Quellenforschung

Isis Prophetissa
Ad filium suum

Berthelot, M. and Ruelle, C.E., 1887. 1888. La Collection des anciens alchimistes grecs, 3. pp. 28-33.


ΙΣΙΣ ΠΡΟΦΗΤΙΣ Τῼ ΥΙῼ ΑΥΤΗΣ

Ἴσις προφῆτις τῷ υἱῷ Ὥρῳ Ἀπιέναι σευ μέλλοντος ὦ τέκ
νον ἐπὶ ἀπίστου Τύφωνος μάχης καταγωνίσασθαι περὶ τοῦ πατρός
σου βασιλείας γενομένης μου εἰς Ὁρμανουθὶ ἱερᾶς τέχνης Αἰγύ
πτου καὶ ἐνταῦθα ἱκανὸν χρόνον διέτριβον Κατὰ δὲ τὴν τῶν
καιρῶν παραχώρησιν καὶ τὴν τῆς φευρικῆς κινῆσεως ἀναγκαίαν φορὰν
συνέβη τινὰ τῶν ἐν τῷ πρώτῳ στερέωματι διατρίβοντα τὸν ἕνα τῶν
ἀγγέλων ἄνωθεν ἑπιθεωρήσαντά με βουληθῆναι τῆς πρὸς ἐμὲ μίξεως
κοινωνίαν ποιῆσαι Φθάσαωτος δὲ αὐτοῦ καὶ εἰς τοῦτο γίγνεσθαι
μέλλοντος οὐκ ἐπέτρεπον ἐγὼ πυνθάνεσθαι βουλομένη τὴν τοῦ
χρυσοῦ καὶ ἀργύρου κατασκευήν Ἐμοῦ δὲ τοῦτο αὐτῷ ἐρωτησάσης
οὑκ ἔφη ὁ αὐτὸς ἐφιέσθαι περὶ τοῦτο ἐξειπεῖν διά τὴν τῶν μυστη
ρίων ὑπερβολὴν τῇ δὲ ὲξῆς ἡμέρᾳ πα ραγίγνεσθαι τὸν
τούτου μείζονα ἄγγελον Ἀμναήλ· κἀκεῖνον ἱκανὸν εἶναι περὶ τῆς
τούτων ζητήσεως ἐπίλυσιν ποιήσασθαι
Ἔλεγέν δὲ [περὶ] σημεῖων αὐτοῦ ἐλεῖν αὐτὲν ἑπὶ τῆς κεφαλῆς
καὶ ἑπιὲείκίυτθιι κεράμιῡν ἁπίσπωτνκ ὔδατος διαυγοῦς πλῆρες Ἐβου
λετο τὲ ἀληθὲς λέγειν
Τῄ δὲ ἐξῆς ἡμέρᾳ ἐπεμφανήσας καὶ τοῦ ἡλὶου μέσον δρόμον
ποιοῦντος κατῆλθεν ὁ τούτου μείζων Ἀμναὴλ τῷ αὐτῷ περὶ ἐμὲ
λειφθεὶς πόθῳ οὐκ ἀνέμενεν · ἀλλ’ ἔσπευδεν ἐφ’ οὗ καὶ παρῆν
ἑγὼ δὲ οὐχ ἧττον ὲφρόντιζον περὶ τούτων ἐρευνᾶν
Ἐγχρονίζοντος δὲ αὐτοῦ οὐκ ἐπεδίδουν ἑαυτὴν ἀλλ’ ἐπεκράτουν
τῆς τούτου ἐπιθυμίας ἄχρις ἂν τὸ σημεῖον τὸ ἐπὶ τῆς κεφαλῆς
ἐπιδείκνυται καὶ τήν τῶν ζητουμένων μυστηρίων παράδοσιν ἁφθόνως
καὶ ἀληθῶς ποιήσηται
Λοιπὸν οὖν καὶ τὸ σημεῖον ἐπεδείκνυτο καὶ τῶν μυστηρίων
ἤρχετο καὶ ἐπὶ παραγγελίας καὶ ὅρκους ἐκχωρίσας ἔλεγεν·
Ὁρκίζω σε εἱς οὐρανὸν γῆν φῶς καὶ σκότος Ὁρκίζω σε εἱς
πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν Ὁρκίζω σε εἱς ὕψος οὐρανοῦ
καὶ γῆς καὶ Ταρτάρου βάθος Ὁρκίζω σε εἱς !Ερμῆν καὶ Ἀνου
βὶν !υλαγμα τῶν Κερκίρου δράκοντα τ!ν φύλακα Ὁρκίζω σε
εἱς τὸ πορθμεῖον ἐκεῖνα καὶ δι’ Ἀχέροντα ναυτίλον Ὁρκίζω
σε εἰς τὰς τρεῖς ἀνάγκας καὶ μάστιγας καὶ ξίφος
Τούτοις με ἐφορκίσας παρήγγειλεν μηδενὶ μεταδιδοναι εἱ μὴ
μόνον τὲκνῳ καὶ φίλῳ γνησὶῳ ἵνα ᾖ αὐτός συ καί συ ᾖ
αὐτός
Παρελθὼν οὖν σκόπησον καὶ ἐρώτησον Ἀχά
ραντον γεωργὸν καὶ μάθε ἀπ’ αὐτοῦ τὶ μὲν ἐστιν τὲ σπει
ρὸμενον τί δὲ καὶ τὸ θεριζόμενον καὶ μάθῃς ὅτι σπεῖρον τόν
σῖταν καὶ θερίσει· καὶ ὁ σπείρων τὴν κριθὴν ὁμοίως καῖ
κριθήν θερίσει
Ταῦτα τέκνον διά προοίμιον ἀκηκοὼς ἑννόησον τὴν τού
των ὅλην δημιουργίαν τε καὶ γέννησιν· καὶ γνῶθι ὃτι ἄνθρωπος
ᾰνθρωπον οἶδεν σπείρειν καὶ ὁ λὲων λέοντα καὶ ὁ κύων κύνα
Εἰ δέ τι τῶν παρὰ φύσιν συμβαίνει γενέσθαι ὥσπερ τέρας γεννᾶ
ται καὶ οὐχ ἕξει σύστασιν· ἡ γάρ φύσις τὴν φύσιν τέρπεται
καὶ ἡ φύσις τὴν φύσιν νικᾷ
Αὐτῇ οὖν δυνάμεως θείας μετεσχηκότες καὶ παρουσίας εὐτυ
χήσαντες κἀκείνοις προσλαμπομένοις αὐτοῖς ἐξ αἰτήσεως ἐξ ἄμμων
καὶ οὐκ ὲξ ἄλλων οὐσιῶν κατασκευάσαντες ἐπὲτυχον διὰ τὸ
τῆς οὔσης φύσεως ὑπάρχειν τὴν προσβαλλομένην ὕλην τοῦ κατα
σκευαζομένου Ὡς γὰρ προεῖπον ὅτι ὁ σῖτος σῖτον γεννᾷ καὶ
ἄνθρωπος ἄνθρωπον σπείρει οὕτως καὶ ὁ χρυσὸς χρυσὸν θερίζει
τὸ ὅμοιον τὸ ὅμοιον Ἐφανερώθη νῦν δὲ τὸ μυστήριον
Καὶ λαβὼν ὑδράργυρον πῆξον αὐτὴν διὰ βωλίου ἢ διὰ
σώματος μαγνησίας ἢ διὰ θείου καὶ ἔχε τοῦτό ἐστιν τὸ χλιαρο
παγές Μίξις εἰδῶν· τοῦ μολύβδου τοῦ χλιαροπαγοῦς μέρος
α΄ καὶ λευκολίθου μέρη δύο καὶ ὁμολίθου μέρος α΄ καὶ ξαν
θῆς σανδαράχης μέρος α΄ καὶ βατραχίου μέρος α΄ Ταῦτα συμ
μίξας τῷ μολύβδῳ μὴ σκορπισθέντι ἀναχώνευσον τρίς

