ἐς τόνδε
ἐπὶ πλέον ἐδόξαζεν. ἐνταῦθα δὲ αὐτῷ πάλιν
διὰ τὸ πολὺ κλέος τραχύτερον ἀνέφυ πάθος. οἱ


γὰρ περὶ τὰ βασίλεια τοῖς βασιλεῦσιν ἐπιβουλὴν
τινὰ συστησάμενοι καὶ προστησάμενοι μαντεῖον
ἰδιωτικὸν (οὐ παντός ἐστι καταμαθεῖν ὃ λέγω),
χρησμοῦ τινὸς ἐκπεσόντος ἀσαφεστέρου, τὸν χρη-
σμὸν ἐπὶ τὸν Μάξιμον ἀνήνεγκαν, τὸ μὲν πρᾶγμα
οὐχ ὁμολογήσαντες, ὡς δʼ ἂν αὐτοῦ χρήσαντος
καὶ ἀνελόντος τὶ σαφέστερον βουλόμενοι μαθεῖν·
δέδεικτο γὰρ τότε τὰ τῶν θεῶν Μάξιμον μόνον
εἰδέναι, κἂν ἐπικεκαλυμμένα πρὸς τοὺς ἄλλους
φέρηται. ὁ δὲ τὸν νοῦν ἐπιστήσας καὶ διαθρῶν
τὰ λεγόμενα, τὸ κεκρυμμένον μὲν ἐν τοῖς λόγοις,
ὂν δὲ ἀληθῶς, εἶδεν ὀξέως, καὶ μαντείων ἀλη-
θέστερον ἐξήνεγκεν, ὡς τόν τε ἀναγνόντα (λέγων
ἑαυτόν) ἀπώλεσαν, καὶ πάντας, οὐ τοὺς εἰδότας
τὴν πρᾶξιν μόνον, προσέθηκεν, ἀλλὰ καὶ τὸ κολασ-
θησόμενον ἀδίκως πλέον ἀπέφηνεν, ἐξ ἀδύτων δὲ
ἐπέθηκεν ὅτι ''μετὰ τὴν ἁπάντων κοινὴν καὶ
πολύτροπον φθοράν, ἐν ᾗ τοῦ φόνου ἔργον ἐσό-
μεθα, ὁ βασιλεὺς ξένον τινὰ διαφθαρήσεται τρόπον,
οὐδὲ ταφῆς ἀξιωθείς, οὐδὲ ἐνδόξου τάφου.'' καὶ
ταῦτα ἔσχεν οὕτως, καὶ ἐν τοῖς διεξοδικοῖς ἀκρι-
βέστερον γέγραπται. ἑαλώκεσαν μὲν γὰρ αὐτίκα
οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ
πανταχόθεν ἁρπαζομένων καὶ κατακοπτομένων,
ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν
εὐωχίαν ἔχοντι, καὶ ὁ Μάξιμος συνηρπάσθη μέν,
καὶ εἰς τὴν Ἀντιόχειαν ἦλθεν, ἔνθα ὁ βασιλεὺς
διέτριβεν· αἰσχυνθέντες δὲ αὐτοῦ τὸν φόνον, ὡς

πάντα ἐπὶ τῆς κρίσεως ἠλέγχθη, καὶ ὅτι κατέγνω
τῶν ἐγχειρησάντων, καὶ ὅτι προεῖπεν ἀκριβῶς
ἅπαντα, καθάπερ ἐν τῷ Μαξίμου σώματι θεόν
τινα κολάζοντες, φονικήν τινα καὶ μαγειρώδη
ψυχὴν τὸν Φῆστον ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξ-
ἐπεμψαν, τὴν Ἀσίαν τοιούτου τινὸς ἀξιώσαντες.
ὁ δὲ παραγενόμενος τὸ προσταχθὲν ἔπραξε καὶ
παρʼ ἑαυτοῦ προσέθηκεν, ἄφθονόν τινα χορηγίαν
τῷ συώδει καὶ λελυσσηκότι τῆς ψυχῆς νέμων·
πολλοὺς γὰρ προκατακόψας αἰτίους τε καὶ ἀναιτίους,
καὶ τὸν μέγαν άξιμον αὐτοῖς ἐπέσφαξε. κἀκεῖνο
μὲν εἶχεν ἡ μαντεία τέλος, ἀπέβαινε δὲ καὶ τὰ
λειπόμενα. ὅ τε γὰρ βασιλεὺς ἐν μεγάλῃ τῶν
Σκυθῶν μάχῃ ξένον τινὰ ἠφανίσθη τρόπον, ὥστε
οὐδὲ ὀστέον εἰς ἀναίρεσιν εὑρέθη· προσεπέθηκε
δὲ ὁ δαίμων καὶ ἕτερόν τι μεῖζον· ὁ γὰρ Φῆστος
ἐκεῖνος (καὶ ταῦτα δὲ ἀκριβῶς ὁ γράφων παρὼν
συνηπίστατο) παραλυθεὶς τῆς ἀρχῆς, καὶ ἀποδη-
μήσας πρὸς τὸν νεωστὶ βασιλεύοντα Θεοδόσιον,
εἶτα ἐπανελθών (ἐγεγαμήκει γὰρ ἐκ τῆς Ἀσίας
γάμον τυραννίδι πρέποντα), καὶ τὴν τρυφὴν
ἐπιδεικνύμενος καὶ τὸ διαπεφευγέναι τὰ ἐγκλήματα,
ἑορτήν τε ἐπήγγελλε πολυτελῆ τοῖς ἐν ἀξιώματι
καὶ κατὰ εὐγένειαν προβεβηκόσιν. ἡ τρίτη δὲ
ἦν ἡμέρα τῶν καλανδῶν ἃς οὕτως Ἰανουαρίας
ἡμέρας Ῥωμαῖοι προσονομάζουσι, καὶ προσκυνή-
σαντες πάντες αὐτῷ ὑπέσχοντο τὴν εὐωχίαν. ὁ δὲ



παρῆλθε μὲν εἰς τὸ τῶν εμέσεων ἱερόν (καὶ τοί
γε οὐδέποτε φήσας θεραπεύειν θεούς, ἀλλʼ οὓς
ἐκόλασεν ἅπαντας διὰ τοῦτο ἀνῃρηκώς), παρελθὼν
δὲ ὅμως, αὐτοῖς ὄναρ ἀπήγγειλε καὶ κατεδάκρυε
τὴν ὄψιν διηγούμενος. τὸ δὲ ὄνειρον ἦν· τὸν
Μάξιμον ἔφασκε τραχηλάγχην ἐπιλαβόμενον ἕλκειν
αὐτὸν εἰς τὸν ᾅδην, ὡς δικασόμενον ἐπὶ τοῦ Πλου-
τέως. οἱ δὲ παρόντες, καίπερ δεδιότες καὶ πρὸς
τὸν ὅλον τοῦ ἀνδρὸς ἀναφέροντες βίον, τά τε
δάκρυα ἀπέψηχεν ἕκαστος, καὶ ταῖν Θεαῖν ἐκέλευον
εὔχεσθαι· ὁ δὲ ἐπείθετο καὶ ηὔχετο. ἐξιόντι δὲ
αὐτῷ, τοῖν ποδοῖν ἀμφοῖν ὑπενεχθέντων, ἐπὶ τὰ
νῶτα ἐξολισθαίνει τὸ σῶμα, καὶ ἄναυδος ἔκειτο·
καὶ ἀπενεχθεὶς αὐτίκα ἐτελεύτησε, καὶ τοῦτο
ἔδοξεν εἶναι τῆς Προνοίας ἔργον ἄριστον.
Περὶ δὲ Πρίσκου τὰ μὲν πολλὰ κατὰ τὴν περι-
πεσοῦσαν ἀνάγκην καὶ πρότερον εἴρηται, ὅθεν τε
ἦν· ἴδιον δὲ κατὰ τὸ ἦθος αὐτοῦ τοιοῦτον ἀπομνη-
μονεύεται· κρυψίνους τε ἦν ἄγαν καὶ βαθυγνώμων,
μνήμης τε εἰς ἄκρον ἀφιγμένος, καὶ τὰς δόξας
ἁπάσας τῶν παλαιῶν συνῃρηκὼς καὶ ἐπὶ στόματος
ἔχων· κάλιστος δὲ ὢν καὶ μέγας ὀφθῆναι, καὶ
ἀπαίδευτος ἂν ἔδοξεν εἶναι διὰ τὸ μόλις χωρεῖν ἐς
διάλεξιν, ἀλλʼ ὡς θησαυρόν γέ τινα ἐφύλαττε τὰ
δόγματα, καὶ τοὺς εὐκόλως περὶ αὐτῶν προϊεμέ-
νους φωνὴν ἀσώτους ἔφασκεν. οὐ γὰρ τὸν νικώ-
μενον ἐν ταῖς διαλέξεσιν ἐξημεροῦσθαι μᾶλλον

ἔφασκεν, ἀλλὰ πρὸς τὴν δύναμιν τῆς ἀληθείας
ἀντιβαίνοντα, ταῖς τε ὀδύναις καὶ τῷ φιλοτίμῳ
κατακλώμενον ἀγριοῦσθαι, καὶ μισόλογόν τε ἅμα
καὶ μισοφιλόσοφον ἀποτελεῖσθαι καὶ διαταράτ-
τεσθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπεῖχε τὰ
πολλά. καὶ βραδὺς ἦν καὶ ὀγκώδης κατὰ τὸ ἦθος,
καὶ τὸ ἦθος ἐφύλαττεν οὐ μόνον ὅτε ἑταίροις καὶ
ὁμιληταῖς συνῆν, ἀλλʼ ἐκ νεότητος αὐτῷ τὸ ἀξίωμα
συνεγήρασεν. ὁ γοῦν Χρυσάνθιος πρὸς τὸν ταῦτα
γράφοντα ἔλεγεν, ὡς ὁ μὲν Αἰδεσίου τρόπος κοινὸς
ἦν καὶ δημοτικός, καὶ μετά γε τοὺς ἄθλους ὅσοι
περὶ λόγους ἦσαν, πρὸς περίπατον ἐξῄει κατὰ τὸ
Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώ-
τεροι· ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν
πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς,
ὡς ἀσυφήλους αὐτοὺς ἑώρα, καὶ διʼ ἀγερωχίαν
τῶν δογμάτων ὑπέρφρονας, καὶ τὰ πτερὰ μακρό-
τερα καὶ ἀπαλώτερα τοῦ Ἰκαρίου, καταβιβάζων
αὐτοὺς ουυκ ἐπὶ τὸν πόντον, ἀλλʼ ἐπὶ τὴν γῆν καὶ
τὸ ἀνθρώπινον. αὐτὸς ὁ ταῦτα διδάσκων λαχανό-
πωλίν τε ἀπαντήσας ἡδέως ἂν εἶδε, καὶ τὴν
πορείαν ἐπιστήσας προσεφθέγξατο, καὶ περὶ τιμῆς
ἂν διελέχθη πρὸς αὐτήν, ὅτι πολὺ τὸ καπηλεῖον
ἐργάζεται, καὶ ἅμα διῄει τὴν γεωργίαν τοῦ λαχάνου
πρὸς αὐτήν. καὶ πρὸς ὑφάντην τοιοῦτον ἄν τι
ἐποίησεν ἕτερον, καὶ πρὸς χαλκέα καὶ τέκτονα.
οἱ μὲν οὖν σωφρονέστεροι τῶν ἑταίρων ἐξεπαι-
δεύοντο ταῦτα, καὶ μάλιστα Χρυσάνθιος, καὶ εἴ τις
ἦν ἐκείνης τῆς διατριβῆς Χρυσανθίῳ παραπλήσιος.

Μόνος δὲ ὁ Πρίσκος οὐδὲ παρόντος ἐφείδετο
τοῦ διδασκάλου, ἀλλὰ προδότην τε αὐτὸν ἐκάλει
τοῦ τῆς φιλοσοφίας ἀξιώματος, καὶ ἄνθρωπον
λογάρια εἰδότα, κρείττονα μὲν πρὸς ψυχῆς ἀνα-
γωγήν, οὐ φυλαττόμενα δὲ ἐπὶ τῶν ἔργων. ἀλλʼ
ὅμως τοιοῦτος ὤν, καὶ μετὰ τὴν Ἰουλιανοῦ βα-
σιλείαν ἀμώμητος ἔμεινε, καὶ πολλούς τε νεω-
τερισμοὺς ἐνεγκὼν κορυβαντιώντων ἐπὶ σοφίᾳ
μειρακίων, καὶ ἐπὶ πᾶσι τὸ βαθὺ διαφυλάττων
ἦθος, καὶ γελῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, τοῖς
τῆς Ἑλλάδος ἱεροῖς, εἰς μακρόν τι γῆρας ἀνύσας,
ὅς γε ἦν ὑπὲρ τὰ ἐνενήκοντα, συναπώλετο· πολλῶν
καὶ ἄλλων ἐν τῷδε τῷ χρόνῳ τῶν μὲν διὰ λύπην
προϊεμένων τὸν βίον, οἱ δὲ ὑπὸ τῶν βαρβάρων
κατεκόπτοντο· ἐν οἷς Προτέριός τε ἦν τις ἐκ
Κεφαληνίας τῆς νήσου, καὶ ἐμαρτυρεῖτο καλὸς
καὶ ἀγαθὸς εἶναι. Ἱλάριον δὲ καὶ ὁ ταῦτα γράφων
ἠπίστατο, ἄνδρα ιθυνὸν μὲν τὸ γένος, Ἀθήνῃσι
δὲ καταγηράσαντα, πρὸς δὲ τῷ καθαρῷ τῆς ἄλλης
παιδείας, κατὰ γραφικὴν οὕτω φιλοσοφήσαντα,
ὥστε οὐκ ἐτεθνήκει ἐν ταῖς ἐκείνου χερσὶν ὁ
ὐφράνωρ. καὶ ὁ ταῦτα γράφων διὰ τοῦτο τὸ
ἐν εἴδεσι καλὸν ἐθαύμαζε καὶ ὑπερηγάπα. ἀλλʼ
ὅμως καὶ Ἰλάριος τῶν ἀπολαυσάντων ἦν τῆς
κοινῆς συμφορᾶς, ἔξω μὲν εὑρεθεὶς τῶν Ἀθηνῶν
(πλησίον γάρ που Κορίνθου διέτριβε), κατακοπεὶς
δὲ παρὰ τῶν βαρβάρων ἅμα τοῖς οἰκέταις. καὶ


ταῦτα μὲν ἐν τοῖς διεξοδικοῖς, ἐὰν τῷ δαίμονι
δόξῃ, γραφήσεται, οὐ τὸ καθʼ ἕκαστον ἔχοντα,
ἀλλὰ τὸ κοινὸν ἐκεῖ σαφέστερον λελέξεται· νυνὶ
δὲ ὅσον ἐπέβαλε τὸ καθʼ ἕκαστον ἱκανῶς εἰς
ἀφήγησιν εἴρηται.
Ἰουλιανὸς δὲ ὁ ἐκ Καππαδοκίας σοφιστὴς εἰς
τοὺς ἰδεσίου χρόνους ἤκμαζε, καὶ ἐτυράννει γε
τῶν Ἀθηνῶν, καὶ παρὰ τοῦτον ἡ πᾶσα νεότης
πανταχόθεν ἐχώρει, ῥητορικῆς ἕνεκεν τὸν ἄνδρα
καὶ μεγέθους φύσεως σεβαζόμενοι. ἦσαν μὲν γὰρ
καὶ κατὰ ταὐτὸν ἕτεροί τινες παραψαύοντες τοῦ
καλοῦ, καὶ πρὸς τὴν ἐκείνου δόξαν διαιρόμενοι,
Ἀψίνης τε ὁ ἐκ Λακεδαίμονος, δόξαν ἔχων τεχ-
νικοῦ τινος, καὶ Ἐπάγαθος, καὶ τοιαύτη τις
ὀνομάτων χορηγία· ὁ δὲ τῷ μεγέθει τῆς φύσεως
ἁπάντων κατεκράτει, καὶ τὸ ἔλαττον μακρῷ τινι
ἦν ἔλαττον. ὁμιληταὶ δὲ αὐτοῦ πολλοὶ μὲν καὶ
πανταχόθεν, ὡς εἰπεῖν, καὶ πανταχῆ διασπαρέντες,
καὶ θαυμασθέντες ὅπου ποτὲ ἱδρύθησαν· ἀπόλεκτοι
δὲ τῶν ἄλλων ἁπάντων ὅ τε θειότατος Προαιρέσιος,
καὶ Ἡφαιστίων, Ἐπιφάνιός τε ὁ ἐκ Συρίας, καὶ
Διόφαντος ὁ Ἀράβιος. Τουσκιανοῦ δὲ μνησθῆναι
καλόν, καὶ γὰρ οὗτος ἐκείνου μετέσχε τῆς ὁμιλίας,
ἀλλὰ τούτου μὲν καὶ ἐν τοῖς κατὰ Ἰουλιανὸν
ἐμνήσθημεν διεξοδικοῖς. Ἰουλιανοῦ δὲ καὶ τὴν
οἰκίαν ὁ συγγραφεὺς Ἀθήνῃσιν ἐώρα, μικρὰν μὲν
καὶ εὐτελῆ τινα, Ἑρμοῦ δὲ ὅμως καὶ Μουσῶν
ἀποπνέουσαν, οὕτως ἱεροῦ τινος ἁγίου διέφερεν
οὐδέν· Προαιρεσίῳ δὲ αὐτὴν καταλελοίπει. καὶ

εἰκόνες τῶν ὑπʼ αὐτοῦ θαυμασθέντων ἑταίρων
ἀνέκειντο, καὶ τὸ θέατρον ἦν ξεστοῦ λίθου, τῶν
δημοσίων θεάτρων εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ
ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνῃσιν
ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ
τῆς πόλεως, ἐκ τῶν παλαιῶν ἐκείνων πολέμων,
τὸν ἐντὸς τείχους ἀσκούσης κίνδυνον, ὥστε οὐδεὶς
ἐτόλμα τῶν σοφιστῶν δημοσίᾳ καταβὰς δια-
λέγεσθαι, ἀλλʼ ἐν τοῖς ἰδιωτικοῖς θεάτροις ἀπο-
λαβόντες τὰς φωνὰς αὑτῶν μειρακίοις διελέγοντο,
οὐ τὸν περὶ ψυχῆς θέοντες, ἀλλὰ τὸν περὶ κρότου
καὶ φωνῆς ἀγωνιζόμενοι.
Πολλῶν δὲ σιωπωμένων, τοῦτο ἀνάγκη περὶ
αὐτοῦ καταβαλεῖν καὶ συνεισενεγκεῖν ἐς τὸν
λόγον, δεῖγμα τῆς ὅλης τοῦ ἀνδρὸς παιδείας καὶ
συνέσεως. ἔτυχον μὲν γὰρ οἱ θρασύτατοι τῶν
Ἀψίνου μαθητῶν ταῖς χερσὶ κρατήσαντες τῶν
Ἰουλιανοῦ κατὰ τὸν ἐμφύλιον ἐκεῖνον πόλεμον·
χερσὶ δὲ βαρείαις καὶ Λακωνικαῖς χρησάμενοι, τῶν
πεπονθότων περὶ τοῦ σώματος κινδυνευόντων,
ὥσπερ ἀδικηθέντες, κατηγόρουν. ἀνεφέρετο δὲ
ἐπὶ τὸν ἀνθύπατον ἡ δίκη, καὶ ὅς βαρύς τις εἶναι
καὶ φοβερὸς ἐνδεικνύμενος, καὶ τὸν διδάσκαλον
συναρπασθῆναι κελεύει καὶ τοὺς κατηγορηθέντας
ἅπαντας δεσμώτας, ὥσπερ τοὺς ἐπὶ φόνῳ κατα-
κεκλεισμένους. ἐῴκει δὲ ὡς Ῥωμαῖός τις οὐκ

