Quellenforschung

Marinus Neapolitanus
Vita Procli

Boissonade, J. F. (1814). Vita Procli.



Εἰ μὲν εἰς τὸ μέγεθος τῆς ψυχῆς ἢ τὴν ἄλλην ἀξίαν
ἔβλεπον τοῦ καθ' ἡμᾶς γεγονότος φιλοσόφου Πρόκλου,
ἔτι δὲ εἰς τὴν παρασκευὴν καὶ τὴν ἐν τῷ λέγειν δύναμιν τῶν
ἀναγράφειν ὀφειλόντων τὸν ἐκείνου βίον, καὶ πρὸς τούτοις
ἑώρων τὴν ἐμὴν ἐν τοῖς λόγοις οὐδένειαν, καλῶς ἂν ἒχειν
ἕδοξέ μοι ἡσυχίαν ἄγειν, καὶ μὴ (τὸ λεγόμενον) ῦπὲρ τὰ
ἐσκαμμένα ἅλλεσθαι, καὶ τοιοῦτον ἐκ τοῦ λέγειν ἀναῤῥι-
πτεῖν κίνδυνον. Νυνὶ δὲ οὐ ταύτῃ παραμετρῶν τὸ ἡμέτε-
ρον, ἐνθυμούμενος δὲ, ὅτι κἀν τοῖς ἱεροῖς οἱ τοῖς βωμοῖς
προσιόντες οὐκ ἐκ τῶν ἴσων ἕκαστοι τὰς ἁγιστείας ποιοῦν-
ται, ἀλλ' οἱ μὲν διὰ ταύρων ἢ αἰγῶν, καὶ τῶν ἄλλων τῶν
τοιούτων ἐπιτηδείους ἑαυτούς παρασκευάζουσι πρὸς τὴν
μετουσίαν τῶν θεῶν ὧν οἱ βωμοὶ, καὶ δὴ καὶ τοὺς ὕμνους
κομψότερον ἐργάζονται τούς μὲν ἐν μέτρῳ, τοὺς δὲ καὶ
ἄνευ μέτρου, ἔτεροι δὲ τούτων μὲν οὐδὲν ἔχοντες προσάγειν
πόπανον δὲ μόνον καὶ χόνδρον, εἰ τύχοι, λιβανωτοῦ θυον-
τες, καὶ βραχεῖ δέ τινι προσρήματι τὰς ἐπικλήσεις ποιού-
μενοι, οὐδὲν ἧττον ἐκείνων εὐηκοΐας ἀπολαύουσιν· ταῦτα
λογιζόμενος, καὶ προσέτι δεδιὼς κατ’ Ἴβυκον μή τι, οὐ
παρὰ θεοῖς, ὥς που ἐκεῖνος ἔφη, παρὰ δὲ ἀνδρὶ σοφῷ
ἀμπλακὼν, τιμὰν πρὸς ἀνθρώπων ἀμειψω (δἐδοικα γὰρ
μὴ οὐδὲ ὅσιον ᾖ μόνον ἐμὲ τῶν ὁμιλητῶν σιωπᾷν, καὶ μὴ
τὰ ἀληθῆ περὶ αὐτοῦ κατὰ δύναμιν ἱστορεῖν, καίτοι πρὸ

τῶν ἄλλων, ἴσως ὀφείλοντα φθέγγεσθαι)· τάχα δὲ οὐδὲ
τὴν παρὰ τῶν ἀνθρώπων τιμὴν ἀμείψω (οὐ γὰρ πάντως
οἰήσονταί με τὴν αὐθάδειαν εὐλαβούμενον, δι' ἀργίαν δὲ
τινα τῆς διαινοίας ἢ καὶ τι ἄλλο δεινότερον τῆς ψυχῆς νό-
σημα, ἀμπολιμπάνεσθαι τοῦ προκειμένου σκοποῦ)· ἐκ τού-
των ἁπάντων καθεῖναι πάντως ἐμαυτὸν ἐδοκίμασα εἰς τὸ
συγγράφειν ἔνια τῶν τοῦ φιλοσόφου μυρίων ὅσων ἐν τῷ
βὶῳ πλεονεκτημάτων, καὶ ὅλως τῶν περὶ αὐτὸν ἀληθῶς
ἱστορημὲνων.
Ἄρξομαι δὲ τοῦ λόγου οὐ τὸν εἰωθότα τρόπον τοῖς
λογογράφοις, τοῖς κατὰ κεφάλαια τὸν λόγον ἐν τἀξει με-
θοδεύσυσιν, ἀλλὰ τὴν εὐδαιμονίαν τοῦ μακαρίου ἀνδρὸς
κρηπῖδα, οἶμαι, πρεπωδεστάτην τῷ λόγῳ θήσομαι. Καὶ
γὰρ οἶμαι αὐτὸν εὐδαιμονέστατον γεγονὲναι ἀνθρώπων
τῶν ἐν μακρῷ τῷ ἔμπροσθεν χρόνῳ τεθρυλλημένων, οὐ
κατὰ μόνην λέγω τὴν τῶν σοφῶν εὐδαιμονίαν, εἰ καὶ τὰ
μάλιστα ταύτην διαφερόντως ἐκέκτητο, οὔθ' ὡς αὐτῷ τὸ
τῆς ἀπετῆς εἶχεν αὐτάρκως πρὸς εὐζωΐαν οὐδ' αὖ πάλιν
τὴν πρὸς τῶν πολλῶν ὑμνουμένην εὐποτμίαν, εἰ καὶ αὗτ??