ΜΙΞΙΣ ΛΕΥΚΟΥ ΦΑΡΜΑΚΟΥ ΟΠΕΡ ΕΣΤΙ ΛΕΥΚΩΣΙΣ ΠΑΝΤΩΝ ΤΩΝ ΣΩΜΛΤΩΝ
Λαβὼν ὑδράργυρον τὴν διὰ χαλκοῦ γενο
μὲνην λευκὴν καὶ λαβὼν ἐξ αὐτῆς μέρος α΄ καὶ τῆς μαγνησίας τῆς
ἐκζευχθείσης μετὰ τῶν ὑδάτων μέρος α΄ καὶ τῆς φέκλης τῆς
θεραπευθείσης μετὰ τοῦ χυμοῦ τοῦ κίτρου μέρος α΄ καὶ τοῦ ἀρσε
νίκου τοῦ λειωθέντος μετὰ τοῦ οὔρου τοῦ ἀφθόρου παιδὸς μέρος
α΄ καὶ τῆς καδμείας μέρος α΄ καὶ τοῦ πυρίτου μετὰ τῆς λιθαρ
γύρου μέρος α΄ καὶ ψιμυθίου τοῦ ὀπτηθέντες μετὰ τοῦ θείου
μέρος α΄ καὶ λιθαργύρου τῆς μετὰ ἀσβέστου μέρη δύο καὶ
σποδιᾶς κωβαθίων μέρος α΄ Ταῦτα πάντα λείου σὺν ὄξει δριμυτάτῳ
λευκῷ καὶ ξηράνας ἔχεις τὸ φάρμακον λευκόν
Ἔπειτα λαβὼν χαλκὸν καὶ σίδηρον χώνευσον εἶτα ἐπίβαλε
κατ’ ὀλίγον λειούμενα ταῦτα· θείου μέρος ἓν μαγνησίας μέρη ι΄
ἕως ἂν γένηται εὔθρυπτος ὁ σίδηρος καὶ τρίψας ἔχεις Καὶ λαβὼν
χαλκοῦ κέρας θερμέλατον χώνευσον ἐξ αὐτοῦ μέρη δ΄ καὶ ἐπί
βαλλε αὐτῷ τοῦ τριφθέντος σιδήρου μέρος α΄ κατ’ ὀλίγον ἐπιβάλ
λων καὶ κινῶν ἕως οὗ συνενωθῇ καὶ ὁ σίδηρος καὶ ὁ χαλκός
Εἶτα λαβὼν ἐκ τούτου λίτραν α΄ χώνευσον ἐπιβαλὼν
αὐτῷ τοῦ λευκοῦ φαρμάκου γ! γ΄ κατὰ μικρὸν ἕως ἂν γένηται
ὑπόλευκον τριπτόν Καὶ λαβὼν ἀπὸ τῆς χώνης μίξον αὐτῷ ὑδραρ
γύρου μέρος α΄ καὶ αὐτοῦ μέρη δύο· καὶ ποίησον αὐτὸ ὀνύχου
πάχος Εἰ δὲ μὴ πάνυ ἐλαύνεται χώνευσον αὖθις καὶ γίνεται ὡς
κηρός
Εἶτα κατασκευάσας τὸν ζωμὸν τοῦ ἡλιοκοσμίου καὶ ἡλιοκογ
χυλίου χωρὶς χαλκάνθου καὶ χωνῆς τρύγου καὶ βαλὼν ἐν ὑελίνῳ
τὰ πέταλα ἀπόθου ἡμέρας λε΄ ἕως ἂν συσσαπῇ Εἶτα καὶ ἀνελέμενος
ἔχε
Εἶτα λαβὼν τὸ λευκὸν φάρμακον τὸ διά ὑδραργύρου καὶ
μαγνησίας καὶ φέκλης καὶ ἀρσενίκου καὶ καδμείας
καὶ πυρίτου καὶ ψιμυθίου καὶ λαβὼν ὑδράργυρον μίξον αὐτῇ τόν ζωμὸν
τοῦ σιδηροχάλκου καὶ τὰ εἴδη Ἔστω δὴ ὁ ζωμὸς ἐπιπολάζων τοῦ
φαρμάκου δακτύλους δύο καὶ ἔασον ἡμέρας ιε΄ ἐν σκιᾷ σαπῆναι
καὶ ἔχε ἀποκείμενον
Ὅτε δὲ μέλλεις λευκαίνειν τι τῶν σωμάτων οὕτως ποίει
Λαβὼω ὑδράργυρον καὶ στάκτήν ἀσβέστου καὶ οὖρον καὶ γάλα
αἴγειον καὶ νίτρον καὶ ἅλας λείου καὶ λεύκαινε
Ἐξ ἴσου δὲ ἔγνωσται ὅτι καὶ τά μὲλλοντα σοι ῥηθήσεσθαι
αἱ διπλώσεις τε καὶ καταβαφαὶ καὶ οἰκονομίαι πᾶσαι καὶ πᾶν
ὅ τι οὖν εἰς ἓνα νοῦν καὶ εἰς ἕν ἕργον συντείνουσιν Νόησον οὖν
τὸ μυστήριον τέκνον τοῦ φαρμάκου τῆς χήρας
Ἡ δὲ αἰθάλη οὕτως αἴρεται Λαβὼν ἀρσὲνικον ἕψει ὲν
ὕδατι καὶ βαλὼν ἑν τῷ ἰγδίῳ λείου μετὰ στάχεως σὺν ἐλαίῳ
ὀλίγῳ καὶ βαλὼν ἐν λωπάδι καὶ φιάλῃ ἐπάνω πύλης ἐπιτἰθου
ἐπ’ ἀνθράκων ἕως οὗ ἔλθῃ ἡ αἰθάλη Ὁμοίως καὶ τὴν σανδα
ράχην ποίει