εἶναι τῶν ἀπαιδεύτων, οὐδὲ τῶν ὑπʼ ἀγροίκῳ καὶ
ἀμούσῳ τύχη τεθραμμένων. ὅ τε γοῦν Ἰουλιανὸς
παρῆν, οὕτως ἐπιταχθέν, καὶ ὁ Ἀψίνης συμπαρῆν,
οὐκ ἐπιταχθέν, ἀλλʼ ὡς συνηγορήσων τοῖς κατη-
γορηκόσι. καὶ ἡ μὲν ἐξέτασις προὔκειτο, καὶ τοῖς
διώκουσιν εἴσοδος ἐδόθη. προειστήκει δὲ τῆς
ἀτάκτου Σπάρτης Θεμιστοκλῆς τις Ἀθηναῖος, ὅς
ἦν καὶ τῶν κακῶν αἴτιος· προπετέστερος δὲ ὢν
καὶ θρασύτερος, ἐς τὴν ἐπωνυμίαν ὕβριζεν. εὐθὺς
μὲν οὖν ὁ ἀνθύπατος ταυρηδὸν ὑπιδὼν τὸν Ἀψίνην,
''σὲ δὲ τί'' εἶπεν ''ἐλθεῖν ἐκέλευσεν;'' ὁ δὲ ἀπεκρί-
νατο περὶ τοῖς ἑαυτοῦ τέκνοις ἀγωνιῶν ἐληλυθέναι.
καὶ τῇ σιωπῇ κρύψαντος τὴν ἔννοιαν τοῦ ἄρχοντος,
εἰσῄεσαν πάλιν οἱ δεσμῶται καὶ ἠδικημένοι, καὶ
ὁ διδάσκαλος μετʼ αὐτῶν, κόμας ἔχοντες καὶ τὰ
σώματα κεκακωμένοι λίαν, ὥστε οἰκτροὺς αὐτοὺς
φανῆναι καὶ τῷ κρίνοντι. δοθέντος δὲ τοῦ λόγου
τοῖς κατηγοροῦσιν, ἤρξατο μὲν ὁ Ἀψίνης τοῦ
λόγου, ἀλλʼ ὁ ἀνθύπατος ὑπολαβών, ''ἀλλʼ οὐ
τοῦτό γε'' εἶπε ''Ῥωμαῖοι δοκιμάζουσιν· ἀλλʼ ὁ
τὴν πρώτην εἰπὼν κατηγορίαν, κινδυνευέτω περὶ
τῆς δευτέρας.'' ἐνταῦθα παρασκευὴ μὲν οὐκ ἦν
πρὸς τὴν τῆς κρίσεως ὀξύτητα· ἦν δὲ Θεμιστοκλῆς
ὁ κατηγορηκώς, καὶ λέγειν ἀναγκαζόμενος, χροιάν
τε ἤλλαξε καὶ τὰ χείλη διέδακνεν ἀπορούμενος,
καὶ πρὸς τοὺς ἑταίρους ὑπέβλεπε καὶ παρεφθέγξατο
τί πρακτέον· εἰσεληλύθεσαν γὰρ ὡς ἐπὶ τῇ συν-
ηγορίᾳ τοῦ διδασκάλου μόνον κεκραξόμενοι καὶ
βοησόμενοι. πολλῆς οὐν σιωπῆς καὶ ταραχῆς

οὔσης, σιωπῆς μὲν καθʼ ὅλον τὸ δικαστήριον,
ταραχῆς δὲ περὶ τὸ τῶν διωκόντων μέρος, ἐλεεινόν
τι παραφθεγξάμενος ὁ Ἰουλιανός, ''ἀλλʼ ἐμέ γε
εἰπεῖν'' ἔφη ''κέλευσον·'' ὁ δὲ ἀνθύπατος ἀνα-
βοήσας· ''ἀλλʼ οὐδεὶς ὑμῶν γʼ ἐρεῖ τῶν ἐσκεμ-
μένων διδασκάλων, οὐδὲ κροτήσει τις τῶν μαθητῶν
τὸν λέγοντα, ἀλλʼ εἴσεσθέ γε αὐτίκα ἡλίκον ἐστὶ,
καὶ οἷον τὸ παρὰ Ῥωμαίοις δίκαιον. ἀλλὰ Θεμι-
στοκλῆς μὲν περαινέτω τὴν κατηγορίαν, ἀπολο-
γείσθω δὲ ὃν ἂν σὺ ἀποκρίνοις ἄριστον.'' ἐνταῦθα
κατηγόρει μὲν οὐδείς, ἀλλὰ Θεμιστοκλῆς ὀνόματος
ἦν ὕβρις. ἀπολογεῖσθαι δὲ πρὸς τὴν προτέραν
κατηγορίαν ὡς ἐκέλευσε τὸν δυνάμενον, ὁ σοφιστὴς
Ἰουλιανός ''σὺ μέν,'' εἶπεν ''ἀνθύπατε, διὰ τὴν
ὑπεροχὴν τοῦ δικαίου πεποίηκας Πυθαγόραν
Ἀψίνην, βραδέως τὸ σιωπᾶν, ἀλλʼ ὅμως δικαίως,
μαθόντα· ὁ δὲ πάλαι (τοῦτο γὰρ αὐτὸς κατα-
μανθάνεις) καὶ τοὺς ἑταίρους πυθαγορίζειν ἐδί-
δαξεν. εἰ δὲ ἀπολογεῖσθαι κελεύεις τῶν ἐμῶν
ἑταίρων τινά, κέλευσον ἀπολυθῆναι τῶν δεσμῶν
Προαιρέσιον, καὶ δοκιμάσεις αὐτὸς πότερον ἀττι-
κίζειν ἢ πυθαγορίζειν πεπαίδευται.'' ὡς δὲ ταῦτα
ἐπέτρεψε καὶ μάλʼ εὐκόλως (ταῦτα δὲ πρὸς τὸν
συγγραφέα ουσκιανὸς ἐξήγγελλε παρὼν τῇ
κρίσει), καὶ ἐκ τῶν κατηγορουμένων παρελθὼν
εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος
αὐτῷ τοῦ διδασκάλου οὐ σφοδρόν τε καὶ διάτορον

ὥσπερ ἐπὶ τῶν στεφανιτῶν οἱ παρακελευόμενοι
καὶ προτρέποντες, ἐμβοήσαντος δὲ ὀξέως τό
''λέγε, Προαιρέσιε, νῦν καιρὸς τοῦ λέγειν·'' ὁ μὲν
προοίμιόν τι ἔφη (οὐ γὰρ ἠπίστατό γε αὐτὸ
Τουσκιανός, τὸν δὲ νοῦν ἔφραζεν)· ἐξήνεγκεν
εἴς τε οἶκτον ὧν ἐπεπόνθεσαν ῥέπον, καὶ μεμιγ-
μένον τινὰ εἶχε τὸ προοίμιον ἔπαινον τοῦ διδα-
σκάλου· καὶ που καὶ διὰ λέξεως μιᾶς διαβολή τις
ἐγκατεσπείρετο τῷ προοιμίῳ, προπέτειαν ἐμφαί-
νουσα τῆς ἀνθυπατικῆς ἀρχῆς, ὡς οὐ προσῆκον
αὐτοῖς οὐδὲ μετὰ τοὺς ἐλέγχους τοιαῦτα ὑποστῆναι
καὶ παθεῖν. κάτω δὲ τοῦ ἀνθυπάτου νεύοντος,
καὶ τόν τε νοῦν τῶν λεγομένων καταπεπληγμένου
καὶ τὸ βάθος τῶν λέξεων καὶ τὴν εὐκολίαν καὶ
τὸν κρότον, καὶ πάντων μὲν βουλομένων ἐπαινεῖν,
καταπτηξάντων δὲ ὥσπερ διοσημίαν, καὶ σιωπῆς
κατακεχυμένης μυστηριώδους, εἰς δεύτερον προ-
οίμιον ὁ Προαιρέσιος ἐντείνων τὸν λόγον (τοῦ-
το γὰρ ἐμέμνητο Τοσακιανός), ἐνθένδε ἤρξατο·
''εἰ μὲν οὖν ἔξεστι καὶ ἀδικεῖν ἅπαντα καὶ κατη-
γορεῖν καὶ λέγοντα πιστεύεσθαι πρὸ τῆς ἀπολογίας,
ἔστω, γινέσθω Θεμιστοκλέους ἡ πόλις.'' ἐνταῦθα
ἀνά τε ἐπήδησεν ὁ ἀνθύπατος ἐκ τοῦ θρόνου, καὶ
τὴν περιπόρφυρον ἀνασείων ἐσθῆτα (τήβεννον
αὐτὴν Ῥωμαῖοι καλοῦσιν), ὥσπερ μειράκιον ὁ
βαρὺς ἐκεῖνος καὶ ἀμείλικτος ἐκρότει τὸν Προαι-
ρέσιον· συνεκρότει δὲ ὁ Ἀψίνης οὔτι ἑκών, ἀλλὰ
ἀνάγκης βιαιότερον οὐδέν· ὁ διδάσκαλος Ἰουλιανὸς
ἐδάκρυε μόνον. ὁ δὲ ἀνθύπατος τὸ μὲν διωκόμενον

μέρος ἐξελθεῖν κελεύσας, τοῦ δὲ διώκοντος τὸν
διδάσκαλον μόνον, εἶτα ἀπολαβὼν τὸν Θεμιστοκλέα
καὶ τοὺς Λάκωνας, τῶν ἐν Λακεδαίμονι μαστίγων
ὑπέμνησε, προσθεὶς αὐτοῖς καὶ τῶν Ἀθήνῃσι.
εὐδοκιμῶν δὲ καὶ αὐτὸς ἄγαν καὶ διὰ τῶν ὁμιλητῶν,
Ἀθήνῃσιν ἐτελεύτα, μέγαν ἐπιτάφιον ἀγῶνα τοῖς
ἑαυτοῦ παραδεδωκὼς ἑταίροις.
Περὶ Προαιρεσίου καὶ προλαβοῦσιν ἱκανῶς εἴρη-
ται, καὶ ἐν τοῖς ἱστορικοῖς κατὰ τὴν ἐξήγησιν
ὑπομνήμασι. καὶ νῦν δὲ ἐπελθεῖν καιρὸς εἰς τὸ
ἀκριβέστερον εἰδότι τε ἀσφαλῶς καὶ ἀξιωθέντι
τῆς ἐκείνου γλώττης καὶ ὁμιλίας· καὶ ταῦτά γε,
εἰ καὶ πάνυ μεγάλα καὶ οὐρανομήκη πρὸς χάριν,
εἴ τις διδάσκαλος, ἀλλʼ ὅμως πολλῷ τινι καὶ
μακρῷ τῆς εἰς τὸν συγγραφέα φιλίας ἀφεστήκεσαν
αἱ τοσαῦται καὶ ἀδιήγητοι χάριτες. διέβαλε μὲν
γὰρ ὁ ταῦτα συντιθεὶς ἐξ Ἀσίας εἰς τὴν ὐρώπην
καὶ Ἀθήνας, τελῶν εἰς ἕκτον καὶ δέκατον ἔτος.
ὁ δὲ Προαιρέσιος προεληλύθει μὲν ἐπὶ τὸ ἕβδομον
ἐπὶ τοῖς ὀγδοήκοντα ἔτεσιν, ὡς αὐτὸς ἔλεγεν· καὶ
περὶ τὴν ἡλικίαν ταύτην οὔλη τε ἦν αὐτῷ καὶ ἄγαν
συνεχὴς ἡ κόμη, καὶ διὰ πλῆθος πολιῶν τριχῶν
ἀφριζούσῃ θαλάσσῃ προσεμφερὴς καὶ ὑπαργυ-
ρίζουσα. ἤκμαζε δὲ οὕτω τὰ εἰς λόγους, τῇ
νεότητί τε τῆς ψυχῆς τὸ σῶμα κεκμηκὸς συν-
ηγείρετο, ὥστε ὁ ταῦτα συγγράφων ἀγήρων τινὰ
καὶ ἀθάνατον αὐτὸν ἐνόμιζε, καὶ προσεῖχεν ὥσπερ
αὐτοκλήτῳ καὶ ἄνευ τινὸς πραγματείας φανέντι.


θεῷ. καίτοι γε ἦν ἥκων εἰς τὸν Πειραιᾶ περὶ
πρώτην φυλακήν, ἐπὶ πυρετῷ λάβρῳ κατὰ πλοῦν
γενομένῳ, καὶ πολλοί τινες ἄλλοι κατὰ γένος γε
αὐτῷ προσήκοντες συνεισπεπλεύκεσαν, καὶ περὶ
τὴν ὥραν ἐκείνην, πρίν τι γενέσθαι τῶν εἰωθότων
(τὸ γὰρ πλοῖον ἦν τῶν Ἀθήνηθεν, καὶ περὶ τὰς
κατάρσεις οὐκ ὀλίγοι τινὲς ἐναυλόχουν ἀεὶ τῶν
εἰς ἕκαστον διδασκαλεῖον μεμῃνότων), ὁ ναύκληρος
εἰς Ἀθήνας συνέτεινε, τῶν μὲν ἄλλων βαδιζόντων,
ὁ δὲ βαδίζειν ἀδυνάτως ἔχων, ὅμως ἐκ διαδοχῆς
ἀνεχόμενος, ἀνεκομίσθη πρὸς τὴν πόλιν. ἦν τε
νυκτὸς τὸ σταθερώτατον, ἡνίκα ἥλιος μακροτέραν
ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος· ἐνεβεβήκει
γὰρ τῷ Ζυγῷ, καὶ τὰ νυκτερεῖα ἔμελλε· καὶ ὁ
ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου παλαιός,
τοσοῦτον ὄχλον ὁμιλητῶν, ἀράξας τὴν θύραν,
εἰσήγαγεν εἰς τὴν οἰκίαν, ὥστε, ἡνίκα πόλεμοί
τινες ἐγίνοντο περὶ ἑνὸς μειρακίου καὶ δυοῖν,
πλήρωμα διατριβῆς ὅλους σοφιστικῆς τοὺς ἐληλυ-
θότας φαίνεσθαι. τούτων οἱ μὲν εἰς σώματος
ἀλκὴν ἐτέλουν, οἱ δὲ εἰς πλοῦτον ἦσαν ἁδρότεροι,
τὸ δὲ εἶχεν ἀνὰ μέσον· ὁ δὲ συγγραφεὺς ἐλεεινῶς
διακείμενος τὰ πλεῖστα τῶν ἀρχαίων ἐπὶ στόματος
εἶχε μόνον βιβλία. εὐθὺς μὲν οὖν χαρμονή τε ἦν
περὶ τὴν οἰκίαν καὶ διαδρομαί τινες ἀνδρῶν τε
καὶ γυναικῶν, καὶ οἱ μὲν ἐγέλων, οἱ δὲ ἐχλεύαζον.


ὁ δὲ Προαιρέσιος συγγενεῖς ἐδίους κατὰ τὴν ὥραν
ἐκείνην μεταπεμψάμενος, παραλαβεῖν τοὺς ἐλθόν-
τας κελεύει. ἦν δὲ αὐτός τε ἐξ Ἀρμενίας (ὅσον
ἐστὶν Ἀρμενίας Πέρσαις εἰς τὰ βαθύτατα συνημ-
μένον), καὶ Ἀνατόλιος οὗτοι καὶ Μάξιμος ἐκα-
λοῦντο. καὶ οἱ μὲν ἀπεδέξαντο τοὺς ἐλθόντας,
καὶ ἦξαν εἰς γειτόνων καὶ περὶ τὰ λουτρὰ μετὰ
πάσης ἐπιδείξεως, ἥ τε νεότης ἐς αὐτοὺς ἐπε-
δείκνυτο καὶ χλευασίαν καὶ γέλωτα. καὶ οἱ μὲν
τούτων ποτὲ ἀπηλλάγησαν ἅπαξ λουσάμενοι, ὁ
δὲ συγγραφεύς, ἐντείναντος αὐτῷ τοῦ νοσήματος,
διεφθείρετο, μήτε Προαιρέσιον μήτε τὰς Ἀθήνας
ἰδών, ἀλλὰ ὀνειρῶξαι δοκῶν ἐκεῖνα ὧν ἐπεθύμησεν,
οἱ δὲ ὁμοεθνεῖς καὶ ἐκ Λυδίας βαρέως ἔφερον.
καὶ ὥσπερ τοῖς κατὰ τήνδε τὴν ἡλικίαν ἀπιοῦσιν ἐπὶ
τὸ πλέον ἅπαντες εἰώθασι χαρίζεσθαι, πολλά τινα
καὶ μεγάλα περὶ αὐτοῦ καταψευσάμενοι καὶ
συμφορήσαντες ἐτερατεύσαντο, καὶ πένθος κατεῖχε
τὴν πόλιν παράλογον, ὡσὰν ἐπὶ μεγάλῃ συμφορᾷ.
Αἰσχίνης δέ τις, οὐκ Ἀθηναῖος (ἀλλὰ ἡ Χίος ἦν
αὐτῷ πατρίς), πολλοὺς ἀνῃρηκὼς οὐχ ὅσους
ἐπηγγείλατο θεραπεύειν, ἀλλὰ καὶ ὅσους εἶδε
μόνον, εἰς μέσους ἀναβοήσας τοὺς πενθοῦντας, ὡς
μετὰ ταῦτα ἐγένετο φανερόν ''ἀλλὰ συγχωρήσατέ
γε,'' εἶπε ''τῷ νεκρῷ με δοῦναι φάρμακον.'' οἱ
δὲ συνεχώρησαν Αἰσχίνῃ διαφθεῖραι καὶ τοὺς
ἀπολωλότας. ὁ δὲ ὅ τι μὲν ἐνέχεεν, ὀργάνοις τισὶ
τὸ στόμα διαστήσας, μετὰ ταῦτα ἐξεῖπε, καὶ ὁ