πάλιν ἐκ τύχης αὐτῷ εὖ παρεσκεύαστο, εἴπερ τῳ ἂλλῳ ἀν-
θρώπων· κεχορήγητο γὰρ ἀφθόνως ἅπασι τοῖς ἒξωθεν
λεγομένοις ἀγαθοῖς· τελείαν δέ τινα βούλομαι καὶ πάντη
ἀνελλιπῆ ἐξ ἀμφοτέρων ἐκείνων εὐδαιμονίαν συνεστῶσαν
εἰπεῖν.

Πρῶτον δὴ οὖν κατὰ γένη διελόμενοι τὰς ἀρετὰς,
εἴς τε φυσικὰς, καὶ ἠθικὰς, καὶ πολιτικὰς, καὶ ἔτι τὰς
ὑπὲρ ταύτας καθαρτικάς τε καὶ θεωρητικὰς, καὶ τὰς οὕ-
τω δὴ καλουμένας θευργικὰς, τὰς δὲ ἔτι ἀνωτέρω τούτων
σιωπήσαντες, ὡς καὶ ὑπὲρ ἄνθρωπον ἥδη τεταγμένας, ἀπο
τῶν φυσικωτέρων τὴν ἀρχὴν ποιησόμεθα· αἳτινες ἐκ γε-
νετῆς τοῖς ἔχουσι συμφύτως ὑπάρχουσι, καὶ τῷ ὑμνουμένῳ
δὲ παρ' ἡμῶν ἀνδρὶ μακαρίῳ ἐκ τῆς πρώτης γενέσεως συγ-
γενεῖς ἦσαν ἅπασαι· ὧν τὰ ἴχνη καὶ ἐν τῷ τελευταὶῳ καὶ
ὅστρεώδει αὐτοῦ περιβλήματι ἐναργῶς διεφαίνετο. Πρῶ-
τον εὐαισθησία μὲν τις ὑπεραίρουσα, ἣν δὴ φρόνησιν σω-
ματικὴν ἐπονομάζουσὶ, καὶ μάλιστα τῶν τιμιωτάτων αἰ-
σθήσεων ὄψεως καὶ ἀκοῆς, αἳ δῆ, καὶ πρὸς φιλοσοφίαν
καὶ τὸ εὖ εἶναι παρὰ θεῶν τοῖς ἀνθρώποις δεδώρηνται
τούτῳ δὲ καὶ παρὰ πάντα τὸν βίον ἀσινεῖς αὗται διέμει-
ναν. Δευτέρα δὲ ἰσχῦς σωματικὴ, ἀπαθὴς μὲν ὑπὸ χει-
μώνων καὶ καυμάτων, ἄτρωτος δὲ καὶ ὑπὸ τῆς μοχθηρᾶς
καὶ ἡμελημένης διαίτης καὶ πόνων ἐκείνων οὓς νὺκτωρ τε
καὶ μεθ' ἡμέραν ἐξήντλει, εὐχόμενος, καὶ τὰ δόγματα ἀνε-
λίττων, καὶ συγγράφων, καὶ τοῖς ἑταίροις συγγινόμενος, καὶ
ἕκαστον οὕτως ἐντόνως διαπραττόμενος, ὡς αὐτὸ ἐκεῖνο
μόνον ἐπιτηδεύων· τὴν δὲ τοιαύτην δύναμιν εἰκότως ἄν τις
ἀνδρείαν σωματικὴν προσαγορεύσειεν. Τρίτη δὲ αὐτῷ ὑπ-
ῆρξεν ἀρετὴ σώματος, ἡ κατὰ τὴν σωφροσύνην τεταγμέ-
νη, ἣν δὴ περὶ τὸ κάλλος τὸ σωματικὸν θεωρεῖν ἀξιοῦσι,
καὶ τοῦτο εὐλόγως. Καθάπερ γὰρ ἐκείνη ἐν συμφωνίᾳ
καὶ ὁμολογίᾳ θεωρεῖται τῶν τῆς ψυχῆς δυνάμεων, οὕτω
καὶ τὸ ἐν σώματι κάλλος ἐν συμμετρίᾳ τινὶ ὁρᾶται, τῶν
ὀργανικῶν αὐτοῦ μορίων. Ἰδεῖν δὲ ἦν σφόδρα ἐράσμιος·
καὶ γὰρ οὐ μόνον αὐτῷ τὰ τῆς συμμετρίας εὖ εἶχεν
ἀλλὰ γὰρ καὶ τὸ ἀπὸ τῆς ψυχῆς ἒπανθοῦν τῷ σώματι
οἱονεὶ φῶς ζωτικόν, θαυμάσιον ὅσον απέστιλβε, καὶ οὐ
πανυ φράσαι τῷ λόγῳ δυνατόν. Οὕτω δὲ ἦν καλὸς
ἰδεῖν, ὥστε μηδὲνα τῶν γραφέων ἐφικέσθαι αὐτοῦ τῆς
ὁμοιότητος, πάσας δὲ τὰς φερομένας αὐτοῦ εἰκόνας, καίπερ
καὶ αὐτὰς παγκάλους οὔσας, ὅμως ἔτι λείπεσθαι πολ-
λῳ εἰς μίμησιν τῆς τοῦ εἴδους ἀληθείας. Τετάρτην δὲ
τὴν ὑγίειαν βούλονται μὲν ἀναλογεῖν τῇ ἐν ψυχῇ δικαι-
οσύνῃ, καὶ εἶναι δικαιοσύνην τινὰ καὶ ταύτην ἐν σώμα-
τι, ώς ἐκείνην ἐν ψυχῇ. Ἡ γὰρ ἀστασίαστα τὰ μόρια
τῆς ψυχῆς ἀπεργαζομένη, οὐκ ἄλλη τίς ἐστιν ἕξις ἢ δι-
καιοσύνη, καὶ ἡ ἐξ ἀτάκτων δὲ τῶν σωματικῶν στοι-
χείων, τεταγμένα αὐτὰ καὶ προσήγορα ἀλλήλοις ἀποτε-
λοῦσα, ὑγίεια καὶ πρὸς τῶν Ἀσκληπιαδῶν ἐπονομάζεται.