θεὸς πολλοῖς ὕστερον ἐμαρτύρησε χρόνοις, ἐμβαλὼν
δὲ ὅμως, τοῦ μὲν ἡ γαστὴρ ἀθρόως ἀπελυμάνθη,
καὶ τὸν ἀέρα εἶδε καὶ ἐπέγνω τοὺς οἰκείους. ὁ
δὲ Αἰσχίνης ἑνὶ τούτῳ γε ἔργῳ θάψας τὰ προ-
γεγενημένα τῶν ἁμαρτημάτων, ὑπό τε τοῦ σω-
θέντος προσεκυνεῖτο, καὶ τῶν ἡδομένων ὅτι
σέσωσται. καὶ ὁ μέν, ἐπὶ τῇ τοιαύτῃ πράξει
πάντων σεβαζομένων αὐτόν, εἰς τὴν ίον ἀπῇρε,
πλὴν ὅσα γε παραμείνας εἰς ῥῶσιν τοῦ σώματος
προσέδωκε πάλιν τῆς δυνάμεως τοῦ φαρμάκου,
καὶ τότε συνῆλθεν ἀκριβῶς ὁ σωθεὶς τῷ σώσαντι.
Ὁ δὲ θειότατος Προαιρέσιος οὔπω τὸν συγ-
γραφέα τεθεαμένος, ἀλλὰ καὶ αὐτὸν ὅσον οὐκ ἤδη
κατοδυρόμενος, ὡς ἐπύθετο τὴν ἄλογον ταύτην
καὶ ἀνεκλάλητον σωτηρίαν, μετακαλέσας τοὺς
κρατίστους καὶ γενναιοτάτους τῶν ὁμιλητῶν καὶ
παρʼ οἷς ἐπῃνεῖτο χειρῶν ἀλκῆς ἔργον, ''πέπονθά,
τι'' πρὸς αὐτοὺς εἶπεν ''ἐπὶ τῷ σωθέντι παιδίῳ,
καί τοί γε οὔπω τεθεαμένος, ἀλλʼ ὅμως ἔπασχον
ἡνίκα ἀπώλλυτο. εἴ τι δὴ βούλεσθε χαρίσασθαί
μοι, τῷ δημοσίῳ λουτρῷ τοῦτον καθήρατε, πάσης
χλευασίας φεισάμενοι καὶ παιδιᾶς, ὥσπερ ἐμόν
τινα παῖδα ψαίροντες.'' καὶ ταῦτα μὲν ἔσχεν
οὕτως, καὶ ἀκριβέστερον ἐν τοῖς κατʼ ἐκεῖνον
χρόνοις λελέξεται· ὅμως δὲ ὁ συγγραφεύς, ὁμο-
λογῶν τὰ ἐς αὐτὸν θεοῦ τινὸς προνοίας τετυχηκέναι,
ἐκ τῆς Προαιρεσίου σπουδῆς οὐδὲν εἰς τὸ καθόλου
περὶ τοῦ ἀνδρὸς ἀποστήσεται τῆς ἀληθείας, εἴ
γε πεπηγὼς ὁ Πλάτωνος λόγος, ὡς ἀλήθεια
πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις
ἡγεῖται.
Προαιρεσίῳ δὲ (φερέσθω γὰρ ἐπʼ αὐτὸν ὁ λόγος)
τὸ μὲν κάλλος ἦν τοῦ σώματος τοιοῦτον, καί τοι
γηραιὸς ὢν ἦν, ὥστε ἀπορεῖν τε εἴ τις ἐφʼ ἡλικίας
οὕτω γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους
δύναμιν ὅτι πρὸς τοσοῦτον σῶμα διὰ πάντων εἰς
τὴν ἀρίστην πλάσιν ἐξήρκεσε· τὸ δὲ μέγεθος ἦν
ἡλίκον ἄν τις οὐ πιστεύσειεν, ἀλλὰ εἰκάσειε μόλις.
ἀνεστηκέναι γὰρ εἰς ἔνατον πόδα κατεφαίνετο,
ὥστε κολοσσὸς ἐδόκει, παρὰ τοὺς μεγίστους
ὁρώμενος τῶν καθʼ ἑαυτὸν ἀνθρώπων. νέον δὲ
αὐτὸν ἐξ Ἀρμενίας ἀναστήσαντος τοῦ δαίμονος,
καὶ πρὸς τὴν Ἀντιόχειαν διαβάλλοντος (οὐ γὰρ
ἐπεθύμησεν εὐθὺς τῶν Ἀθηνῶν, ἥ τε ἔνδεια παρε-
λύπει τῶν χρημάτων· γεγονὼς γὰρ ἄνωθεν καλῶς,
τοῦτο ἠτύχει), καὶ πρὸς τὸν ὐλπιανὸν κρατοῦντα
τῆς Ἀντιοχείας ἐπὶ λόγοις ὠσθείς, καὶ παρελθών,
εὐθὺς ἀνὰ τοὺς πρώτους ἦν. καὶ χρόνον οὐκ
ὀλίγον ὁμιλήσας ἐκείνῳ, συνέτεινεν ἐπὶ τὰς Ἀθήνας
καὶ τὸν Ἰουλιανὸν σφοδρῶς, καὶ πάλιν Ἀθήνῃσι
πρῶτος ἦν. Ἡφαιστίων δὲ αὐτῷ συνείπετο,
φιλοῦντες μὲν ἀλλήλους ἄμφω καὶ πάνυ, φιλο-
νεικοῦντες δὲ ἀλλήλοις εἰς πενίαν καὶ περὶ τῶν ἐν
λόγοις πρωτείων. ἓν γοῦν αὐτοῖς ὑπῆν ἱμάτιον
καὶ τριβώνιον, καὶ πλέον οὐδέν, καὶ στρώματα
τρία που ἢ τέτταρα, τὴν οἴκοθεν βαφὴν μετὰ τῆς
παχύτητος διὰ χρόνον ἀπαγορεύοντα. περιῆν οὖν

αὐτοῖς ἑνί τε ἀνθρώπῳ καὶ δυεῖν εἶναι, ὥσπερ τὸν
Γηρυόνην οἱ μῦθοί φασιν ἐκ τριῶν συντεθῆναι·
κἀκεῖνοι δύο τε ἦσαν καὶ εἷς. Προαιρεσίου μὲν
γὰρ δημοσίᾳ φανέντος, Ἡφαιστίων ἦν ἀφανὴς ἐν
τοῖς στρώμασι κατακείμενος, καὶ συνασκῶν ἑαυτὸν
περὶ τοὺς λόγους· ταὐτὰ δὲ καὶ Προαιρεσίῳ συνέ-
βαινεν Ἡφαιστίωνος φανέντος· τοσαύτη τις εἶχεν
αὐτοὺς ἔνδεια.
Ἀλλʼ ὅμως Ἰουλιανὸς ἐπὶ τὸν Προαιρέσιον
ἐπέκλινε τὴν ψυχήν, καὶ πρὸς ἐκεῖνον αὐτῷ τὰ
ὦτα ἀνειστήκει, καὶ τὸ μέγεθος κατεδείμαινε
τῆς φύσεως. ὡς δέ, ἀπελθόντος Ἰουλιανοῦ,
τὰς Ἀθήνας εἶχεν ἔρως τῆς διαδοχῆς τῶν ἐπὶ
τοῖς λόγοις πλεονεκτημάτων, παραγγέλλουσι μὲν
ἐπὶ τῷ κράτει τῆς σοφιστικῆς πολλοὶ καὶ ἄλλοι,
ὥστε ὄχλος ἦν καὶ ταῦτα γράφειν. χειροτονοῦνται
δὲ δοκιμασθέντες ἁπάσαις κρίσεσι, Προαιρέσιός
τε καὶ Ἡφαιστίων καὶ Ἐπιφάνιος καὶ Διόφαντος,
καὶ Σώπολις ἐκ τῆς παραβύστου καὶ παρημελημένης
ἐς τὸν ἀριθμὸν ἐνδείας, καὶ Παρνάσιός τις ἐκ τῆς
εὐτελεστέρας. ἔδει γὰρ πολλοὺς εἶναι, κατὰ τὸν
νόμον τὸν Ῥωμαϊκόν, Ἀθήνῃσι τοὺς μὲν λέγον-
τας, τοὺς δὲ ἀκούοντας. χειροτονηθέντων δὲ τού-
των, οἱ μὲν εὐτελέστεροι τὸ ὄνομα εἶχον, καὶ
μέχρι τῶν σανίδων ἦν τὸ κράτος καὶ τοῦ βήματος
ἐφʼ ὅ παρῄεσαν, εἰς δὲ τοὺς δυνατωτέρους ἡ πόλις
εὐθὺς διῄρητο, καὶ οὐχ ἡ πόλις μόνη, ἀλλὰ τὰ
ὑπὸ Ῥωμαίοις ἔθνη, καὶ περὶ λόγων οὐκ ἦν αὐτοῖς
ἡ στάσις, ἀλλʼ ὑπὲρ ἐθνῶν ὅλων ἐπὶ τοῖς λόγοις.
ἡ μὲν γὰρ ἑῴα καθάπερ τι γέρας Ἐπιφανίῳ σαφῶς


ἐξῄρητο. τὴν δὲ Ἀραβίαν εἰλήχει Διόφαντος,
Ἡφαιστίων δὲ καταδείσας Προαιρέσιον ἀπῆλθεν
ἐξ Ἀθηνῶν τε καὶ ἀνθρώπων, Προαιρεσίῳ δὲ ὁ
Πόντος ὅλος καὶ τὰ ἐκείνῃ πρόσοικα τοὺς ὁμιλητὰς
ἀνέπεμπεν, ὥσπερ οἰκεῖον ἀγαθὸν τὸν ἄνδρα
θαυμάζοντες· προσετέθη δὲ καὶ Βιθυνία πᾶσα
καὶ Ἑλλήσποντος, ὅσα τε ὑπὲρ Λυδίας, διὰ τῆς
καλουμένης νῦν Ἀσίας ἐπὶ Καρίαν καὶ Λυκίαν
τείνοντα, πρὸς Παμφυλίαν καὶ τὸν αῦρον ἀφο-
ρίζεται, ἴγυπτός τε πᾶσα τῆς ἐπὶ τοῖς λόγοις
άρχῆς κλῆρος ἦν οἰκεῖος αὐτῷ, καὶ ὅσα, ὑπὲρ
ἰγύπτου πρὸς Λιβύην συρόμενα, τό τε γνωστὸν
τέλος ἔχει καὶ τὸ οἰκήσιμον. ταῦτα δὲ ὡς ἐπὶ
πλέον εἴρηται, ἐπεί, τό γε ἀκριβῶς, καὶ διαφορὰς
ἔσχε τὰ ἔθνη ἐν ὀλίγοις τισὶ μειρακίοις ἢ μετανα-.
στᾶσιν παρʼ ἑτέρους ἢ εἴ πού τις καὶ κατʼ ἀρχὰς
ἀπατηθεὶς ἑτέρῳ προσῆλθε. πρὸς δὲ τὸ μέγεθος
τῆς Προαιρεσίου φύσεως, συστάσεως νεανικῆς
καὶ μάλα σφοδρᾶς γενομένης, τῶν ἄλλων ἁπάν-
των ἐς τοσόνδε ἴσχυσεν ἡ σύστασις, ὥστε τὸν
ἄνδρα ἐξόριστον τῶν Ἀθηνῶν εἰργάσαντο δεκά-
σαντες τὸν ἀνθύπατον, καὶ τὴν ἐπὶ λόγοις βασιλείαν
εἶχον αὐτοί. ὁ δὲ καὶ πρὸς τὴν φυγὴν μετὰ
πενίας ἰσχυρᾶς ὥσπερ ὁ Πεισίστρατος ἐκπεσὼν
κατῆλθε τὸ δεύτερον· ἀλλʼ ὁ μὲν διὰ πλοῦτον,
Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ,
Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλλέως
κάν τοῖς πολεμίοις παρέπεμπεν τὸν Πρίαμον.
συνέβη δέ τις αὐτῷ καὶ ἀγαθὴ τύχη νεώτερον

ἀνθύπατον κατὰ φήμην ἀγανακτοῦντα ἐπὶ τοῖς
γινομένοις ἐπιστήσασα τοῖς πράγμασι. καὶ ὁ
μέν, οὕτω βασιλέως ἐπιτρέψαντος, καὶ μεταπεσόν-
τος ὀστράκου, κατῄει τὸ δεύτερον εἰς τὰς Ἀθήνας,
οἱ δὲ ἐχθροί, τὸ δεύτερον αὖθις ἑλιχθέντες καὶ
συσπειρασάμενοι καθʼ ἑαυτούς, ἀνίσταντο καὶ
πρὸς τὸ μέλλον ἑτέρας ἐξηρτύοντο μηχανάς. καὶ
οἱ μὲν ἐν τούτοις ἦσαν· προηγουμένων δὲ τῶν
εὐτρεπιζόντων τὴν κάθοδον, κατελθὼν ὁ Προαιρέ-
σιος (ταῦτα δὲ ἀκριβῶς ὁ Λυδὸς παρὼν Τουσκιανὸς
ἐξήγγελλεν, ὅς Προαιρέσιος ἂν ἦν, εἰ μὴ Προαιρέ-
σιος ἦν), κατελθὼν δέ, ὅμως, εὑρίσκει μέν, ὥσπερ
τις Ὀδυσσεὺς διὰ μακροῦ παραγενόμενος, ὀλίγους
τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ ουσκιανὸς ἦν, ὑγιαί-
νοντας, καί, ἐπὶ τῷ ἀπίστῳ τοῦ θαύματος, τοὺς
πρὸς ἐκεῖνον βλέποντας· εὑρὼν δέ, καὶ πληρωθεὶς
ἀγαθῶν ἐλπίδων ''περιμένετε,'' φησί, ''τὸν ἀν-
θύπατον''· ο δὲ θᾶττον ἦλθεν ἐλπίδος. ἀφικό-
μενος δὲ Ἀθήναζε, συνεκάλει τε τοὺς σοφιστάς,
καὶ διετάραττεν ἅπαντα. οἱ δὲ μόλις μὲν καὶ
βάδην συνῄεσαν. ἀνάγκης δὲ καλούσης, προ-
βλήματά τε αὐτοῖς προεβλήθη, καὶ κατὰ δύναμιν
αὐτῶν ἕκαστος ἐνεχθέντες, ἐκ παρακλήσεως καὶ
παρασκευῆς τῶν κρότων συντελουμένων, ἀπηλ-
λάγησαν, καὶ τοὺς Προαιρεσίου φίλους εἶχεν
ἀθυμία. ὁ δὲ ἀνθύπατος αὐτοὺς τὸ δεύτερον ὡς
ἐπὶ τιμαῖς συγκαλέσας, ἅπαντας κατασχεθῆναι



κελεύει, καὶ τὸν Προαιρέσιον ἐξαπιναίως εἰσκαλεῖ.
οἱ δὲ παρῆσαν ἀγνοοῦντες τὰ μέλλοντα. ὁ δὲ
ἀνθύπατος ''βούλομαι'' ἀνέκραγε, ''πᾶσιν ὑμῖν ἓν
ζήτημα προβαλών, πάντων ὑμῶν ἀκροάσασθαι
σήμερον· ἐρεῖ δὲ μεθʼ ὑμᾶς, ἢ ὅπως ἂν βούλησθε,
καὶ Προαιρέσιος.'' τῶν δὲ τὸ πρᾶγμα φανερῶς
παραιτησαμένων, καὶ τὰ Ἀριστείδου μετὰ πολλῆς
σκέψεως καὶ πόνου (ἔδει γὰρ μηδὲν ἴδιον αὐτοὺς
λέγειν), προενεγκόντων δὲ ὅμως ὡς οὐκ εἰσὶ τῶν
ἐμούντων ἀλλὰ τῶν ἀκριβούντων, τὸ δεύτερον
ἐμβοήσας ὁ ἀνθύπατος ''λέγε,'' φησίν ''ὦ Προ-
αιρέσιε.'' ὁ δὲ ἀπὸ τῆς καθέδρας εἰς προάγωνά
τινα διαλεχθεὶς οὐκ ἀχαρίτως, καὶ τὸν σχέδιον
ὅσος ἐστὶν ἐξάρας λόγον, ἀνέστη θαρραλέως ἐπὶ
τὸν ἀγῶνα. ἐνταῦθα ὁ μὲν ἀνθύπατος ὅρον τινὰ
προβαλεῖν ἕτοιμος ἦν, ὁ δὲ ἀνενεγκὼν τὸ πρό-
σωπον, περιέβλεπε κύκλῳ τὸ θέατρον. ὡς δὲ
πολὺ μὲν ἑώρα τὸ πολέμιον, τὸ δὲ φίλιον μικρὸν
καὶ διαλανθάνον, ἐγένετο μὲν κατὰ λόγον ἀθυμό-
τερος· ζέοντος δὲ καὶ συγχορεύοντος αὐτῷ δαί-
μονος, περισκοπῶν ἅπαντα, συγκεκαλυμμένους
ὁρᾷ περὶ τὴν ἐσχάτην ἄντυγα τοῦ θεάτρου δύο
τινὰς ἄνδρας τῶν περὶ ῥητορικὴν τετριμμένων
καὶ ὑφʼ ὧν ἐπεπόνθει τὰ πλεῖστα τῶν κακῶν, καὶ
ἀναβοήσας ''ὦ θεοί,'' φησίν ''ἐνταῦθα οἱ βέλτιστοι
καὶ σοφοί. τούτους ἐμοὶ κέλευσον, ἀνθύπατε,
προβαλεῖν· ἴσως γὰρ ὅτι ἡσέβησαν πεισθήσονται.
οἱ μὲν οὖν ταῦτα ἀκούσαντες, εἰς τὸν ὄχλον τε


τῶν καθημένων κατεδύοντο, καὶ διαλανθάνειν
ἔσπευδον. ὁ δὲ ἀνθύπατος, διαπέμψας τινὰς τῶν
στρατιωτῶν, εἰς μέσον αὐτοὺς περιήγαγε· καὶ
καταστήσας ἔκ τινος προτροπῆς τὸ προβαλεῖν τὸν
καλούμενον ὅρον, ὡς ἐκεῖνοι, βραχύν τινα χρόνον
σκεψάμενοι καὶ πρὸς ἀλλήλους διαλεχθέντες, τὸν
τραχύτατον ὧν ᾔδεσαν καὶ φαυλότατον ἐξήνεγκαν,
ἰδιωτικὸν καὶ τοῦτον, καὶ οὐ βάσιμον ῥητορικῇ
πομπείᾳ, ταυρηδὸν μὲν αὐτοὺς ὑπέβλεψε, πρὸς
δὲ τὸν ἀνθύπατον· ''ἃ πρὸ τοῦ ἀγῶνος αἰτῶ δί-
καια, ταῦτά σε ἱκετεύω δοῦναι'' τοῦ δὲ εἰπόντος
ὡς οὐδενὸς ἀτυχήσει δικαίου, ''ἀξιῶ'' φησί ''δο-
θῆναί μοι τοὺς ταχέως γράφοντας, καὶ στῆναι κατὰ
τὸ μέσον οἳ καθʼ ἡμέραν μὲν τῆς Θέμιδος γλῶτταν
ἀποσημαίνονται, σήμερον δὲ τοῖς ἡμετέροις ὑπη-
ρετήσονται λόγοις.'' τοῦ δὲ παρελθεῖν τοὺς ἄκρους
τῶν γραφέων ἐπιτρέψαντος, οἱ μὲν ἑκατέρωθεν
ἔστησαν ἐς τὴν γραφὴν ἕτοιμοι, καὶ τὸ μέλλον
οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς ''καὶ ἕτερον
αἰτήσω βαρύτερον,'' εἶτα κελευσθέντος εἰπεῖν,
''κροτείτω με'' φησί ''μηδὲ εἷς.'' ὡς δὲ καὶ
τοῦτο μετὰ πολλοῦ πᾶσιν ἐπέτειλε φόβου, ἄρχεται
μὲν ὁ Προαιρέσιος λέγειν ῥύδην, κατὰ τὸν κρό-
τον ἀναπαύων ἐκάστην περίοδον, τὸ δὲ ἀναγκαίως
Πυθαγορικὸν θέατρον ὑπὸ τοῦ θαύματος καταρ-
ρηγνύμενον, μυκηθμοῦ καὶ στόνου διάμεστον ἦν.



ὡς δὲ ὁ λόγος ἐπεδίδου, καὶ ὁ ἀνὴρ ὑπὲρ πάντα
ἐφέρετο λόγον καὶ πᾶσαν δόξαν ἀνθρωπίνην,
πρόεισι μὲν εἰς θάτερον μέρος καὶ συμπληροῖ τὴν
κατάστασιν· ἐνθουσιῶν δὲ καὶ πηδῶν, ὥσπερ
ἀναπολόγητον τὸ λειπόμενον ἀφιεὶς μέρος, εἰς
τὴν ἐναντίαν ὑπόθεσιν ἐπαφῆκε τὸν λόγον. καὶ
οἱ γράφοντες μόλις εἵποντο, καὶ τὸ θέατρον μόλις
σιωπᾶν ἠνείχετο, καὶ πλῆθος ἦν τῶν εἰρημένων.
ἐπιστρέψας εἰς τοὺς γράφοντας τὸ πρόσωπον,
''ὁρᾶτε ἀκριβῶς'' ἔφη ''εἰ πάντα ταῦτα ἃ προ-
λαβὼν εἶπον μέμνημαι·'' καὶ μηδὲ περὶ μίαν λέξιν
σφαλείς, τὰ αὐτὰ δεύτερον ἀπήγγελλεν. οὔτε ὁ
ἀνθύπατος ἐνταῦθα τοὺς ἑαυτοῦ νόμους ἐφύλαττεν,
οὔτε τὸ θέατρον τὰς ἀπειλὰς τοῦ ἄρχοντος· καὶ τὰ
στέρνα τοῦ σοφιστοῦ περιλιχμησάμενοι καθάπερ
ἀγάλματος ἐνθέου πάντες οἱ παρόντες, οἱ μὲν
πόδας, οἱ δὲ χεῖρας προσεκύνουν, οἱ δὲ θεὸν ἔφασαν,
οἱ δὲ Ἑρμοῦ Λογίου τύπον· οἱ δὲ ἀντίτεχνοι διὰ
φθόνον παρεθέντες ἔκειντο, τινὲς δὲ αὐτῶν οὐδὲ
κείμενοι τῶν ἐπαίνων ἠμέλουν. ὁ δὲ ἀνθύπατος
καὶ δορυφόρων μετὰ πάντων καὶ τῶν δυνατῶν ἐκ
τοῦ θεάτρου παρέπεμψε. μετὰ ταῦτα οὐδεὶς ἀντ-
έλεγεν, ἀλλʼ ὥσπερ ὑπὸ σκηπτοῦ πληγέντες,
ἅπαντες συνεχώρησαν αὐτῷ εἶναι κρείττονι.
χρόνῳ δὲ ὕστερον ἀναφέροντες, ὥσπερ αἱ τῆς Ὕδρας
κεφαλαί, πρὸς τὸ οἰκεῖον ἀνωρθοῦντο καὶ διηγεί-

ροντο, καὶ τραπέζαις τε πολυτελέσι καὶ θεραπαι-
νιδίοις κομφοῖς τινὰς τῶν ἀκμαζόντων δελεά-
ζοντες, ὥσπερ οἱ τῶν βασιλέων ἔννομον καὶ ὀρθὴν
μάχην νενικημένοι, καὶ ἐν τοῖς ἀπόροις εἰς τὸ
ἔσχατον συνελαθέντες, ἐπὶ ψιλοὺς καὶ σφενδονήτας
καὶ γυμνήτας καὶ τὸ εὐτελὲς ἐπικουρικὸν κατα-
φεύγουσιν, οὐ ταῦτα τιμῶντες ἐξ ἅρχῆς, ὄμως
δὲ διʼ ἀνάγκην ταῦτα τιμῶντες· οὕτω κἀκεῖνοι
πρὸς ἀναγκαῖον συμμαχικὸν ἐπτοημένοι, τοιαύτας
ἐπιβουλὰς ἤρτυον, αἰσχρὰς μέν, ἀνεπίφθονοι δὲ
ἦσαν, εἴ τις ἑαυτὸν καὶ κακῶς φιλεῖ. εἶχον γοῦν
ἑταίρων πλῆθος, καὶ ἀπήντα τὸ σόφισμα κατὰ
λόγον αὐτοῖς. τὸ δὲ Προαιρεσίου τυραννὶς ἐδόκει
τις εἶναι, καὶ εὐτυχεῖν ἡ ἀρετὴ τῶν λόγων ἐδόκει
καλῶς· ἢ γὰρ οἱ νοῦν ἔχοντες ἅπαντες αὐτὸν
ᾑροῦντο, ἢ οἱ προσελθόντες εὐθὺς νοῦν εἶχον ὅτι
Προαιρέσιον ᾕρηντο.
Κατὰ δὲ τούτους τοὺς χρόνους ἤνεγκεν ὁ βασι-
λικὸς τῆς αὐλῆς ὅμιλος ἄνδρα καὶ δόξης ἐραστὴν
καὶ λόγων. ἦν μὲν γὰρ ἐκ ηρυτοῦ πόλεως, καὶ
Ἀνατόλιος ἐκαλεῖτο· οἱ δὲ βασκαίνοντες αὐτῷ
καὶ Ἀζουτρίωνα ἐπίκλησιν ἔθεντο, καὶ ὅ τι μὲν
τὸ ὄνομα σημαίνειν βούλεται ὁ κακοδαίμων ἴστω
τῶν θυμελῶν χορός. δόξης δὲ ἐραστὴς ὁ Ἀνατόλιος
καὶ λόγων γενόμενος, ἀμφοτέρων ἔτυχε· καὶ τῆς
τε νομικῆς καλουμένης παιδείας εἰς ἄκρον ἀφ-

ικόμενος, ὡσὰν πατρίδα ἔχων τὴν ηρυτὸν ἣ τοῖς
τοιούτοις μήτηρ ὑποκάθηται παιδεύμασι, καὶ δια-
πλεύσας εἰς Ῥώμην, καὶ φρονήματος ἐμπλησθεὶς
καὶ λόγων ὕψος ἐχόντων καὶ βάρος, εἰσφρήσας τε
εἰς τὰ βασίλεια, ταχὺ μάλα πρῶτος ἦν, καὶ διὰ
πάσης ἐλθὼν ἀρχῆς, ἐν πολλαῖς τε ἀρχαῖς εὐδο-
κιμήσας (καὶ γὰρ οἱ μισοῦντες αὐτὸν ἐθαύμαζον),
προϊὼν καὶ εἰς τὸν ἔπαρχον τῆς αὐλῆς ἤλασεν·
ἡ δὲ ἀρχὴ βασιλεία ἐστὶν ἀπόρφυρος. τυχὼν
δὲ κατὰ τὴν ἑαυτοῦ φιλοτιμίαν τύχης ἀξίας (τὸ
γὰρ καλούμενον Ἰλλυρικὸν ἐπετέτραπτο), καὶ φιλο-
θύτης ὢν καὶ διαφερόντως Ἑλλην (καί τοί γε
ἡ κοινὴ κίνησις πρὸς ἄλλας ἔφερε ῥοπάς), ἐξὸν
αὐτῷ πρὸς τὰ καίρια τῆς ἀρχῆς ἐλθεῖν, καὶ διοικεῖν
ἕκαστα πρὸς ὃ βούλοιτο, ὁ δέ, χρυσῆς τινὸς αὐτὸν
μανίας ὑπολαβούσης ἰδεῖν τὴν Ἑλλάδα, καὶ τὰ
τῶν λόγων εἴδωλα διὰ τῆς παιδεύσεως ἐπὶ τὴν
αἴσθησιν, μεθʼ οὕτως ἀριπρεποῦς ἀξιώματος φερό-
μενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν
ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν
σπάσαι, πρὸς τὴν Ἑλλάδα ἔσπευσε. καὶ πρό-
βλημά γέ τι τοῖς σοφισταῖς προπέμψας (ἐτεθή-
πεσαν δὲ αὐτὸν ἡ Ἑλλάς, τό τε φρόνημα ἀκούοντες
καὶ τὴν παιδείαν, καὶ ὅτι ἀκλινὴς ἦν καὶ ἀδωρο-
δόκητος), ἐκέλευεν ἅπαντας τὸ αὐτὸ μελετᾶν
πρόβλημα. οἱ δὲ τοῦτο αὐτὸ ἐπιτηδεύοντες καὶ
κατὰ τὴν ἑκάστην ἡμέραν ἀλλήλοις ἐπιβουλεύοντες,

ὅμως (ἀνάγκη γὰρ ἐκέλευε) συνεκρίθησαν, καὶ
περὶ τῆς καλουμένης στάσεως τοῦ προβλήματος
πολλοὺς ἐν ἀλλήλοις λόγους ἀντεπιχειρήσαντες
(οὐκ ἔγνω τούτου τοῦ πράγματος γελοιότερον ὁ
συγγραφεύς), διεκρίθησαν ἀπʼ ἀλλήλων ἕκαστος,
διὰ φιλοτιμίαν ἕκαστος ἐπαινῶν τὴν ἰδίαν δόξαν
καὶ πρὸς τὰ μειράκια φιλοτιμούμενος. ὡς δὲ
βαρύτερος ἦν τῆς Περσικῆς ἐκείνης καὶ πολυυμνήτου
στρατιᾶς ἐπὶ τὴν Ἑλλάδα κατιὼν ὁ Ἀνατόλιος,
καὶ ὁ κίνδυνος ἦν παρὰ πόδας οὐ τοῖς Ἕλλησιν
ἀλλὰ τοῖς σοφιστεύουσιν, ἐνταῦθα οἱ μὲν ἄλλοι
πάντες (προσεγεγένητο γὰρ αὐτοῖς καὶ Ἱμέριός
τις σοφιστὴς ἐκ ιθυνίας· οὐκ ἔγνω τοῦτον ὁ
συγγραφεύς, πλὴν ὅσα γε διὰ συγγραμμάτων),
ἐταλαιπωροῦντο δὲ ὅμως ἅπαντες, καὶ πολλῷ
καμάτῳ παρετείνοντο, τὴν δόξασαν ἕκαστος μελε-
τῶντες στάσιν. ἐνταῦθα ὁ Προαιρέσιος θαρσῶν τῇ
φύσει, βαρὺς ἦν οὔτε φιλοτιμούμενος οὔτε ἐκ-
φέρων τὸ ἀπόρρητον. ὁ δὲ Ἀνατόλιος ἐγγύθεν,
καὶ εἰσεδήμησεν Ἀθήναζε. θύσας δὲ θαρσαλέως
καὶ περιελθὼν τὰ ἱερὰ πάντα, ᾗ θεσμὸς ἱερὸς
ἐκέλευεν, ἐξεκάλει τοὺς σοφιστὰς ἐπὶ τὸν ἀγῶνα.
καὶ οἱ παρόντες ἕκαστος πρῶτος ἐς τὴν ἐπίδειξιν
ἡπείγετο· οὕτω φίλαυτόν τι χρῆμα ἄνθρωπος· ὁ
δὲ Ἀνατόλιος καὶ τοὺς κροτοῦντας, τὰ μειράκια,
ἐγέλα, καὶ τοὺς πατέρας ἠλέει τῆς τῶν παίδων
παιδείας ὑπὸ τίσι παιδεύονται. ἐκάλει δὲ τὸν
Προαιρέσιον· μόνος γὰρ ἀπολέλειπτο· ὁ δὲ
θεραπεύσας τινὰ τῶν οἰκείων αὐτοῦ καὶ πάντα
ἐξειδότων, μαθὼν τὴν στάσιν ἣν ἐπαινεῖ (τοῦτο



γὰρ ὁ συγγραφεὺς ἔφη γελοῖον ἐν τοῖς ἄνω λόγοις),
καί τοί γε οὐδενὸς ἦν ἄξιον λόγου, οὐδὲ Ἀνατόλιον
ἔδει ταῦτα νικᾶν, ὅμως πρός τε τὴν κλῆσιν ὑπ-
ήκουσεν ἀθρόως, καὶ πρὸς ἐκείνην τὴν στάσιν
διαθέμενος τὸν ἀγῶνα, πρὸς τοσόνδε ἤρκεσε πρὸς
τὸ κάλλος τοῦ λόγου, ὥστε ἐπήδα τε ὁ Ἀνατόλιος,
καὶ τὸ θέατρον βοῶν τε ἐρρήγνυτο, καὶ οὐδεὶς ἦν
ὃς οὐχὶ θεὸν ὑπελάμβανε. τιμήσας οὖν ἐκεῖνον
διαφερόντως φαίνεται, καί τοί γε τοὺς ἄλλους
μόλις ἀξιώσας τῆς ἑαυτοῦ τραπέζης. ὁ δὲ Ἀνα-
τόλιος σοφιστὴς ἦν ἐν τοῖς κατʼ εὐωχίαν καὶ πρὸς
συμπόσιον· οὐδὲ τὸ συμπόσιον ἦν ἄλογον καὶ
ἀπαίδευτον. ἀλλὰ ταῦτα μὲν ἐγένετο πρὸ πολλῶν
χρόνων, καὶ οὕτως ἐξηκρίβου τὴν ἀκοὴν ὁ συγ-
γραφεύς. ὁ δὲ Ἀνατόλιος καὶ τὸν Μιλήσιον
ὑπερεθαύμαζεν, ὃς ἦν μὲν ἐκ Σμύρνης τῆς Ἰωνικῆς,
φύσεως δὲ ἀρίστης τυχών, ἐς ἀφιλότιμόν τινα καὶ
σχολαστὴν ἑαυτὸν ἐμβαλὼν βίον, πρός τε ἱεροῖς
ἦν καὶ γάμων ἠμέλησε, ποίησίν τε ἅπασαν καὶ
μέλος ἐξήσκησε, καὶ ποιήσεως ὅσον ἐπαινοῦσι
Χάριτες. οὕτω γοῦν εἷλε τὸν Ἀνατόλιον, ὥστε
καὶ Μοῦσαν ἐκάλει τὸν ἄνθρωπον. Ἐπιφανίου
δὲ τοῦ σοφιστεύοντος τὰ ζητήματα διαιρέσεις
ἔφασκεν, εἰς μικρολογίαν καὶ περιττὴν ἀκρίβειαν
κωμῳδῶν τὸν παιδεύοντα. περὶ δὲ τῆς διαφωνίας
αὐτῶν τῆς κατὰ τὴν στάσιν, διασιλλαίνων ἅπαντας,


''αἰ πλείους'' ἔφη ''τῶν δεκατριῶν ἐτύγχανον οἱ
σοφιστεύοντες, τάχ’ ἂν ἑτέρας προσεξεῦρον στά-
σεις, ἵνα διαφόρως ἓν πρόβλημα μελετήσωσι.''
Προαιρέσιον δὲ πάντων ἕνα καὶ μόνον ὑπερεθαύ-
μαζεν. ἐτύγχανε δὲ ὁ Προαιρέσιος οὐ πρὸ πολλοῦ,
χρόνου μετάπεμπτος ὑπὸ τοῦ βασιλεύοντος γεγονὼς |
Κώνσταντος ἐς τὰς Γαλλίας, καὶ κρατήσας τοῦ
βασιλεύοντος ἐς τοσοῦτον, ὥστε ὁμοτράπεζος ἅμα
τοῖς τιμιωτάτοις ἦν αὐτῷ, καὶ ὅσον γε τῶν ἐκείνῃ
τότε ἀνθρώπων οὐκ ἐξικνοῦντο τούς τε λόγους
ἀναθεωρεῖν καὶ τὰ ἀπόρρητα τῆς ψυχῆς θαυμάζειν,
πρὸς τὴν ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες
τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος
καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ
καὶ κολοσσὸν μόλις ἀναβλέποντες· οὕτω τὰ
πάντα ἦν ὑπὲρ ἄνθρωπον. τήν γε μὴν καρτερίαν
ὁρῶντες, ὄντως ἀπαθῆ τινα καὶ σιδήρεον ὑπελάμ-
βανον, ὅτι λεπτὸν ἔχων τριβώνιον, ἀνυπόδητος,
τρυφῆς περιουσίαν ἐτίθετο τοὺς Γαλατικοὺς χει-
μῶνας καὶ πεπηγότα σχεδόν τι τὸν Ῥῆνον ἔπινε·
καὶ τόν γε ὅλον οὕτω διετέλεσε βίον, ἀπείρατος
θερμοῦ γενόμενος ποτοῦ. ἀπέστειλε γοῦν αὐτὸν
ὁ βασιλεὺς εἰς τὴν μεγάλην Ῥώμην, φιλοτιμού-
μενος οἵων βασιλεύειν ἔλαχεν· οἱ δὲ οὐκ εἶχον ὅ
τι θαυμάσουσιν, οὕτω πάντα ἦν παρὰ τὴν ἀνθρωπί-
νην φύσιν. πολλὰ δὲ ἐπὶ πολλοῖς ἀγασθέντες,
καὶ τυχόντες ἐπαίνων, ἀνδριάντα κατασκευασά-
μενοι χαλκοῦν ἰσομέτρητον, ἀνέθηκαν ἐπιγράψαν-