Καὶ αὕτη δὲ οὕτω καλῶς ἔκ σπαργάνων αὐτῷ δεδημι-
ούργητο, ὥστε καὶ ἔχειν αὐτὸν εἰπεῖν, ὁσάκις εἰς νόσον
ὑπαχθείη τὸ σῶμα, ῶς δὶς μόνον ἢ καὶ τρὶς ἐν μακρῷ
βίῳ καὶ ἔτεσιν ὅλοις πέντε καὶ ἑβδομήκοντα. Τεκμή-
ριον δὲ τούτου ἱκανὸν, ?? καὶ αὐτὸς ἐπέστησα ἐν τῇ
τελευταίᾳ αὐτοῦ νόσῳ, τὸ μηδὲ πὰνυ αῦτὸν διαγιγνώσκειν
ὁποῖά ποτε ἦν τὰ προσπίπτοντα τῷ σώματι πάθη, διά
τὴν πολλὴν αὐτῶν ἆπειρίαν.
Καὶ ταῦτα μὲν εἰ καὶ σωμιατικά ἐστι τὰ πλεονε-
κτήματα, ἀλλὰ πρόσδρομα ἶὶνως ὖὶν τις κειλέσειε τῶν τῆς
ἡτελείας ἀρετῆς διακεκριμὲνιυν εἰδῶν. “ Τὰ δέ γε περὶ τὴν
ψυχὴν πρῶτα καὶ αὐτοφυῶς καὶ αὐτοδιδὰκτως συμφύντα
αὐτῷ, καὶ ταῦτα μέρη τῆς ἀρετῆς, θαυμάσειεν ἄν τις
ὡς ταῦτα ἐκεῖνα ἐτύγχανεν ὄντα, ὅσα Πλάτων στοιχεῖα
ἐῖναι βούλεται τῆς φιλοσόφου φύσεως. Καὶ γὰρ μνήμων
ἦν καὶ εὐμαθὴς καὶ μεγαλοπρεπὴς καὶ εὔχαρις, φίλος τε
καὶ συγγενὴς ἀληθείας, δικαὶοσύνης, ἀνδρείας, σωφρο-
σύνης. Οὐδαμοῦ γὰρ ἑκών εἶναι ψεῦδος προσνήκατο, ἀλ-
λὰ πάνυ μὲν ἐμίσει, τὴν δὲ ἀψεύδείαν καὶ ἀλήθειαν
ἔστεργεν. Ἔδει δὲ ἄρα τὸν μέλλοντα τῆς τοῦ ὄντος ἀλη-
θείας ἐφάπτεσθαι, εὐθὺς ἐκ νέου ὅτι μάλιστα ταύτης
ὀρέγεσθαι. Ἀλήθεια γὰρ πάντων μὲν ἀγαθῶν θεοῖς
ἡγεῖται, πάντων δὲ ἀνθρώποις. Ὅτι δὲ καὶ πρὸς τὰς
μὲν σωματικὰς ἡδονὰς ὑπερηφάνως εἶχε, σωφροσύνης δὲ
ἦν φίλος οτι μἀλιστα ἱκανὴ, οἶμαι, καὶ μόνη παρα-

στῆσαι ἡ πρὸς τὰ μαθήματα αὐτοῦ καὶ πᾶν τὸ τοιοῦ-
τον εἶδος σφοδροτέρα ἔφεσίς τε καὶ ῥοπή· αἲ δὴ τὴν
μὲν ζωώδη καὶ φορτικὴν ἡδονὴν οὐδὲ ἐγγενέσθαι τὴν ἀρ-
χὴν συγχωροῦσι, τὴν δὲ τῆς ψυχῆς αὐτῆς καθ' αὑτὴν εὐ-
φροσύνην ἐμποιεῖν δύνανται· φιλοχρηματίας δὲ οὐδέ
ἐστιν εἰπεῖν ὅσον ἀφειστήκει· ὅς γε καὶ τῶν πατέρων,
καί πλοὺτῳ διαφερόντων, τῆς οὐσίας ἐκ παίδων ὠλι-