τες· Η ΣΛΥΥΣ ΡΩ Ν ΣΙΛΥ ΩΝ
ΛΓΩ.
Ὁ δὲ βασιλεὺς ἀπιόντι πάλιν Ἀθήναζε δωρεὰν
αἰτεῖν ἔδωκεν. ὁ δὲ τῆς ἑαυτοῦ φύσεως ἄξιον
ᾔτησε, νήσους οὐκ ὀλίγας οὐδὲ μικρὰς εἰς ἀπαγωγὴν
φόρου κατὰ σιτηρέσιον ταῖς Ἀθήναις. ὁ δὲ καὶ
ταῦτα ἔδωκεν, καὶ προσέθηκε τὸ μέγιστον τῶν
ἀξιωμάτων, στρατοπεδάρχην ἐπιτρέψας καλεῖσθαι,
ὅπως νεμεσῴη μηδεὶς εἰ τοσαῦτα ἐκ τοῦ δημοσίου
κομίζοιτο. ταύτην τὴν δωρεὰν ἔδει βεβαιοῦν
τὸν τῆς αὐλῆς ἔπαρχον (νεωστὶ γὰρ παρῆν ἐκ
Γαλατίας ὁ ἔπαρχος)· καὶ μετὰ τοὺς ἐπὶ τοῖς
λόγοις ἐκείνους ἀγῶνας, παρὰ τὸν Ἀνατόλιον
ἐλθών, ἠξίου βεβαιοῦν τὴν χάριν, καὶ συνηγόρους
οὐκ ἐκάλεσε μόνους, ἀλλὰ σχεδόν τι πάντας τοὺς
πεπαιδευμένους ἐκ τῆς Ἑλλάδος· πάντες γὰρ
ἦσαν Ἀθήνῃσι διὰ τὴν ἐπιδημίαν. ὡς δὲ ἐπλη-
ρώθη τὸ θέατρον, καὶ ὁ Προαιρέσιος ἠξίου τοὺς
συνηγόρους λέγειν, παραδραμὼν τὴν ἁπάντων
δόξαν ὁ ἔπαρχος, καὶ βασανίζων τὸν Προαιρέσιον
ἐς τὸ σχέδιον ''λέγε,'' φησίν, ''ὦ Προαιρέσιε·
αἰσχρὸν γάρ ἐστι καὶ λέγειν καὶ βασιλέα ἐπαινεῖν
σοῦ παρόντος ἕτερον.'' ἐνταῦθα ὁ Προαιρέσιος,
ὥσπερ ἵππος εἰς πεδίον κληθείς, τοὺς ἐπὶ τῇ
δωρεᾷ λόγους, τόν τε Κελεὸν καὶ Τριπτόλεμον
καὶ τὴν Δήμητρος ἐπιδημίαν ἐπὶ τῇ τοῦ σίτου

δωρεᾷ παρήγαγε, καὶ τὴν τοῦ βασιλέως χάριν
ἐκείνοις προσάπτων τοῖς διηγήμασι, ταχὺ μάλα
μετέστησεν εἰς τὸν ἀρχαῖον ὄγκον τὰ γινόμενα,
καὶ τοῖς λεγομένοις ἐπεχόρευεν, ἐπιδεικνύμενος
εἰς τὴν ὑπόθεσιν· καὶ ὁ τῶν λόγων ἔλεγχος ἦν
αὐτῷ φιλοτιμία.
Γάμος δὲ αὐτῷ συνέπεσεν ἐξ Ἀσίας τῆς ραλ-
λιανῶν πόλεως, καὶ Ἀμφίκλεια μὲν ὄνομα τῇ
γυναικί· θυγάτρια δὲ αὐτοῖς ἐγενέσθην τοσοῦτον
παραλλάττοντα κατὰ τὴν ἡλικίαν χρόνον, ὅσος
ἐς τὸ κύειν καὶ γίνεσθαι καταναλίσκεται. προελ-
θόντα δὲ εἰς ὥραν ἐν ᾗ πάγκαλόν τι χρῆμα καὶ
μακάριον παιδίον, καὶ τὴν τοῦ πατρὸς ψυχὴν ὑφʼ
ἡδονῆς ἀνασείσαντα, ἐν ὀλίγαις ἡμέραις ἄμφω
τοὺς πατέρας ἀπέλιπεν, ὥστε μικροῦ τὸ πάθος
καὶ τῶν προσηκόντων ἐκβαλεῖν λογισμῶν τὸν
Προαιρέσιον. ἀλλὰ πρὸς τοῦτο μὲν ἤρκεσεν ἡ
Μιλησίου μοῦσα, τὰς ἁρμονικὰς ἀναψαμένη χά-
ριτας, καὶ πολλὰ παίζουσα μετʼ ἀφροδίτης, καὶ
τὸν λογισμὸν ἀνακαλουμένη. τοῖς δὲ Ῥωμαίοις,
ἀξιοῦσιν ὁμιλητὴν ἴδιον ἀποπέμπειν, ὁ Προαιρέ-
σιος τὸν ὐσέβιον ἐξέπεμψεν, ὅς ἦν μὲν ἐξ Ἀλε-
ξανδρείας, ἐναρμόσειν δὲ ἄλλως ἐδόκει τῇ πόλει,
κολακεύειν τε εἰδὼς καὶ σαίνειν τὸ ὑπερέχον·
στασιώδης δὲ κατὰ τὰς Ἀθήνας ἐφαίνετο. καὶ
ἅμα ἐβούλετο μεῖζον τὸ καθʼ ἑαυτὸν ποιεῖν, ἄνδρα
πέμπων πολιτικῆς κακοτεχνίας οὐκ ἀμύητον· ἐπεὶ
τά γε κατὰ ῥητορικὴν ἐξαρκεῖ τοσοῦτον εἰπεῖν
ὅτι ἦν ἰγύπτιος. τὸ δὲ ἔθνος ἐπὶ ποιητικῇ μὲν

σφόδρα μαίνονται, ὁ δὲ σπουδαῖος Ἑρμῆς αὐτῶν
ἀποκεχώρηκεν. ἐπανέστη δὲ αὐτῷ ὁ Μουσώνιος,
εἰς σοφιστικὴν ὁμιλητὴς ὢν αὐτοῦ (περὶ οὗ πολλὰ
διὰ τὰς ἄλλας αἰτίας ἐν τοῖς διεξοδικοῖς γέγραπται),
καὶ ὅτε γε ἀντῆρε, καταμαθὼν πρὸς τίνα ἔχει τὸν
ἀγῶνα, ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν.
Ἰουλιανοῦ δὲ βασιλεύοντος, τόπου τοῦ παιδεύειν
ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συν-
ορῶν τὸν ἱεροφάντην ὥσπερ Δελφικόν τινα τρί-
ποδα πρὸς τὴν τοῦ μέλλοντος πρόνοιαν πᾶσι τοῖς
δεομένοις ἀνακείμενον, σοφίᾳ τινὶ περιῆλθε ξένῃ
τὴν πρόγνωσιν. ἐμέτρει μὲν γὰρ ὁ βασιλεὺς τὴν
γῆν τοῖς Ἕλλησιν εἰς τὸν φόρον, ὅπως μὴ βαρύ-
νοιντο· ὁ δὲ Προαιρέσιος ἠξίωσεν αὐτὸν ἐκμαθεῖν
παρὰ τῶν θεῶν, εἰ βέβαια μενεῖ τὰ τῆς φιλαν-
θρωπίας. ὡς δὲ ἀπέφησεν, ὁ μὲν ἔγνω τὸ πραχ-
θησόμενον, καὶ ἦν εὐθυμότερος. ὁ δὲ συγγραφεὺς
κατὰ τουτονὶ τὸν χρόνον εἰς ἕκτον που καὶ δέκατον
ἔτος τελῶν, παρῆλθέ τε εἰς τὰς Ἀθήνας καὶ τοῖς
ὁμιληταῖς ἐγκατεμίγη· καὶ ἀγαπηθεὶς ὑπʼ αὐτοῦ
καθάπερ παῖς γνήσιος, ἠπείγετο μὲν μετὰ πέμπτον
ἔτος εἰς τὴν ἴγυπτον, οἱ δὲ πατέρες καλοῦντες
ἐπὶ Λυδίας ἐξεβιάσαντο· κάκείνῳ μὲν σοφιστικὴ
προὔκειτο, καὶ πρὸς τοῦτο ἐξεκάλουν ἅπαντες.
Προαιρέσιος δὲ ἐξ ἀνθρώπων ἀνεχώρει μετʼ οὐ
πολλὰς ἡμέρας· τοσοῦτος καὶ τοιοῦτος γενόμενος

καὶ διαπλήσας τῶν ἑαυτοῦ λόγων τε καὶ ὁμιλητῶν
τὴν οἰκουμένην.
Ἐπιφάνιος· οὗτος ἦν μὲν ἐκ Συρίας, δεινότατος
δὲ εἶναι περὶ τὰς διακρίσεις δόξας τῶν ζητημάτων,
τὸν δὲ λόγον ἀτονώτερος, ὅμως ἀντισοφιστεύσας
τῷ Προαιρεσίῳ καὶ εἰς πολὺ δόξης ἐχώρησεν· οὐ
γὰρ φέρει τὸ ἀνθρώπινον ἕνα θαυμάζειν, ἀλλʼ ἐγκε-
κλικὸς καὶ ἡττώμενον ὑπὸ φθόνου, τοῖς πολυκρα-
τοῦσι καὶ ὑπερέχουσιν ἕτερον ἀντικαθίστησιν, ὥσπερ
ἐν φυσικῇ τὰς ἀρχὰς ἐκ τῶν ἐναντίων λαμβάνοντες.
ἐτελεύτα δὲ οὐκ εἰς βαθὺ γῆρας ἀφικόμενος, τὸ
αἷμα νοσήσας· καὶ ἡ γυνὴ ταὐτὸ τοῦτο ἔπαθε,
καλλίστη πασῶν γενομένη. καὶ παιδίον οὐκ ἦν
αὐτοῖς. τοῦτον ὁ ταῦτα γράφων οὐκ ἔγνω, πολὺ
προαπελθόντα τῆς ἐπιδημίας.
Καὶ Διόφαντος ἦν μὲν ἐξ Ἀραβίας, καὶ εἰς τοὺς
τεχνικοὺς ἐβιάζετο· ἡ δὲ αὐτὴ δόξα τῶν ἀνθρώπων
Προαιρεσίῳ κἀκεῖνον ἀντήγειρεν, ὡσεὶ Καλλί-
μαχον Ὁμήρῳ τις ἀναστήσειεν. ἀλλʼ ἐγέλα ταῦτα
ὁ Προαιρέσιος, καὶ τοὺς ἀνθρώπους ὅ τι εἰσὶν ἐν
διατριβῆς εἶχεν μέρει. τοῦτον ἐγίγνωσκεν ὁ συγ-
γραφεύς, καὶ ἠκροάσατό γε πολλάκις δημοσίᾳ
λέγοντος. παραθεῖναι δὲ τῇ γραφῇ τῶν λεχθέντων
καὶ μνημονευθέντων οὐδὲν ἐδόκει καλῶς ἔχειν·
μνήμη γάρ ἐστιν ἀξιολόγων ἀνδρῶν, οὐ χλευασμός,
ἡ γραφή. ἀλλʼ ὅμως ἐπιτάφιόν γε εἰπεῖν τινα

τοῦ Προαιρεσίου λέγεται (προαπῆλθε γὰρ ὁ Προ-
αιρέσιος), καί τι τοιοῦτον ἐπιφθέγξασθαι διαμνη-
μονεύουσιν ἐπὶ τῇ Σαλαμῖνι καὶ τοῖς Μηδικοῖς·
''ὦ Μαραθὼν καὶ Σαλαμίν, νῦν σεσίγησθε. οἵαν
σάλπιγγα τῶν ὑμετέρων τροπαίων ἀπολωλέκατε.''
οὗτος ἀπέλιπε δύο παῖδας ἐπὶ τρυφὴν καὶ πλοῦτον
ὁρμήσαντας.
Καὶ Σωπόλιδος ἠκροάσατο πολλάκις ὁ ταῦτα
γράφων. καὶ ἦν ἀνὴρ εἰς τὸν ἀρχαῖον χαρακτῆρα
τὸν λόγον ἀναφέρειν βιαζόμενος, καὶ τῆς ὑγιαι-
νούσης Μούσης ψαύειν ὀριγνώμενος. ἀλλʼ ἔκρουε
μὲν τὴν θύραν ἱκανῶς, ἠνοίγετο δὲ οὐ πολλάκις·
ἀλλʼ εἴ πού τι καὶ ψοφήσειεν ἐκεῖθεν, λεπτόν τι
καὶ ἀσθενὲς παρωλίσθαινεν ἔσωθεν τοῦ θείου
πνεύματος· τὸ δὲ θέατρον ἐμεμῄνεσαν, οὐδὲ τὴν
πεπιεσμένην ῥανίδα τὴν Κασταλίαν φέροντες.
τούτῳ παῖς ἐγένετο· καὶ ἐπιβεβηκέναι τοῦ θρόνου
τὸν παῖδα φάσκουσιν.
Ἱμέριος· τὸν ἄνδρα τοῦτον ἤνεγκε μὲν ιθυνία,
οὐκ ἔγνω δὲ αὐτὸν ὁ ταῦτα γράφων· καί τοί γε ἦν
κατʼ ἐκείνους τοὺς χρόνους. ἀλλὰ πρὸς τὸν αὐτο-
κράτορα διαβὰς Ἰουλιανὸν κατʼ ἐπίδειξιν, ὡς, διὰ
τὴν ἐς Προαιρέσιον ἀχθηδόνα τοῦ βασιλέως,
ἀσμένως ὀφθησόμενος, Ἰουλιανοῦ καταλείποντος
τὸ ἀνθρώπινον, ἐνδιέτριψε τῇ ἀποδημίᾳ, καί,
Προαιρεσίου τελευτήσαντος, Ἀθήναζε ἠπείγετο.
εὔκολος δὲ ἀνὴρ εἰπεῖν καὶ συνηρμοσμένος· κρότον
δὲ ἔχει καὶ ἦχον ἡ συνθήκη πολιτικόν· καί που
σπάνιος καὶ παρὰ τὸν θεῖον Ἀριστείδην ἴσταται.

ἐπὶ θυγατρὶ δὲ τελευτᾷ, τῆς ἱερᾶς νόσου πρὸς γήρᾳ
μακρῷ καταλαβούσης αὐτόν.
Ἐν τούτοις ἦν τοῖς χρόνοις καὶ Παρνάσιος ἐπὶ
τοῦ παιδευτικοῦ θρόνου, ὁμιλητὰς εὐαριθμήτους
ἔχων· καί τοί γε ὀνόματος οὐκ ἀπεστερημένος.
Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς
Κοίλης καλουμένης Συρίας πρώτη πόλεων, Σε-
λεύκου τοῦ ικάτορος ἐπικληθέντος ἔργον. ἦν
δὲ τῶν εὖ γεγονότων καὶ εἰς τοὺς ἄκρους ἐτέλει.
νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυτοῦ, πατέρων ἀπολε-
λοιπότων, ἀφικόμενος Ἀθήναζε, οὔτε ὡς ἐκ
Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν,
οὔτε παρὰ Προαιρέσιον ἐφοίτησεν, ὡς ἐν τῷ
πλήθει τῶν ὁμιλητῶν καὶ τῷ μεγέθει τῆς δόξης
τῶν διδασκάλων καλυφθησόμενος. ἐνεδρευθεὶς δὲ
ὑπὸ τῶν Διοφαντείων, Διοφάντῳ προσένειμεν
ἑαυτόν· καί, ὡς οἱ πάνυ τὸν ἄνδρα καταμεμα-
θηκότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις,
τὸ γεγονὸς συμμαθών, ἐλάχιστα παρεγίνετο, καὶ
τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν· αὐτὸς δὲ
ἑαυτὸν ἐπὶ ταῖς μελέταις συνεῖχε, καὶ πρὸς τὸν
ἀρχαῖον ἐξεβιάζετο τύπον, τὴν ψυχὴν διαπλάττων
καὶ τὸν λόγον. ὥσπερ οὖν οἱ πολλάκις πέμποντες,
ἔστιν ὅτε καὶ τυγχάνουσι τοῦ σκοποῦ, καὶ τὸ
συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας
τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ
ἐπιστήμην ἔφυσεν, ἀλλὰ τὴν τέχνην· οὕτω καὶ
Λιβάνιος, ἐκ τοῦ ζήλου καὶ τῆς παραθέσεως τῆς



κατὰ μίμησιν, προσαρτῶν ἑαυτὸν καὶ παραξέων
ἡγεμόσιν ἀρίστοις τοῖς ἀρχαίοις, καὶ οἷς ἐχρῆν
ἑπόμενος, ἐς ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπ-
ήλαυσε τῆς ὁδοῦ τὰ εἰκότα. θαρσήσας δὲ ἐπὶ τῷ
λέγειν καὶ πείσας ἑαυτὸν ὡς ἐνάμιλλος εἴη τοῖς
ἐπὶ τούτῳ μεγαλοφρονοῦσιν, οὐχ εἵλετο περὶ
μικρὰν πόλιν κρύπτεσθαι, καὶ συγκαταπίπτειν
τῷ τῆς πόλεως ἀξιώματι, ἀλλʼ ἐπὶ τὴν Κωνσταν-
τίνου πόλιν διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος
καὶ ἀκμάζουσαν, καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ
λόγων οἳ κατακοσμήσουσι, ταχὺ μάλα καὶ κατʼ
αὐτὴν ἐξέλαμψεν, εἰς συνουσίαν τε ἄριστος καὶ
χαριέστατος φανείς, καὶ εἰς ἐπίδειξιν λόγων
ἐπαφρόδιτος. διαβολῆς δέ τινος αὐτῷ γενομένης
περὶ τὰ μειράκια, ἣν θεμιτὸν οὐκ ἦν ἐμοὶ γράφειν,
ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν, ἐκπεσὼν
τῆς Κωνσταντίνου πόλεως, κατέσχε τὴν ικο-
μήδειαν. κάκεῖθεν, τῆς φήμης ἐπισπομένης καὶ
παραθεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθείς,
μετὰ χρόνον τινὰ ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ
πόλιν ἐπανέρχεται, κἀκεῖ τὸν πάντα ἐβίω χρόνον,
μακρὸν καὶ παρατείνοντα γενόμενον.
Μνήμην μὲν οὖν αὐτοῦ τὴν πρέπουσαν κἀν
τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ,
πεποίηται, τὰ δὲ καθʼ ἕκαστον νῦν ἐπεξελεύσεται.
οὐδεὶς τῶν συλλεγέντων Λιβανίῳ καὶ συνουσίας


ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος
εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ
τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον
ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν
πρὸς ἅπαντας ἐξομοίωσιν, ὥστε ὁ μὲν πολύπους
λῆρος ἠλέγχετο, τῶν δὲ συγγιγνομένων ἕκαστος
ἄλλον ἑαυτὸν ὀρᾶν ὑπελάμβανεν. ἔφασκον γοῦν
αὐτὸν οἱ πεπειραμένοι, πίνακά τινα καὶ ἐκμαγεῖον
εἶναι παντοδαπῶν ἠθῶν καὶ ποικίλων· οὐδʼ ἂν
ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων
ὅτῳ μᾶλλον τέρπεται, ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις
ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον,
καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο·
οὕτω πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν.
γάμου δὲ καὶ οὗτος ἠμέλησε, πλὴν ὅσα γε αὐτῷ
γυνή τις ξυνῆν, οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως.
Ὁ δὲ λόγος αὐτῷ, περὶ μὲν τὰς μελέτας, παν-
τελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ
διαφαίνεταί γε οὗτος μὴ τετυχηκὼς διδασκάλου·
καὶ γὰρ τὰ πλεῖστα τῶν κοινῶν καὶ παιδὶ γνωρίμων
περὶ τὰς μελέτας ἠγνόει· περὶ δὲ ἐπιστολὰς καὶ
συνουσίας ἑτέρας, ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον ἀναφέρει
καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ
κωμικῆς βωμολοχίας καταπέπλησται τὰ συγ-
γράμματα, καὶ ἡ κομψότης περιτρέχει πανταχοῦ
διακονουμένη τοῖς λόγοις, καὶ ὃ πάντες οἱ Συρο-


φοίνικες ἔχουσι κατὰ τὴν κοινὴν ἔντευξιν ἡδὺ καὶ
κεχαρισμένον, τοῦτο παρʼ ἐκείνου λαβεῖν μετὰ
παιδείας ἔξεστιν· οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα
καὶ ἀστεϊσμὸν αὐτὸ καλοῦσιν· ὁ δὲ ὥσπερ κο-
ρυφὴν παιδείας τοῦτο ἐπετήδευσεν, ἐκ τῆς ἀρχαίας
κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν εἱλκυσμένος,
καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος τὴν
ἀκοὴν γενόμενος. παιδείας δὲ ὑπερβολὴν καὶ
ἀναγνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις, λέξεσι
κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐ-
πόλιδος δένδρα Λαισποδίαν καὶ Δαμασίαν οὐκ
ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δένδρων, οἷς
νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὗτος λέξιν
εὑρών τινα περιττὴν καὶ ὑπʼ ἀρχαιότητος διαλαν-
θάνουσαν, ὡς ἀνάθημά τι παλαιὸν καθαίρων, εἰς
μέσον τε ἦγε καὶ διακαθήρας ἐκαλλώπιζεν, ὑπό-
θεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας
ἀκολουθούσας, ὥσπερ ἅβρας τινὰς καὶ θερα-
παίνας δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξε-
σμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ
ὁ θειότατος ίουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον
ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά
γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων
ἀναλεγόμενος ἕκαστον αὐτῶν εἴσεται. ἱκανὸς δὲ
ἦν καὶ πολιτικοῖς ὁμιλῆσαι πράγμασι, καὶ παρὰ
τοὺς λόγους ἕτερά τινα συντολμῆσαι καὶ ῥᾳδιουρ-
γῆσαι πρὸς τέρψιν θεατρικωτέραν. τῶν δὲ μετὰ
ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον
αὐτῷ προσθέντων (τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον
μέχρι προσηγορίας ἔχειν ἐκέλευον), οὐκ ἀπέ-
δέξατο φήσας τὸν σοφιστὴν εἶναι μείζονα. καὶ
τοῦτό γέ ἐστιν οὐκ ὀλίγος ἔπαινος, ὅτι δόξης
ἐλάττων ἀνήρ, μόνης ἥττητο τῆς περὶ τοὺς λόγους,
τὴν δὲ ἄλλην δημώδη καὶ βάναυσον ὑπελάμβανεν.
ἀλλʼ ἐτελεύτησε καὶ οὗτος εἰς γῆρας ἀφικόμενος
μακρότατον, καὶ θαῦμα οὐκ ὀλίγον ἀπολιπὼν
ἅπασιν. τούτῳ δὲ ὁ ταῦτα γράφων οὐ συνεγένετο,
ἄλλοτε ἄλλων ἐμποδισμάτων ἐπηρείᾳ τύχης συμ-
βάντων.
Παλαιστίνες Καιοάρεια τὸν Ἀκάκιον ἤνεγκε,
καὶ ἦν συνανασχὼν τῷ Λιβανίῳ κατὰ τοὺς αὐτοὺς
χρόνους· τόνου δὲ σοφιστικοῦ καὶ πνεύματος,
εἴπερ τις ἄλλος, γέμων, καὶ ἡ λέξις μετὰ κρότου
πρὸς τὸν ἀρχαῖον ἐπέστρεφε τύπον· συνανασχὼν
δὲ Λιβανίῳ, κατέσεισε τὰ πρῶτα, καὶ περιῆν
ἰσχυρῶς. βιβλίδιον γοῦν τῷ Λιβανίῳ περὶ εὐφυΐας
τι γέγραπται, πρὸς τὸν Ἀκάκιον ἅπαν ἐκτεθει-
μένον, ἐν ᾧ δῆλός ἐστιν ἐπὶ τῷ κρατεῖσθαι τὸ
μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς
δὲ ἑαυτῷ μαρτυρῶν τὴν περὶ τὰ λεξείδια στάσιν
καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ
παντὸς ἔμελε μέτρου, ἄλλʼ εὐφωνίας τινὸς καὶ
μέλους, μήτε Φειδίᾳ τοῦ τὸν δάκτυλον παραλαβεῖν

καὶ τὸν πόδα πρὸς ἔπαινον τῆς θεᾶς, ἀλλὰ τυ-
ραννεῖν τὸ μὲν κατὰ τὴν ἀκοήν, τὸ δὲ κατὰ τοὺς
ὀφθαλμούς, καὶ τὸ αἴτιον ὑπάρχειν ἀνεύρετον ἢ
δύσκριτον, ὥσπερ ἐν τοῖς καλοῖς καὶ ἐρασμίοις
σώμασιν, οὐ πάντες τὸ αὐτὸ θαυμάζουαιν, ὁ δὲ
ἁλοὺς οὐκ οἶδεν ὅθεν εἴληπται. ὁ μὲν οὖν Ἀκάκιος
ἐς τὸ ἄριστον ἀναδραμών, καὶ πολλὴν ἑαυτῷ
παρασχὼν δόξαν ὡς τοῦ Λιβανίου κρατήσων,
ἀπῄει νέος ὢν ἔτι· οἱ δὲ ἄνθρωποι, ὅσον σπου-
δαῖον ἐν αὐτοῖς, ἐθαύμαζον αὐτὸν ὥσπερ εἰς
γῆρας ἀφιγμένον.
υμφιδιανὸς δὲ ἦν μὲν ἐκ Σμύρνης, άξιμος δὲ
ἦν ὁ φιλόσοφος ἀδελφὸς αὐτῷ, καὶ Κλαυδιανὸς
ἕτερος, φιλοσοφῶν καὶ αὐτὸς ἄριστα. ἀνὴρ δὲ
τῆς μὲν Ἀθήνῃσι παιδείας καὶ άγωγῆς οὐ μετε-
σχηκώς, γεγονὼς δὲ εἰς ῥητορικὴν καὶ τοῦ τῶν
σοφιστῶν ὀνόματος ἄξιος. ὁ δὲ αὐτοκράτωρ Ἰου-
λιανὸς αὐτῷ καὶ τὴν βασιλικὴν γλῶτταν ἐπέτρεψε,
ταῖς ἐπιστολαῖς ἐπιστήσας, ὅσαι διὰ τῶν ἑλληνι-
κῶν ἑρμηνεύονται λόγων. κρείττων δὲ κατὰ τὰς
καλουμένας μελέτας καὶ τὰ ζητήματα, τὰ δὲ ἐν
προάγωσι καὶ τῷ διαλεχθῆναι ουκ ἔθʼ ὅμοιος.
τελευτὴ δὲ αὐτῷ συνέβη γενομένῳ πρεσβύτῃ, καὶ
μετὰ τὸν ἀδελφὸν Μάξιμον.
Ἰατροὶ δὲ κατὰ τούτους ἤκμαζον τοὺς χρόνους,
ήνων τε ὁ Κύπριος, διδασκαλίαν τε πολυύμνητον
συστησάμενος, ἀλλʼ ἐπέβαλε τοῖς χρόνοις Ἰουλιανῷ
τῷ σοφιστῇ, καὶ μετʼ ἐκεῖνον, κατὰ τοὺς Προαι-

ρεσίου χρόνους, οἱ διάδοχοι ήνωνος. ἄμφω δὲ
ὁ ήνων ἐξήσκητο λέγειν τε καὶ ποιεῖν ἰατρικήν.
τῶν δὲ ὀνομαστῶν ὁμιλητῶν αὐτοῦ διαλαχόντες,
οἱ μὲν τὸ ἕτερον, οἱ δὲ ἀμφότερα, κατελείφθησαν·
ἐκράτουν δὲ ὅμως καὶ καθώς τις ἐκληρονόμησεν
ἔργου τε καὶ λόγου.
Μάγνος· οὗτος ἐκ μὲν Ἀντιοχείας ἦν γεγονώς,
τῆς ὑπὲρ τὸν ὐφράτην, ἣν νῦν ἰσιβιν ὀνομά-
ζουσιν· ἀκροατὴς δὲ γενόμενος Ζήνωνος καὶ τῇ
περὶ τῶν σωμάτων τῶν προαιρετικῶν φύσει τὸν
Ἀριστοτέλην ἐς τὸ δύνασθαι λέγειν συνεφελ-
κυσάμενος σιωπᾶν μὲν ἐν τῷ λέγειν τοὺς ἰατροὺς
ἠνάγκαζε, θεραπεύειν δὲ οὐκ ἐδόκει δυνατὸς εἶναι
καθάπερ λέγειν. ὥσπερ οὖν οἱ παλαιοί φασιν
Ἀρχίδαμον, εἰ Περικλέους εἴη δυνατώτερος ἐρω-
τώμενον ''ἀλλὰ κἂν καταβάλλω Περικλέα,'' φάναι
''λέγων ἐκεῖνος ὅτι μὴ καταβέβληται, νενίκηκεν,''
οὕτω καὶ τοὺς θεραπευθέντας ὑφʼ ἑτέρων ἀπεδείκνυ
Μάγνος ἔτι νοσοῦντας. οἱ δὲ ὑγιαίνοντες καὶ
ἐρρωμένοι χάριν ὡμολόγουν τοῖς θεραπεύσασιν·
ἀλλʼ ἐκράτει τῶν ἰατρῶν μέχρι τοῦ στόματος καὶ

τῶν ἐρωτήσεων. καὶ διδασκαλεῖον μὲν ἐξῄρητο
κοινὸν αὐτῷ κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ πάντες
ἔπλεον καὶ παρʼ αὐτὸν ἐφοίτων, ὡς θαυμάσαντές
τι μόνον ἢ ληψόμενοι τῶν παρʼ ἐκείνου καλῶν.
καὶ ἀποτυγχάνειν οὐ συνέβαινεν αὐτοῖς· ἢ γὰρ
τὸ λαλεῖν ἐκέρδαινον, ἢ τὸ δύνασθαι ποιεῖν τι καὶ
ἐνεργεῖν διὰ τῆς σφετέρας ἐπιμελείας προσελάμ-
βανον.
Ὀρειβάσιον δὲ Πέργαμος ἤνεγκε, καὶ τοῦτο
εὐθὺς οὕτω συνετέλει πρὸς δόξαν, ὥσπερ τοῖς
Ἀθήνῃσι γεγονόσιν, ὅταν εὐδοκιμῶσι κατὰ τοὺς
λόγους, πολὺς ἄνω χωρεῖ λόγος ὅτι Ἀττικὴ
Μοῦσα καὶ τὸ ἀγαθὸν οἰκεῖον. ἑκατέρων δὲ εὖ
πεφυκώς, ἐκ παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας
μετεσχηκὼς ἢ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ.
προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ
μεγάλου ήνωνος, καὶ Μάγνου συμφοιτητής.
ἀλλὰ τὸν Μάγνον ἀπολιπὼν παλαίοντα τοῖς νοή-
μασιν, αὐτὸς καὶ ἐν τούτοις δὲ ἄριστος ὤν, καὶ
πρὸς τὸ ἄκρον ἐκδραμὼν τῆς ἰατρικῆς, τὸν πάτριον
ἐμιμεῖτο θεόν, ὅσον ἀνθρώπῳ δυνατὸν ἐς τὴν
μίμησιν ὑπελθεῖν τοῦ θείου. ἐκ μειρακίου δὲ
ἐπιφανὴς γενόμενος, Ἰουλιανὸς μὲν αὐτὸν εἰς τὸν
Καίσαρα προϊὼν συνήρπασεν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ
τοσοῦτον ἐπλεονέκτει ταῖς ἄλλαις ἀρεταῖς, ὥστε
καὶ βασιλέα τὸν Ἰουλιανὸν ἀπέδειξε· καὶ ταῦτά
γε ἐν τοῖς κατʼ ἐκεῖνον ἀκριβέστερον εἴρηται.
ἀλλʼ οὐδὲ κορυδαλλίς, ἡ παροιμία φησίν, ἄνευ
λόφου, οὐδὲ Ὀρειβάσιος ἦν ἄνευ φθόνου. ἀλλὰ
διὰ τὴν ὑπεροχὴν τῆς δόξης, οἱ μετὰ Ἰουλιανὸν
βασιλεύοντες τῆς τε οὐσίας ἀφείλοντο, καὶ δια-
φθεῖραι τὸ σῶμα βουληθέντες, τὸ μὲν ἔργον ὤκνησαν,
ἑτεροίως δὲ ἔπραξαν ὅπερ ᾐσχύνθησαν· ἐξέθηκαν
γὰρ αὐτὸν εἰς τοὺς βαρβάρους, ὥσπερ Ἀθηναῖοι
τοὺς κατʼ ἀρετὴν ὑπερέχοντας ἐξωστράκιζον.
ἀλλʼ ἐκείνοις μὲν τὸ τῆς πόλεως ἐκβαλεῖν ὁ νόμος
ἔλεγε, καὶ προσῆν οὐδέν· οἱ δὲ βασιλεύοντες καὶ
τὸ παραδοῦναι τοῖς ὠμοτάτοις βαρβάροις ἐπέ-
θεσαν, ἐκείνους ποιοῦντες κυρίους τοῦ σφετέρου
βουλεύματος. Ὀρειβάσιος δὲ ἐκτεθεὶς εἰς τὴν
πολεμίαν, ἔδειξε τῆς ἀρετῆς τὸ μέγεθος, οὐ τόποις
ὁριζομένης, οὐδὲ γραφομένης ἤθεσιν, ἀλλὰ τὸ
στάσιμον καὶ μόνιμον ἐπιδεικνυμένης κατὰ τὴν
ἑαυτῆς ἐνέργειαν, κἂν ἀλλαχόθι κἂν παρʼ ἄλλοις
φαίνηται, ὥσπερ τοὺς ἀριθμούς φασι καὶ τὰ μα-
θήματα. εὐδοκίμει τε γὰρ εὐθὺς παρὰ τοῖς
βασιλεῦσι τῶν βαρβάρων, καὶ ἀνὰ τοὺς πρώτους
ἦν, καὶ κατὰ τὴν Ῥωμαίων ἀρχὴν ἀποβλεπό-
μενος παρὰ τοῖς βαρβάροις προσεκυνεῖτο καθάπερ
τις θεός, τοὺς μὲν ἐκ νοσημάτων χρονίων ἀνασώζων,
τοὺς δὲ ἀπὸ τῆς τοῦ θανάτου πύλης διακλέπτων.
καὶ ἦν αὐτῷ τὸ τῆς λεγομένης συμφορᾶς εὐδαι-
μονίας ἁπάσης πρόφασις, ὥστε καὶ οἱ βασιλεύοντες
ἀπαγορεύσαντες μάχεσθαι πρὸς τὴν διὰ. πάντων
τοῦ ἀνδρὸς δύναμιν, ἐπανιέναι συνεχώρησαν. ὁ

δέ, ὡς ἔτυχε τῆς ἐπανόδου, μόνον ἑαυτὸν ἔχων
ἀντὶ πάσης οὐσίας, καὶ τὸν ἀπὸ τῶν ἀρετῶν
πλοῦτον ἐπιδεικνύμενος, γυναῖκά τε ἠγάγετο τῶν
κατὰ πλοῦτον ἐπιφανῶν καὶ γένος, καὶ παῖδας
ἔσχε τέτταρας, οἵτινές εἰσί τε καὶ εἴησαν· αὐτὸς
δὲ κατὰ τὸν καιρὸν τοῦτον τῆς γραφῆς ἐν ἀνθρώποις
ἔστι τε καὶ εἴη· ἀλλὰ τὸν άρχαῖον πλοῦτον ἐκ
τῶν δημοσίων ἀνακομισάμενος, τῶν μετὰ ταῦτα
βασιλέων συγκεχωρηκότων, ὡς ἐπʼ ἀδίκῳ τῇ
προτέρᾳ κρίσει. ταῦτα μὲν οὖν ἐστι καὶ οὕτως
ἔχει. Ὀρειβασίῳ τε συντυχεῖν ἀνδρός ἐστι φιλο-
σοφοῦντος γενναίως, ὥστε εἰδέναι τί πρὸ τῶν
ἄλλων θαυμάσει· τοσαύτη τις ἡ διὰ πάντων ἐστὶ
προϊοῦσα καὶ παρατρέχουσα ταῖς συνουσίαις ἁρ-
μονία καὶ χάρις.
Ἰωνικὸς δὲ ἦν μὲν ἐκ Σάρδεων, καὶ πατρὸς
ἰατρεύσαντος ἐπιφανῶς· ήνωνος δὲ ἀκροατὴς
γενόμενος, εἰς ἄκρον τε ἐπιμελείας ἐξίκετο, καὶ
Ὀρειβάσιός γε αὐτοῦ θαυμαστὴς ἐτύγχανεν. ὀνο-
μάτων δὲ πάντων ἰατρικῆς ἐμπειρότατος γενό-
μενος καὶ πραγμάτων, κρείττων ἦν ἐν τῇ καθʼ
ἕκαστον πείρᾳ, τῶν τε τοῦ σώματος μορίων ἄκρως
δαημονέστερος γενόμενος, καὶ τῆς ἀνθρωπίνης
φύσεως ἐξεταστικός. οὐκοῦν οὔτε φαρμάκου τινὸς
ἔλαθε κατασκευὴ αὐτὸν καὶ κρᾶσις, οὐδʼ ὅσα
ἐμπλάττουσιν οἱ τεχνκώτατοι τοῖς ἕλκεσι, τὰ
μὲν τὴν ἐπιρροὴν ἐπέχοντες, τὰ δὲ τὴν ἐμπεσοῦσαν
διασκιδνάντες, ἐκεῖνον ἐλάνθανεν. ἀλλὰ καὶ δῆσαι
τὸ πεπονθὸς μόριον, καὶ σχίσαι τοῖς μέρεσιν
εὑρετικώτατός τε ἦν καὶ διεξητασμένος. ἔργα τε
οὖν καὶ ὀνόματα τούτων ἠπίστατο, ὥστε τοὺς