γώρει, διὰ τὸν περὶ φιλὸσοφίαν πολύν ἔρωτα. Ἐντεῦ-
θεν δὲ καὶ πρὸς ἀνελευθερίαν καὶ τὴν λεγομένην μικρο-
λογίαν ἀλλοτριώτατα διέκειτο, ἅτε τοῦ ὅλου καὶ παντὸς
ὀρεγόμενος θείου τε καὶ ἀνθρωπίνου. Ἐκ δὲ τῆς τοιαύ-
της διανοίας μεγαλοπρεπὴς γενόμενος, οὐδὲν ᾥετο εἶναι,
τὸν ἀνθρώπινον βίον οὐδὲ τὸν θάνατον, ὥσπερ ἕτεροι,

δεινόν τι εἶναι ὑπελάμβανεν· πρὸς ἅπαντα δὲ τὰ δο-
κοῦντα τοῖς ἄλλοις εἶναι φοβερὰ ἀδεῶς εἶχε καὶ ἐκ μόνης
τῆς φυσικῆς ταύτης ἐπιτηδειότητος, ἣν οὐκ ἄλλην τινὰ
ἀρετνὴν, ἀνδρείαν δὲ μόνην προσηήκει καλεῖν. Ἑκ δὲ τού-
των αὐτῶν δῆλον ἥδη που καὶ παντὶ καὶ τῷ μὴ πειρα-
σθέντι τῆς ἐκείνου ευφυΐας, ὡς εὐθὺς ἐκ νέου δικαιοσύνην
τε ηγάπα, καὶ δίκαιός τε ἦν καὶ ἥμερος, καὶ οὐδαμῶς
δυσκοινώτητος ἢ δυσξύμβολος ἢ ὅλως ἄδικος· ἐπείπερ
κόσμιος καὶ οὐ φιλοχρήματος, οὐδὲ ἀνελεύθερος, οὐδὲ
ἀλαζὼν, ἢ δειλὸς ἡμῖν ἐφάνη τὴν φύσιν.
Τὸ δὲ δὴ εὐμαθὲς αὐτοῦ καὶ γόνιμον τῆς ψυχῆς μὴ
καὶ περιττὸν ᾖ ἐγκαταλέγειν, καὶ μάλιστα πρὸς τούς
ἰδόντας ἢ καὶ ἀκούσαντας, ὅσων μὲν ἐγκύμων ἐγένετο

παγκάλων μαθημάτων, ὅσα δὲ αὐτὸς ἀπέτεκε καὶ εἰς φῶς
τοῖς ἀνθρώποις ἐξέδωκε, καὶ ὅτι μόνος οὗτος οὐδὲν τοῦ
πόματος τῆς λήθης ἐδόκει πεπωκέναι. Μνημονικὴν δὲ
ἔχων δύναμιν, οὐδαμῆ ἐδυσχέραινεν, οὐδὲ τὸ τῶν ἐπιλαν-
θανομένων πάθος ὑπέμενεν, ἑαυτὸν δὲ ἀπεδέχετο ὡς κα-
θεκτικῶς ἔχοντα τῶν μαθημάτων, καὶ τὴν περὶ ταῦτα
πρᾶξιν μόνην ἠσπάζετο. Πόῤῥω δὲ ἦν καὶ τῆς ἀμούσου
καὶ τραχυτέρας φύσεως, συγγενῶς δὲ εἶχε πρὸς τὰ ἀμείνω·
καὶ γὰρ διὰ τὸ ἐν ταῖς κοιναῖς συνουσίαις καὶ ταῖς ἱεραῖς
αὐτοῦ ἑστιάσεσι, καὶ ταῖς ἄλλαις δὲ πράξεσιν ἀστεῖόν
τε καὶ εὔχαρι, καὶ ταῦτα δὲ οὐκ ἔξω τοῦ σεμνοῦ, τοὺς
συνόντας ἀεὶ ἐπήγετο, καὶ εὐθυμοτέρους ἀπέπεμπεν.
Τούτοις δὴ ἅπασι καὶ τοῖς ἄλλοις φυσικοῖς ἀγαθοῖς
ἐξ ἀρχῆς αὐτὸν συμπεφυκότα, τίκτει μὲν Μάρκελλα μή-
τηρ Πατρικίῳ κατὰ νόμον συναρμοσθεῖσα. Λύκιοι δὲ
οὗτοι ἄμφω γένει τε καὶ ἀρετῇ ὑπερφέροντες. Ὑποδέχε-
ται δὲ αὐτὸν καὶ οἱονεὶ μαιεύεται ἡ τοῦ Βυζαντὶου πο-
λιοῦχος, ἥτις τότε μὲν αὐτῷ τοῦ εἶναι γέγονεν αἰτία,
τεχθέντι κατὰ τὴν αὐτῆς πόλιν, χρόνῳ δὲ ὕστερον, καὶ
τοῦ καλῶς εἶναι, προὐνοήσατο, ἡνίκα εἰς παῖδας ἤδη καὶ
μειρακίσκους ἐτέλει. Αὕτη γὰρ αὐτῷ ὄναρ φαινομένη,
ἐπὶ φιλοσοφίαν παρεκάλει. Ὅθεν, οἶμαι, αὐτῷ συνὲβη
καὶ πολλὴ οἰκειότης περὶ τὴν θεὸν, ὥστε καὶ ἐξαιρέτως
τὰ ταύτης ὀργιάζειν, καὶ ἐνθουσιαστικώτερον αὐτῆς τοὺς
θεσμοὺς μετιέναι. Ἄγουσι δὲ αὐτὸν τέως οἱ πατέρες
τεχθέντα εἰς τὴν ἑαυτῶν πατρίδα, τὴν ἱερὰν τοῦ Ἀπόλ-
λωνος Ξάνθον, καὶ ταύτην κατὰ θεῖόν τινα κλῆρον πατρί-
δα αὐτοῦ γενομὲνην. Ἔδει γὰρ, οἶμαι, τὸν μὲλλοντα
πασῶν ἒπιστημῶν ἡγεῖσθαι, ὑπὸ τῷ μουσηγέτῃ θεῷ τρο-
φῆς τε καὶ παιδείας μεταλαγχάνειν. Ἔνθα δὴ τοῖς καλ-
λίστοις ἤθεσι παιδαγωγούμενος τὰς ἠθικὰς ἀρετὰς ἐπεκτή-
σατο, προσεθιζόμενος φιλεῖν τε ἃ δεῖ πράττειν καὶ ἀπο-
στρέφεσθαι τὰ μὴ τοιαῦτα.
Τηνικαῦτα δὲ σαφῶς καὶ τὸ θεοφιλὲς συγγενὲς πολὺ
ἔχων ἐδείχθη. Κάμνοντος γὰρ αὐτῷ ποτὲ τοῦ σώματος
ὑπὸ νόσου, καὶ χαλεπῶς ἤδη καὶ ἀνιάτως διακειμὲνου,
παρέστη τῇ κλίνῃ ὑπερφαινόμενος παῖς, ὃς ἐδόκει νέος
κομιδῆ καὶ ὡραῖος ἰδεῖν. Εἰκάσαι δὲ ἦν αὐτὸν εἶναι τὸν
Τελεσφόρον καὶ πρὶν τὸ ὄνομα εἰπεῖν. Εἰπὼν δὲ ὅμως
ὅστις εἴη καὶ τὸ ὄνομα ἐπιφθεγξάμενος, καὶ τῆς κεφαλῆς
ἐφαψάμενος (αὐτοῦ γάρ που καὶ εἱστήκει τῷ προσκεφα-
λαίῳ ἐπαναπαυόμενος), ὑγιῆ ἐξαίφνης ἐκ κάμνοντος ἀπε-
τέλεσε, καὶ οὕτως ἀφανὴς αὐτῷ ἐγένετο. Τοῦτο μὲν οὕτω
θεῖον τότε καὶ θεοφιλὲς τῷ μειρακίῳ ὑπνήρχθη.
Ἐπ' ὀλίγον δὲ ἐν Λυκίᾳ φοιτήσας γραμματικῷ, ἀπ-
ῇρεν εἰς τὴν πρός Αἰγύπτῳ Ἀλεξάνδρειαν, ἐπαγόμενος
ἤδη καὶ τὰ τῆς περὶ τὸ ἦθος ἀρετῆς ἰδιώματα, οἷς δὴ
καὶ τούς ἐκεῖσε διδασκάλους εἷλε. Λεωνᾶς γοῦν ὁ σοφι-
στής, Ἴσαυρος, οἶμαι, τό γένος, καὶ εὐδοκιμῶν ἐν τῷ
πλήθει τῶν ἐν Ἀλεξανδρείᾳ ὁμοτέχνων, οὐ μόνον αὐτῷ
λόγων τῶν ἑαυτοῦ ἐκοινώνησεν ἀλλὰ καὶ σύνοικον ἔχειν
ἠξίου, καὶ συνδιαιτᾶσθαι γυναικὶ καὶ τέκνοις παρεσκεύα-
σεν, οἷα παῖδα αὐτῷ γνήσιον καὶ τοῦτον γενόμενον. Γνώ-
ριμον δέ αὐτὸν ἐποίει καὶ τοῖς τὰς ἡνίας ἕχουσι τῆς Αἰ-
γύπτου, οἳ δὴ καὶ αὐτοὶ ἀγασθέντες τοῦ νέου τῆν φυσι-
κὴν ὀξύτητα καὶ τὴν τοῦ ἤθους καλοκαγαθίαν, ἐν τοῖς
φιλτάτοις ἔταττον. Ἑφοίτησε δὲ καὶ εἰς γραμματικοῦ
Ὠρίωνος, ὃς ἦν ἐκ τοῦ παρ' Αἰγυπτίοις ἱερατικοῦ γὲνους
καταγόμενος καὶ μετρίως τὰ τῆς τέχνης ἐπεσκεμμὲνος
οὕτως, ὥστε καὶ συγγραμμάτια ἑαυτοῦ ἴδια ἐκπονῆσαι,
καὶ τοῖς μεθ' ἑαυτὸν χρὴσιμα καταλιπεῖν. Ἐπλησίασε
δὲ καὶ Ῥωμαϊκῶν διδασκαλείων διατριβαῖς, καὶ ἐν ὀλίγῳ
χρόνῳ πολλὴν ἐπίδοσιν καὶ περὶ τοὺς τοιούτους ἔσχε λό-
γους· καὶ γὰρ ἤγετο τὴν ἀρχὴν ἐπὶ τὸ τοῦ πατρὸς ἐπι-
τὴδευμα, ἐφ’ ᾧ δὴ ἐκεῖνος σφόδρα ὀνομαστός ἐγεγόνει,
τὴν δικανικὴν ἐν τῇ βασιλίδι πόλει δεόντως μεταχειρισά-
μενος. Μάλιστα δὲ ἐδόκει νέος ὢν χαίρειν τότε ῥητορικῇ,
ἄγευστος ἔτι ὢν λόγων φιλοσόφων, καὶ πάνυ ηὐδοκίμει,
ἐπ’ αὐτῇ, καὶ θαῦμα ἑαυτοῦ πολὺ παρεῖχε τοῖς τε συμ-
φοιτῶσιν ἑταίροις καὶ αὐτοῖς τοῖς διδασκάλοις, ἐπί τε
τῷ καλῶς λέγειν, καὶ ἐπὶ τῷ ῥᾳδίως ἐκμανθάνειν, καὶ
ἔτι τῷ διδασκάλου μᾶλλον ἢ μαθητοῦ ἕξιν καὶ μελέτην
ἔχειν.