μεγαλοφρονοῦντας ἐπὶ τῷ θεραπεύειν ἐξίστασθαι
πρὸς τὴν ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι
συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς
εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν
ἐξάγουσιν, ὥσπερ ὀνόματα κρυπτόμενα μέχρι
τῆς γραφῆς.
οιοῦτός τε ὢν κατὰ τὴν ἐπιστήμην, καὶ πρὸς
φιλοσοφίαν ἅπασαν ἔρρωτο, καὶ πρὸς θειασμόν,
ὅσος τε ἐξ ἰατρικῆς ἐς ἀνθρώπους ἥκει τῶν καμ-
νόντων ἐς πρόγνωσιν, καὶ ὅσος, ἐκ φιλοσοφίας
παράβακχος ὥν, ἐς τοὺς δυναμένους ὑποδέχεσθαι
καὶ σώζειν ἀπολήγει καὶ διασπείρεται. ἔμελε
δὲ αὐτῷ καὶ ῥητορικῆς ἀκριβείας, καὶ λόγων
ἁπάντων τέχνης· οὐκοῦν οὐδὲ ποιήσεως ἀμύητος
ἦν. ἀλλʼ ἐτελεύτα μικρόν τι πρὸ τῆς γραφῆς
ἐπὶ δύο παισὶν ἀξίοις λόγου τε καὶ μνήμης.
Καὶ Θέων δέ τις ἐν Γαλατίᾳ κατὰ τούτους τοὺς
καιροὺς πολλῆς δόξης ἐτύγχανεν.
Ἐπανιτέον δὲ ἐπὶ τοὺς φιλοσόφους πάλιν ὅθεν
ἐξέβημεν.
αυτησὶ τῆς γραφῆς αἴτιος ἐγένετο Χρυσάνθιος,
τόν τε γράφοντα ταῦτα πεπαιδευκὼς ἐκ παιδός,
καὶ διασεσωκὼς εἰς τέλος, ὥσπερ νόμον τινά,
τὴν περὶ αὐτὸν εὔνοιαν. ἀλλʼ οὐδέν γε διὰ τοῦτο
ῥηθήσεται πρὸς χάριν· ἐκεῖνός τε γὰρ ἀλήθειαν
ἐτίμα διαφερόντως καὶ τοῦτο πρῶτον ἐπαίδευεν,
ἡμεῖς τε οὐ διαφθεροῦμεν τὴν δοθεῖσαν δωρεάν,

πλὴν εἴ πού τι καὶ ὑφήσομεν ἐπὶ τὸ καταδεέστερον
ἄγοντες, ἐπειδὴ ταῦτα συνωμολογήσαμεν.
Τῶν μὲν οὖν εἰς βουλὴν τελούντων ἦν ὁ ρυσ-
άνθιος, καὶ τῶν ἀνὰ τοὺς πρώτους ἐπʼ εὐγενείᾳ
φερομένων· ἐγεγόνει δὲ αὐτῷ πάππος, Ἰνοκέντιός
τις, εἴς τε πλοῦτον ἐλθὼν οκ ὀλίγον, καὶ δόξαν ὑπὲρ
ἰδιώτην τινὰ λαχών, ὅς γε νομοθετικὴν εἶχε
δύναμιν παρὰ τῶν τότε βασιλευόντων ἐπιτε-
τραμμένος. καὶ βιβλία γε αὐτοῦ διασώζεται,
τὰ μὲν εἰς τὴν Ῥωμαίων γλῶσσαν, τὰ δὲ εἰς
τὴν Ἑλλάδα φέροντα, τό τε ἐξεταστικὸν καὶ
βαθὺ τῆς γνώμης ἑρμηνεύοντα, καὶ τὴν περὶ ταῦτα
κατάληψιν τοῖς ταῦτα βουλομένοις θαυμάζειν συν-
ειληφότα. Χρυσάνθιος δὲ αὐτός, νέος ἀπὸ τοῦ
πατρὸς ἀπολειφθείς, καὶ φιλοσοφίας ἐρασθεὶς διὰ
φύσεως θειότητα, πρός τε τὸ Πέργαμον καὶ τὸν
μέγαν ἰδέσιον συνέτεινεν· ἀκμάζοντι δὲ πρὸς
μετάδοσιν σοφίας διψῶν περιτυχών, χανδόν, ἑαυ-
τὸν ὑποθείς, ἐνεφορεῖτο τῆς τοιαύτης σοφίας οὐ,
τυχούσης, οὔτε πρὸς ἀκρόασιν ἀπαγορεύων τινά,
οὔτε εἰς μελέτην ἐλάττων τινὸς φαινόμενος· καὶ
γὰρ ἔτυχεν ἀτρύτου καὶ ἀδαμαντίνου σώματος,
ἐς πᾶσαν ἄσκησιν ὑπουργεῖν εἰωθότος. ὁ δὲ
τῶν τε Πλάτωνος καὶ τῶν Ἀριστοτέλους λόγων
μετασχὼν ἱκανῶς, καὶ πρὸς πᾶν εἶδος φιλοσοφίας
τρέψας τὴν ψυχήν, καὶ πᾶν εἴδος ἀναλεγόμενος,
ὡς περὶ τὴν γνῶσιν τῶν ἐν τοῖς λόγοις ὑγίαινε
καὶ ἔρρωτο, καὶ τῇ συνεχεῖ χρήσει πρὸς τὴν κρίσιν
αὐτῶν ἕτοιμος ὑπῆρχε, καί πρὸς ἐπίδειξιν ἐθάρσει
τοῦ κατωρθωμένου, τὰ μὲν εἰπεῖν, τὰ δὲ σιωπῆ-
σαι δυνάμενος, καὶ πρὸς τὸ δύνασθαι κρατεῖν, εἴ
που βιασθείη, τυγχάνων πομπικώτερος, ἐντεῦθεν
ἀφῆκεν αὑτὸν ἐπὶ θεῶν γνῶσιν, καὶ σοφίαν ἧς
Πυθαγόρας τε ἐφρόντιζε καὶ ὅσοι Πυθαγόραν
ἐζήλωσαν, Ἀρχύτας τε ὁ παλαιός, καὶ ὁ ἐκ υάνων
Ἀπολλώνιος, καὶ οἱ προσκυνήσαντες Ἀπολλώνιον,
οἵτινες σῶμά τε ἔδοξαν ἔχειν καὶ εἶναι ἄνθρωποι.
καὶ πρὸς ταῦτά γε Χρυσάνθιος ἀναδραμὼν καὶ
πρώτης τινὸς λαβῆς ἐπιδραξάμενος, ταῖς ἀρχαῖς
αὐταῖς ἡγεμόσι χρώμενος, εἰς τοσοῦτον ἐκουφίσθη
τε καὶ ἀνηγέρθη παρὰ τοῦ τῆς ψυχῆς πτερώματος,
ᾗ φησιν ὁ Πλάτων, ὥστε πᾶν μὲν εἶδος αὐτῷ
παντοίας παιδείας εἰς ἄκρον ὑπάρχειν, καὶ πᾶσαν
κατορθοῦσθαι πρόγνωσιν. ὁρᾶν γοῦν ἄν τις αὐτὸν
ἔφησε τὰ ἐσόμενα μᾶλλον ἢ προλέγειν τὰ μέλλοντα,
οὕτως ἅπαντα διήθρει καὶ συνελάμβανεν, ὡσανεὶ
παρών τε καὶ συνὼν τοῖς θεοῖς.
Χρόνον δὲ ἱκανόν τινα περὶ ταῦτα διατρίψας,
καὶ συναθλήσας τῷ Μαξίμῳ πολύ τι, τὸν κοινωνὸν
ἀπέλιπεν. ὁ μὲν γὰρ ἔχων τι φιλόνεικον ἐν τῇ
φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσι σημείοις
παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα ᾔτει καὶ προσ-
ηνάγκαζεν· ὁ δὲ Χρυσάνθιος, τοῖς πρώτοις θεω-

μένοις, κατὰ μικρὸν ἐκ παραγωγῆς ἐπὶ τὴν κίνησιν
τῶν δοθέντων ἐβάδιζε· εἶτα τυχὼν μὲν ἐνίκα,
διαμαρτὼν δέ, τῷ φαινομένῳ τὸ παρὰ τῆς ἀνθρω-
πίνης βουλῆς ἐφήρμοζεν. οὕτω γοῦν καὶ ἡνίκα
ὁ βασιλεὺς Ἰουλιανὸς ἄμφω μετεκάλει διὰ μιᾶς
κλήσεως, καὶ οἱ πεμφθέντες στρατιῶται μετὰ
τιμῆς τὴν Θετταλικὴν ἐπῆγον πειθανάγκην, ὡς
ἔδοξε κοινῶσαι τοῖς θεοῖς τὸ ἔργον, καὶ περιφανῶς,
ὡς κἂν ἰδιώτην καὶ βάναυσον διακρῖναι τὰ σημεῖα,
τοῦ θεοῦ τὴν ὁδὸν ἀπαγορεύσαντος, ὁ μὲν Μάξιμος
ἐνεφύετο τοῖς ἱεροῖς, καὶ ποτνιώμενος ἐπὶ τοῖς
δρωμένοις μετʼ ὀλοφυρμῶν ἐνέκειτο, τυχεῖν ἑτέρων
σημείων ἱκετεύων τοὺς θεοὺς καὶ μετατεθῆναι
τὰ εἱμαρμένα· καὶ πολλά γε ἐπὶ πολλοῖς αὐτῷ
διατεινομένῳ καὶ παρακλίνοντι ὡς ἐξηγεῖτο Χρυσ-
άνθιος, ἡ βούλησις τελευτῶντι τὰ φαινόμενα ἔκρινε,
καὶ τὸ δοκοῦν ἐν τοῖς ἱεροῖς ἐφαίνετο, οὐ τὸ φαν-
θὲν ἐδοξάζετο. οὕτως οὖν ὁ μὲν ὥρμησε τὴν
ἀρχέκακον ὁδὸν ἐκείνην καὶ ἀποδημίαν, ὁ δὲ
Χρυσάνθιος ἔμεινε κατὰ χώραν. καὶ τὰ πρῶτα
μὲν ὁ βασιλεὺς ἤλγησεν ἐπὶ τῇ μονῇ, καί πού τι
καὶ τῶν ἀληθῶν προσυπενόησεν, ὡς οὐκ ἂν ἡρνή-
σατο Χρυσάνθιος τὴν κλῆσιν, εἰ μή τι δυσχερὲς
ἐνεῖδε τοῖς μέλλουσιν. ἔγραφεν οὖν καὶ πάλιν

μετακαλῶν, καὶ οὐ πρὸς αὐτὸν μόνον αἱ παρακλή-
σεις ἦσαν· ὁ δὲ τὴν γυναῖκα συμπείθειν τὸν ἄνδρα
διὰ τῶν γραμμάτων ἐνῆγε. καὶ πάλιν ἦν πρὸς
τὸ θεῖον ἀναφορὰ παρὰ τοῦ ρυσανθίου, καὶ τὰ
παρὰ τῶν θεῶν οὐκ ἔληγεν εἰς ταὐτὸ συμφερόμενα.
ὡς δὲ πολλάκις τοῦτο ἦν καὶ ό μὲν βασιλεὺς ἐπείσθη,
ὁ δὲ ρυσάνθιος τὴν ἀρχιέρωσύνην τοῦ παντὸς
ἔθνους λαβών, καὶ τὸ μέλλον ἐξεπιστάμενος
σαφῶς, οὐ βαρὺς ἦν κατὰ τὴν ἐξουσίαν, οὔτε τοὺς
νεὼς ἐγείρων, ὥσπερ ἅπαντες θερμῶς καὶ περι-
καῶς ἐς ταῦτα συνέθεον, οὔτε λυπῶν τινας τῶν
χριστιανῶν περιττῶς· ἀλλὰ τοσαύτη τις ἦν ἁπλό-
της τοῦ ἤθους, ὡς κατὰ Λυδίαν μικροῦ καὶ ἔλαθεν
ἡ τῶν ἱερῶν ἐπανόρθωσις. ὡς γοῦν ἑτέρωσε τὰ
πρῶτα ἐχώρησεν, οὐδὲν ἐδόκει πεπρᾶχθαι νεώτερον,
οὐδὲ πολύ τι καὶ ἀθρόον κατὰ μεταβολὴν ἐφαίνετο,
ἀλλʼ ἐπιεικῶς ἐς ὁμαλότητά τινα καὶ ἀκινησίαν
ἅπαντα συνέστρωντο, καὶ μόνος ἐθαυμάζετο, τῶν
ἄλλων ἁπάντων ὥσπερ ἐν κλύδωνι κινουμένων,
καὶ τῶν μὲν ἐξαπιναίως κατεπτηχότων, τῶν δὲ
πρότερον ταπεινῶν ἀνεστηκότων· ἐθαυμάσθη γοῦν
ἐπὶ τούτοις, ὡς οὐ μόνον δεινὸς τὰ μέλλοντα
προνοεῖν, ἀλλὰ καὶ τοῖς γνωσθεῖσι χρήσασθαι.
Ἦν δὲ τὸ πᾶν ἦθος τοιοῦτος, ἢ πρὸς τὸν Πλα-
τωνικὸν Σωκράτην ἀναπεφυκώς, ἢ κατά τινα
ζῆλον καὶ μίμησιν ἐκ παιδὸς αὐτῷ γενομένην ἐς
ἐκεῖνον συνεσχηματισμένος. τό τε γὰρ ἐπιφαινό-

μενον ἁπλοῦν καὶ ἀφελὲς καὶ ἀδιήγητον ἐπεκάθητο
τοῖς λόγοις, ἥ τε ἐπὶ τούτοις ἀφροδίτη τῶν ῥημάτων
κατέθελγε τὸν ἀκροώμενον. πᾶσί τε εὔνους ἦν
κατὰ τὴν συνουσίαν, καὶ τῶν ἀπιόντων ἕκαστος,
ὅτι φιλοτιμοῖτο μᾶλλον, ἀπῄει πεπεισμένος. ὥσπερ
οὖν τὰ κάλλιστα καὶ γλυκύτερα τῶν μελῶν πρὸς
πᾶσαν ἀκοὴν ἡμέρως καὶ πρᾴως καταρρεῖ καὶ
διολισθαίνει καὶ μέχρι τῶν ἀλόγων διϊκνούμενα,
καθάπερ φασὶ τὸν Ὀρφέα, οὕτω καὶ Χρυσανθίου
λόγος πᾶσιν ἦν ἐναρμόνιος, καὶ τοσαύταις δια-
φοραῖς ἠθῶν ἐνέπρεπε καὶ καθηρμόζετο. δυσ-
κίνητος δὲ ἦν περὶ τὰς διαλέξεις καὶ φιλονεικίας,
ἐν τούτοις μάλιστα τοὺς ἀνθρώπους ὑπολαμβάνων
ἐκτραχύνεσθαι· οὐδʼ ἂν ῥᾳδίως ἤκουσέ τις αὐτοῦ
τὴν παιδείαν ἣν εἶχεν ἐπιδεικνυμένου, καὶ διὰ
τοῦτο πρὸς τοὺς ἄλλους οἰδοῦντος καὶ διογκυλ-
λομένου, ἀλλὰ τά τε λεγόμενα ὑπʼ αὐτῶν ἐθαύ-
μαζεν, εἰ καὶ φαύλως ἐλέγετο, καὶ τὰ δοξαζόμενα
κακῶς ἐπῄνει, καθάπερ οὐδὲ τὴν ἀρχὴν ἀκούων,
ἀλλὰ ἐς τὸ συμφατικὸν διὰ τὸ μὴ λυπεῖν γεγονώς.
εἰ δέ πού τις, τῶν ἐπὶ σοφίᾳ πρώτων παρόντων,
ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγο-
μένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά,
καθάπερ οὐ παρόντων ἀνθρώπων· οὕτως οὔτε
τὰς ἐρωτήσεις, οὔτε τοὺς διορισμούς, οὔτε τὰς
μνήμας ὑπέμενον τοῦ ἀνδρός, ἀλλʼ ἀνέχαζον,
ἔξω λόγου καὶ ἀντιρρήσεως ἑαυτοὺς φυλάττοντες,
ὅπως μὴ καταφανεῖς ἁμαρτάνοντες γίνωνται. καὶ
πολλοὶ τῶν μετρίως ἐγνωκότων αὐτόν, διὰ τοῦ
βάθους τῆς ψυχῆς οὐκ ἀφιγμένων, κατηγορούντων

τε ἀλογίαν, καὶ τὴν πρᾳότητα μόνον ἐπαινούντων,
ὡς ᾔσθοντο διαλεγομένου καὶ ἀνελίττοντος ἑαυτὸν
εἰς δόγματα καὶ λόγους, ἕτερόν τινα τοῦτον ἐνό-
μισαν παρʼ ὃν ᾔδεισαν· οὕτως ἀλλοιότερός τις
ἐν ταῖς λογικαῖς κινήσεσιν ἐφαίνετο, τῆς τε τριχὸς
ὑποφριττούσης αὐτῷ, καὶ τῶν ὀφθαλμῶν ἑρμη-
νευόντων χορεύουσαν ἔνδον τὴν ψυχὴν περὶ τὰ
δόγματα. εἰς μακρὸν δὲ γῆρας ἀφικόμενος, τὸν
πάντα διετέλεσε βίον, οὐδενὸς τῶν κατʼ ἀνθρώπους
ἑτέρου φροντίσας ἢ οἰκονομίας τινός, ἢ γεωργίας,
ἢ χρημάτων ὅσα δικαίως παραγίνεται. ἀλλὰ
πενίαν μὲν ἔφερε ῥᾷον ἢ πλοῦτον ἕτεροι, διαίτῃ δὲ
τῇ παραπεσούσῃ προσεκέχρητο, τῶν μὲν ὑείων
οὐδέποτε, τῶν ἄλλων χρεῶν ἐλάχιστα γευόμενος,
τὸ δὲ θεῖον θεραπεύων συντονώτατα. τῆς τῶν
ἀρχαίων ἀναγνώσεως ἀπρὶξ εἴχετο, καὶ διέφερεν
οὐδὲν νεότης τε καὶ γῆρας, ἀλλʼ ὑπὲρ ὀγδοήκοντα
γεγονὼς ἔτη, τοσαῦτα ἔγραφεν αὐτοχειρίᾳ, ὅσα
μόλις ἀναγινώσκουσι νεάζοντες ἕτεροι. τῶν γοῦν
γραφόντων τὰ ἄκρα δακτύλων ὑπὸ τῆς ἀλήκτου
μελέτης καὶ χρήσεως συνεκέκαμπτο. ἀναστὰς δὲ
ἀπὸ τῆς ἀσκήσεως, ταῖς τε δημοσίαις προόδοις
ἐτέρπετο, καὶ τόν τε ταῦτα γράφοντα παραλαβών,
μακροὺς μὲν τοὺς περιπάτους, σχολαίους δὲ
ἀπέτεινεν· ἔλαθέ τε ἄν τις περιαλγὴς τοὺς πόδας
γενόμενος, οὕτως ὑπὸ τῶν διηγημάτων κατεθέλ-
γετο. λουτροῖς δὲ ἐλάχιστα ἐκέχρητο, καὶ ὅμως
ἐῴκει διὰ παντὸς ἄρτι λελουμένῳ. πρὸς δὲ τὰς