Ἔτι δὲ φοιτῶντα αὐτὸν Λεωνᾶς ὅ σοφιστής συνεκ-
δημεῖν ἑαυτῷ παρασκευάζει τὴν ἐπὶ τὸ Βυζάντιον ἐπιδη-
μίαν, ἣν καὶ αὐτὸς ἐποιεῖτο φίλῳ χαριζόμενος Θεοδώρῳ
τῷ τῆς Ἀλεξανδρείας τότε ἄρχοντι,ἀνδρὶ ἀστείῳ καὶ
μεγαλοπρεπεῖ καὶ φιλοσοφίας ἐραστῇ. Ὁ δὲ καὶ νέος ὢν
προθυμότερον εἵπετο τῷ διδασκάλῳ, ἵνα μή αὐτῷ τὰ τῶν
λόγων ποιραποδίζοιτω· τὸ δὲ ἀληθέστερον εἰπεῖν, τύχη
τις αὐτὸν ἀγαθὴ ἐπανῆγεν αὖθις ἐπὶ τὴν τῆς γενέσεως
αἰτίαν. Τότε γὰρ αὐτὸν ἐλθόντα προὔτρεψεν ἡ θεός
εἰς φιλοσοφίαν, ἰδεῖν καὶ τὰς Ἀθήνῃσι, διατριβάς· ἐπαν-
ελθων δὲ πρότερον, εἰς Ἀλεξάνδρειαν, καὶ ρητορικῇ καὶ
τοῖς ἄλλοις περὶ ἅ πρώην ἐσπούδαζε χαίρειν εἰπών, τὰς
τῶν ἐκεῖ,φιλοσόφων μετεδίωκε συνουσίας. Καὶ φοιτᾷ
ἐπὶ μὲν Ἀριστοτελικοῖς παρ' Ὀλυμπιόδωρον τὸν φιλόσο-
φον, οὗ κλὲος εὐρύ· ἐπὶ δὲ μαθήμασιν Ἥρωνι ἐπέτρεψεν
ἔαυτὸν, ἀνδρὶ θεοσεβεῖ, καὶ τελείαν παρασκευὴν ἐσχη-
κότι τῶν κατὰ παίδευσιν ὁδῶν. Τοσοῦτον δὲ καὶ οὗτοι
οἱ ἄνδρες τό ἦθος τοῦ μειρακίου ἠγάσθησαν ὥστε τὸν
μὲν Ὀλυμπιόδωρον θυγάτριον ἔχοντα, ἠγμένον καὶ αὐτό
φιλοσόφως, βουληθῆναι αὐτῷ κατεγγυῆσαι, τὸν δὲ Ἥ-
ρωνα θαῤῥῆσαι, αὐτῷ τὸν τρόπον ἅπαντα τῆς ἑαυτοῦ
θεοσεβείας, καὶ ὁμοέστιον συνεχῶς ποιεῖσθαι. Ὀλυμ-
πιοδώρου δὲ ἀκροώμενος ἀνδρὸς δυνατοῦ λέγειν, καὶ διὰ
τὴν περὶ τοῦτο εὐκολίαν καὶ ἐντρέχειαν ὀλίγοις τῶν
ἀκουόντων ὄντος ἐφικτοῦ, ἐξιὼν αὐτὸς μετὰ τὴν συνου-
σίαν, ἅπαντα πρὸς τοὺς ἑταίρους τὰ τῶν πράξεων ἀπ-
εμνημόνευεν ἐπ' αὐτῶν λέξεων, πλεῖστα ὄντα, ὥς μοί
τις εἶπε τῶν συμφοιτητῶν, Οὐλπιανὸς ὁ Γαζαῖος, ἀνὴρ
καὶ οὗτὸς τὴν ζωὴν ἱκανῶς φιλοσοφήσας. Καὶ αὐτὰ δὲ
τὰ Ἀριστοτέλους λογικὰ συγγρὰμματα ῥᾷστα ἐξεμάνθα-
νε, καίτοι χαλεπὰ ὄντα τοῖς ἐντυγχάνουσι, καὶ πρὸς
μόνην ψιλὴν ἀνάγνωσιν.
Τοὺτοις οὗν ἑν Ἀλεξανδρεὶᾳ συσχολάσας, καὶ, κα-
θόσον αὐτοὶ δυνάμεως εἶχον, τῆς συνουσίας αὐτῶν ἀπο-
νάμενος, ἐπειδή, ἐν τῇ συναναγνώσει τινὸς, ἔδοξεν
αὐτῷ οὐκέτι ἀξίως τῆς τοῦ φιλοσόφου διανοίας φέρεσθαι
ἐν ταῖς ἐξηγήσεσιν, ὑπεριδὼν ἐκείνων τῶν διδασκαλείων,
ἅμα δὲ καὶ μεμνημὲνος τῆς ἐν τῷ Βυζαντὶῳ θείας ὄ-
ψεως καὶ παρακελεύσεως, ἐπὶ τὰς Ἀθήνας ἀνήγετο σὺν
πομπῇ τινὶ πάντων τῶν λογίων καὶ τῶν φιλοσοφίας ἐ-
φόρων θεῶν τε καὶ δαιμόνων ἀγαθῶν. Ἵνα γὰρ ἀνό-
θευτος ἔτι καὶ εἰλικρινὴς σώζηται ἡ Πλάτωνος διαδο-
χή, ἄγουσιν αὐτὸν οἱ θεοὶ πρὸς τὴν τῆς φιλοσοφίας
ἔφορον, ὡς ἐναργῶς ἐδήλωσε καὶ τὰ προοίμια αὐτοῦ τῆς
ἐπιδημίας, καὶ οἱ γενόμενοι θεῖοι ὄντως σύμβολοι προ-
μηνύοντες αὐτῷ σαφῶς τὸν ἀπὸ τοῦ πατρὸς κλῆρον,
καὶ τὴν ἄνωθεν ἐσομένην ψῆφον τῆς διαδοχῆς. Ὡς γὰρ
εἰς τὸν Πειραιᾶ κατῇρε, καὶ τοῖς ἐν τῇ πόλει κατεμη-
νύθη τοῦτο, Νικόλαος ὁ ὕστερον μὲν περιφανὴς ἐπὶ
σοφιστικῇ γενόμενος, τηνικαῦτα δὲ σχολάζων τοῖς ἐν Ἀ-
θήναις διδασκάλοις, κατέβη εἰς τὸν λιμένα ὡς πρὸς
γνώριμον, ὑποδεξόμενός τε αὐτὸν καὶ ξεναγήσων ὡς π-
λίτην. Λύκιος γὰρ καὶ ὁ Νικόλαος. Ἦγεν οὖν αὐτὸν
ἐπὶ τὴν πόλιν. Ὁ δὲ ἐκ τοῦ βαδίζειν κόπου ᾔσθετο κατὰ
τὴν ὁδόν, καὶ περὶ τὸ Σωκρατεῖον, οὔπω εἰδὼς οὐδὲ ἀκη-
κοὼς ὅτι Σωκράτους αὐτοῦ που ἐγίγνοντο τιμαὶ, ἠξίου δῆ
τὸν Νικόλαον ἐπιμένειν τε αὐτόθι, βραχύ καὶ καθέζεσθαι,
ἅμα δὲ καὶ εἰ ἔχοι ποθὲν ὕδωρ, αὐτῷ πορίσασθαι· καὶ
γὰρ δίψει πολλῴ, ὡς ἔλεγε, κατείχετο. Ὁ δὲ ἑτοίμως
αὐτῷ, καὶ τοῦτο οὐκ ἀλλαχόθεν ποθὲν, ἐξ αὐτοῦ δὲ ἐκεί-
νου τοῦ ἱεροῦ χωρίου ἐποίει φέρεσθαι· οὐδὲ γὰρ πόῤῥω
ἦν ἡ πηγή τῆς Σωκράτους στήλης. Πιόντι δὲ αὐτῷ, σύμ-
βολον ὁ Νικόλαος, καὶ τότε πρῶτον ἐπιστήσας, εἶπεν,
ὠς τῷ Σωκρατείῳ εἴη ἐνιδρυθεὶς, καὶ πρῶτον ἐκεῖθεν
Ἀττικὸν ὕδωρ πιών. Ὁ δὲ ἐξαναστὰς καὶ προσκυνήσας,
ἐπὶ τὴν πόλιν ἐπορεύετο. Ἀναβάντι δὲ αὐτῷ καὶ εἰς τὴν
ἄκραν, περιτυγχάνει ὁ θυρωρός πρὸς τῇ εἰσόδῳ, ἤδη
τὰς κλεῖς ἐπιτιθέναι μέλλων ταῖς θύραις, ὥστε καὶ εἰ-
πεῖν πρὸς αὐτὸν (ἐπ’ αὐτῶν δὲ ἐρῶ τῶν τοῦ ἀνθρωπίου
ῥημάτων)· Ἀληθῶς, εἰ μὴ ἦλθες, ἔκλειον. Καὶ τίς
ἂν ἐγένετο σύμβολος τούτου σαφέστερος, καὶ οὐδὲ Πόλλη-