τῶν ἀρχόντων συντυχίας τὸ ὑπερφυὲς οὐκ ἦν διʼ
ἀλαζονείαν συνιδεῖν ἢ τύφον γινόμενον, ἀλλʼ
ἁπλότητα ἄν τις ὑπέλαβεν ἀγνοοῦντος ἀνδρὸς ὅ
τι ἐστὶν ἐξουσία· οὕτω διελέγετο κοινῶς αὐτοῖς
καὶ ἐπιδεξίως. τὸν δὲ ταῦτα γράφοντα ἐκπαιδεύ-
σας νέον ἔτι ὄντα, ἡνίκα ἐπανῆλθεν Ἀθήνηθεν,
οὐκ ἔλαττον ἠγάπα, ἀλλὰ καὶ προσετίθει καθʼ
ἡμέραν τῷ διαφέροντι τῆς εὐνοίας, ἐς τοῦτο
ἐκνικήσας, ὥστε τὰ ἑωθινὰ μὲν ὁ συγγραφεὺς ἐπὶ
ῥητορικοῖς λόγοις ἑτέροις συνῆν, καὶ τοὺς δεο-
μένους ἐπαίδευεν, μικρὸν δὲ ὑπὲρ μεσημβρίας
ἐπαιδεύετο, παρὰ τὸν ἐξ ἀρχῆς ἰὼν διδάσκαλον,
τοὺς θειοτέρους καὶ φιλοσόφους τῶν λόγων·
ἡνίκα οὔτε ὁ παιδεύων ἔκαμνεν ἐρῶντι συνών,
τῷ τε ἐκδεχομένῳ τὰ μαθήματα τὸ ἔργον ἦν
πανήγυρις.
οῦ δὲ τῶν χριστιανῶν ἐκνικῶντος ἔργου καὶ
κατέχοντος ἅπαντα, διὰ μακροῦ τις ἀπὸ τῆς
Ῥώμης εἰσεφοίτησεν ἄρχων τῆς Ἀσίας (Ἰοῦστος
ὠνομάζετο), πρεσβύτης μὲν ἤδη κατὰ τὴν ἡλικίαν,
γενναῖος καὶ καλὸς τὸ ἦθος, καὶ τῆς ἀρχαίας καὶ
πατρίου ποιτείας οὐκ ἀπηλλαγμένος, ἀλλὰ τὸν
εὐδαίμονα καὶ μακάριον ἐκεῖνον ἐζηλωκὼς τρόπον,
πρός τε ἱεροῖς ἦν ἀεί, καὶ μαντείας ἐξεκρέματο
πάσης, μέγα φρονῶν ὅτι τούτων ἐπεθύμησέ τε
καὶ κατώρθωσεν. οὗτος εἰς τὴν Ἀσίαν διαβὰς
ἐκ τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἡγεμόνα
τοῦ ἔθνους καταλαβὼν (Ἱλάριος ἐκεῖνος ἐκαλεῖτο)
συγκορυβαντιῶντα πρὸς τὴν ἐπιθυμίαν, βωμούς

τε ἀνέστησεν αὐτοσχεδίους ἐν Σάρδεσιν (οὐ γὰρ
ἦσαν αὐτόθι), καὶ τοῖς ἴχνεσι τῶν ἱερῶν, εἴπου
τι ἴχνος εὑρέθη, χεῖρα ἐπέβαλεν, ἀνορθῶσαι
βουλόμενος. δημοσίᾳ τε θύσας, ἔπεμπε καὶ συν-
εκάλει τοὺς πανταχόθεν ἐπὶ παιδεία δόξαν ἔχοντας.
οἱ δὲ παρῆσαν θᾶττον ἢ κληθῆναι, τόν τε ἄνδρα
θαυμάζοντες, καὶ καιρὸν τῆς σφῶν αὐτῶν ἐπιδεί-
ξεως ἡγούμενοι, τινὲς δὲ αὐτῶν ἐπὶ τῇ κολακείᾳ
θαρροῦντες ὥσπερ παιδείᾳ, καὶ διὰ ταύτης ἐλπί-
ζοντες ἢ τιμὴν ἢ δοξάριον ἢ ἀργύριον ἀποκερδανεῖν.
ἱερουργίας οὖν δημοσίᾳ προτεθείσης, παρῆσαν
μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ
Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν
στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾦ δήποτε
τῷ σχήματι), καὶ τοὺς παρόντας ἀνηρώτα· ''τί
βούλεται τὸ σχῆμα τοῦ πτώματος;'' ἔνθα οἱ μὲν
κόλακες παρεφρύγοντο θαυμάζοντες, ὅτι καὶ ἄπὸ
σχημάτων ἐστὶ μαντικός, καὶ μόνῳ παρεχώρουν
ἐκείνῳ ταῦτα εἰδέναι· οἱ δὲ σεμνότεροι τὰς ὑπήνας
καταψήσαντες ἄκροις τοῖς δακτύλοις, καὶ τὰ
πρόσωπα διαστυγνάσαντες, τάς τε κεφαλὰς βαρύ
τι καὶ ἠρεμαῖον ἐπισείοντες, παρεθεώρουν ἐς τὸ
προκείμενον, ἄλλος ἄλλο λέγοντες. ὁ δὲ Ἰοῦστος,
ὡς μόλις τὸν γέλωτα ἐνεῖχεν, ἐπιστρέψας εἰς τὸν
Χρυσάνθιον ''σὺ δὲ τί φῄς,'' ἐβόησεν, ''ὦ πρεσ-
βύτατε;'' καὶ ὁ Χρυσάνθιος οὐδὲν διαταραχθείς,
πάντων ἔφησε καταγινώσκειν· ''ἀλλʼ εἴ τι βούλει
κἀμέ,'' ἔφη ''περὶ τούτων εἰπεῖν, τίς μὲν ὁ τρόπος
τῆς μαντείας, εἴ γε μανικοὺς τρόπους ἐπί-

στασαι, εἰπὲ πρότερον, καὶ ποίου τινὸς εἴδους,
τίς δὲ ἡ πεῦσις, καὶ κατὰ τίνα μέθοδον ἐπηρώτηται.
καὶ εἰ ταῦτα λέγοις, εἴποιμʼ ἂν ὅπῃ τὸ φαινόμενον
εἰς τὸ μέλλον φέρει. πρὶν δὲ ταῦτα λέγειν,
βάναυσόν ἐστι πρὸς τὴν σὴν ἐρώτησιν, σημαινόν-
των τὸ μέλλον τῶν θεῶν, ἐμὲ καὶ περὶ τῆς ἐρωτή-
σεως καὶ τοῦ μέλλοντος λέγειν, συνάπτοντα τῷ
γεγονότι τὸ ἐσόμενον· δύο γὰρ οὕτως ἂν γίνεσθαι
τὰς ἐρωτήσεις. περὶ δύο δὲ ἢ πλειόνων οὐδεὶς
ἐρωτᾷ κατὰ ταὐτόν· τὸ γὰρ ἐν τοῖς ὡρισμένοις
διάφορον ἕνα λόγον οὐκ ἔχει.'' ἐνταῦθα Ἰοῦστος
ἀνέκραγεν ὡς μανθάνων ὅσα μὴ πρότερον ἠπίστατο,
καὶ τοῦ λοιποῦ γε οὐκ ἐπαύσατο συνὼν ἰδία καὶ
τῆς πηγῆς ἀρυόμενος. καὶ εἴ τινες ἕτεροι κατʼ
ἐκείνους τοὺς χρόνους τῶν ἐπὶ σοφίᾳ περιβοήτων
Χρυσανθίῳ κατὰ κλέος ἦλθον εἰς λόγους, πει-
σθέντες ὅτι πόρρω τῆς δεινότητος ἐκείνης εἰσίν,
ἀπιόντες ᾤχοντο. τοῦτο δὲ καὶ Ἑλλησπόντιος
ὁ ἐκ Γαλατίας ἔπαθεν, ἀνὴρ διὰ πάντα ἅριστος,
καὶ εἰ μὴ Χρυσάνθιος ἦν, πρῶτος ἁπάντων ἂν
φανείς. σοφίας μὲν γὰρ ἐραστὴς οὗτος ὁ ἀνὴρ
ἐς τοσόνδε ἐγένετο, ὥστε ἐπῆλθε μικροῦ καὶ τὴν
ἀοίκητον, μαστεύων εἴ που τινι περιτύχοι πλέον
εἰδότι· καλῶν δὲ ἔργων καὶ λόγων ἀνάπλεως
γενόμενος, καὶ εἰς τὰς παλαιὰς Σάρδεις ἀφίκετο
διὰ τὴν Χρυσανθίου συνουσίαν. ἀλλὰ ταῦτα μὲν
ὕστερον.


κατὰ τὸ Πέργαμον αὐτῷ γενομένῳ διδασκάλῳ
(μεμνήμεθα δὲ πρότερον) Αἰδεσίῳ, καὶ ἦν ὁ παῖς
ἐκ παιδὸς ἐπτερωμένον τι χρῆμα πρὸς ἅπασαν
ἀρετήν, καὶ τῶν ἵππων οὐκ εἶχε θάτερον, ᾗ φησιν
ὁ Πλάτων, οὐδὲ ἐβρίθετο κάτω νοῦς αὐτῷ, ἀλλὰ
πρός τε μαθήματα σφοδρὸς καὶ ἄγαν ὀξὺς γενό-
μενος, καὶ πρὸς θεῶν θεραπείαν διαρκέστατος, ἐς
τοσόνδε διέφευγε τὸ ἀνθρώπινον, ὥστε ἄνθρωπος
ὢν ἐκινδύνευεν ὅλος εἶναι ψυχή. τὸ γοῦν σῶμα
ἐν ταῖς κινήσεσιν οὕτως αὐτοῦ κοῦφον ἦν, ὥστε
ἦν ἀπίθανον γράφειν, καὶ μάλα ποιητικῶς, εἰς
ὅσον ὕψος ἐφέρετο μετάρσιος. ἡ δὲ πρὸς τὸ θεῖον
οἰκειότης οὕτως ἦν ἀπραγμάτευτος καὶ εὔκολος,
ὥστε ἐξήρκει τὸν στέφανον ἐπιθεῖναι τῇ κεφαλῇ,
καὶ πρὸς τὸν ἥλιον ἀναβλέποντα χρησμοὺς ἐκφέ-
ρειν, καὶ τούτους ἀψευδεῖς, καὶ πρὸς τὸ κάλλιστον
εἶδος ἐνθέου πνεύματος γεγραμμένους· καί τοί
γε οὔτε μέτρον ἠπίστατο, οὔτε εἰς γραμματικὴν
ἐπιστήμην ἔρρωτο, ἀλλὰ θεὸς ἅπαντα ἦν αὐτῷ.
νοσήσας δὲ οὐδαμῶς κατὰ τὸν ὡρισμένον βίον,
ἀμφὶ τὰ εἴκοσιν ἔτη μετήλλαξεν. ὁ δὲ πατὴρ καὶ
τότε διέδειξε φιλόσοφος ὤν· ἢ γὰρ τὸ μέγεθος
τῆς συμφορᾶς εἰς ἀπάθειαν αὐτὸν μετέστησεν,
ἢ τῷ παιδὶ συγχαίρων τῆς λήξεως, ἔμεινεν ἄ-
τρεπτος· καὶ ἡ μήτηρ δέ, πρὸς τὸν ἄνδρα ὁρῶσα



τὴν γυναικείαν ὑπερήνεγκε φύσιν, πρὸς τὴν ἀξίαν
τοῦ πάθους ὀλοφύρσεις ἐκδύσασα.
ούτων δὲ οὕτω κεχωρηκότων, ὁ Χρυσάνθιος
ἦν ἐν τοῖς συνήθεσι· καὶ πολλῶν καὶ μεγάλων
ἐμπιπτόντων δημοσίων καὶ κοινῶν πραγμάτων,
ἃ τὰς ἁπάντων φυχὰς κατέσεισεν εἰς φόβον, μόνος
ἔμεινεν ἀσάλευτος, ὥστε εἴκασέ τις ἂν οὐδὲ ἐπὶ
γῆς εἶναι τὸν ἄνδρα. κατʼ ἐκείνους δὴ τοὺς
χρόνους καὶ Ἑλλησπόντιος παρʼ αὐτὸν ἀφικνεῖται,
καὶ βραδέως μὲν συνῆλθον εἰς λόγους· ἐπεὶ δὲ
εἰς ταὐτὸν συνήντησαν, τοσοῦτον Ἑλλησπόντιος
ἑαλώκει, ὥστε, πάντα μεθέμενος, ἕτοιμος ἦν
σκηνοῦσθαι παρὰ Χρυσανθίῳ, καὶ νεάζειν ἐν τῷ
μανθάνειν· μετεμέλετο δὲ τοσοῦτον πεπλανη-
μένος χρόνον, καὶ εἰς γῆρας ἀφικόμενος, πρίν τι
τῶν χρησίμων ἐκμαθεῖν. καὶ ὁ μὲν ἐπὶ τούτῳ
τὴν γνώμην ἔτεινε· τῷ δὲ Χρυσανθίῳ συμβὰν ἔκ
τινος συνηθείας τὴν φλέβα διελεῖν, ὅ τε συγ-
γραφεὺς παρῆν, οὕτω προστάξαντος, καὶ τῶν
ἰατρῶν κενῶσαι βουλομένων τὸ φερόμενον, αὐτὸς
ἐπὶ τὸ συμφέρον σπευσάμενος, παράλογον εἶναι
τὸ κενωθὲν ἔφη, καὶ οὕτως ἐπισχεῖν ἐκέλευσεν·
οὐδὲ γὰρ ἄπειρος ἦν ἰατρικῆς ὁ ταῦτα γράφων.
Ἑλλησπόντιος δὲ ἀκούσας παρῆν, ἀγανακτῶν καὶ
ποτνιώμενος, ὡς μεγάλου κακοῦ γεγονότος, εἰ
πρεσβύτης οὕτως ἀνὴρ τοσούτου διὰ τῆς χειρὸς
αἵματος ἀφῄρηται. ὡς δὲ ἤκουσε τῆς φωνῆς,
καὶ ὑγιαίνοντα εἶδεν, πρὸς τὸν συγγραφέα τὸν

λόγον ἐπιστρέψας ''ἀλλά σέ γε'' φησίν ''ἡ πόλις
αἰτιῶνται δεινόν τι δεδρακέναι· νῦν δὲ ἅ-
παντες σιωπήσουσιν, ὁρῶντες ὑγιαίνοντα.'' τοῦ δὲ
εἰπόντος, ὡς οὐκ ἠγνόει τὸ συμφέρον, ὁ μὲν
Ἑλλησπόντιος ὡς συσκευασόμενος τὰ βιβλία,
καὶ παρὰ τὸν Χρυσάνθιον ἥξων ἐπὶ μαθήσει, τῆς
πόλεως ἐξῄει. καὶ ἡ γαστὴρ αὐτοῦ νοσεῖν ἤρχετο,
καὶ παρελθὼν εἰς Ἀπάμειαν τῆς ιθυνίας μετ-
ήλλαξε τὸ ζῆν, τῷ παρόντι τῶν ἑταίρων Προκοπίῳ
πολλὰ ἐπισκήφας μόνον θαυμάζειν Χρυσάνθιον.
καὶ ὁ Προκόπιος παραγενόμενος εἰς τὰς Σάρδεις,
ταῦτα ἐποίει τε καὶ ἀπήγγελλεν.
Ὁ δὲ ρυσάνθιος, εἰς τὴν ἐπιοῦσαν ὥραν τοῦ
ἔτους, κατὰ θέρος ἱστάμενον, ἐπὶ τὴν αὐτὴν
θεραπείαν ἐλθών, καί τοι τοῦ συγγραφέως προει-
πόντος τοῖς ἰατροῖς περιμένειν αὐτὸν κατὰ τὸ σύν-
ηθες, οἱ μὲν ἔφθασαν ἐλθόντες, ὁ δὲ ὑπέσχε τὴν
χεῖρα, καὶ παρὰ μέτρον γενομένης τῆς κενώσεως,
παρέσεις τε τῶν μερῶν ἠκολούθησαν καὶ τὰ ἄρθρα
συνέκαμνε, καὶ κλινοπετὴς ἦν. καὶ Ὀρειβάσιος
ἐνταῦθα παραγίνεται, διʼ ἐκεῖνον καθʼ ὑπερβολὴν
μὲν ἐπιστήμης μικροῦ καὶ βιασάμενος τὴν φύσιν
καὶ χρίσμασι θερμοτέροις καὶ μαλάττουσι τὰ
κατεψυγμένα μικροῦ πρὸς τὸ νεάζειν ἐπήγαγεν.
ἀλλʼ ἐνίκα τὸ γῆρας· ὀγδοηκοστὸν γὰρ ὑπελθὸν
ἔτος ἐτύγχανε, καὶ τῇ τοῦ θερμοῦ κατὰ τὸ πλεονάζον
ἀλλοτριώσει τὸ γῆρας ἐδιπλασιάσθη· καὶ τε-

ταρταῖος νοσηλευθείς, εἰς τὴν πρέπουσαν λῆξιν
ἀνεχώρησεν.
Εἰσὶ δὲ μετʼ αὐτὸν διάδοχοι φιλοσοφίας Ἐπί-
γονός τε ὁ ἐκ Λακεδαίμονος, καὶ ερονικιανὸς
ὁ ἐκ Σάρδεων, ἄνδρες ἄξιοι τοῦ τῆς φιλοσοφίας
ὀνόματος· πλὴν ὅσα γε ὁ ερονικιανὸς ταῖς
Χάρισιν ἔθυσε, καὶ ἱκανὸς ἀνθρώποις ὁμιλεῖν ἐστι·
καὶ εἴη.