τος ἢ Μελάμποδος ἢ τῶν ὁμοίων εἰς κρίσιν δεόμενος;
Ὑπερφρονήσας δὲ κἀνταῦθα τῶν ῥητορικῶν διατρι-
βῶν, καίτοι, περιμάχητος τοῖς ῥητορικοίς γενόμενος, ὡς
δὴ καὶ ἐπ' αὐτὸ τοῦτο ἥκων, ἐντυγχάνει πρώτῳ τῶν φι-
λοσόφων Συριανῷ τῷ Φιλοξένου· παρῆν δὲ τῇ συνουσίᾳ
καὶ Λαχάρης, ἀνὴρ διακορὴς μὲν γενόμενος καὶ τῶν φιλο-
σόφων λόγων, καὶ συμφοιτητὴς ἐν τοῦτοις αὐτοὗ τοῦ φι-
λοσόφου, ἐπὶ σοφιστικῇ δὲ τοσοῦτον ἑαυτοῦ θαῦμα ἐγεί-
ρας, ὅσον Ὅμηρος ἐπὶ, ποιητικῇ. Παρῆν οὖν, ὠς ἔφην,
καὶ οὗτος· καιρός δὲ ἔτυχεν ὢν ὁ τῆς δείλης ὀψίας. Ἤδη
γοῦν αὐτῶν διαλεγομένων, ἐν δυσμαῖς μὲν ἥλιος ἐγίγνετο,
σελήνη δὲ ἀπὸ συνόδου πρῶτον ἐφαίνετο. Ἀποπέμπειν
οὐν ἐπειρῶντο, προσειπόντες, τὸν νέον, ὡς ξένον, ἵνα δή
σχολὴν ἔχοιεν αὐτοὶ ἐφ’ ἑαυτῶν προσκυνεῖν τὴν θεόν· ὁ δὲ
ὀλίγον προελθών, καὶ θέασάμενος καὶ αὐτὸς ἐκ τοῦ αὐτοῦ
οἴκου φαινομένην τὴν σελήνην, ὑπολυσάμενος αὐτόθι ἃ
ἦν αὐτῷ ὑποδήματα, ὁρῶντων ἐκείνων, τὴν θεόν ἠσπά-
ζετο. Ἐνταῦθα δὴ ὁ Λαχάρης ἐκπλαγεὶς τοῦ μειρακίου
τὴν παῤῥησίαν, πρὸς τὸν φιλόσοφον εἶπε Συριανὸν τοῦτο
ἐκεῖνο τῷ Πλάτωνι δαιμονίως εἰρημένον ἐπὶ τῶν μεγάλων
φύσεων· Οὗτος γὰρ ἔφη ἢ μέγα ἀγαθόν ἔσται, ἤγε
τούτῳ ἐναντίον. Καὶ τοιαὐτα μὲν, ως ὀλὶγα ἐκ πολλῶν
εἰπεῖν, ἐγένετο τῷ φιλοσόφῳ θεόθεν τὰ σημεῖα, ἄρτι
ἐπιδημήσαντι ταῖς Ἀθήναις.
Παραλαβὼν δὲ αὐτὸν ὁ Συριανὸς προσάγει τῷ με-
γάλῳ Πλουτάρχῳ τῷ Νεστορίου. Ὁ δὲ νέον μὲν ἰδὼν καὶ
οὐδὲ ὅλον εἰκοστὸν ἔτος ἄγοντα, ἀκούσας δὲ αὐτοῦ τὴν
αἵρεσιν καὶ τὴν πολλὴν ἔφεσιν τοῦ ἐν φιλοσοφίᾳ βίου,
σφόδρα ἥσθη ἐπ’ αὐτῷ, ὥστε καὶ ἑτοίμως ἑαυτὸν ἐπιδοῦ-
ναι αὐτῷ τῶν φιλοσόφων διατριβῶν, καὶ ταῦτα κωλυόμε-
νος ὑπὸ τῆς ἡλικίας· μάλα γὰρ ἦν ἤδη πρεσβύτης. Ἀνα-
γινώσκει οὖν παρὰ τούτῳ Ἀριστοτέλους μὲν τὰ περὶ ψυ-
χὴς, Πλάτωνος δὲ τὸν Φαίδωνα. Προὔτρεπε δὲ αὐτὸν
ὁ μέγας καὶ ἀπογράφεσθαι τὰ λεγόμενα, τῇ φιλότιμὶᾳ
τοῦ νέου ὀργάνῳ χρώμενος, καὶ φάσκων ὅτι, συμπληρω-
θὲντων αὐτῷ τῶν σχολὲω?ν, ἔσται καὶ Πρόκλου ὑπομνή-
ματα φερόμενα εἰς τὸν Φαίδωνα. Καὶ ἄλλως δὲ ἔχαιρε
τῴ νεανίσκῳ πεῖραν αὐτοῦ λαβὼν τῆς πρὸς τὰ καλὰ ἐπι-
τηδειότητος, καὶ τέκνον αὐτὸν συνεχῶς ἀπεκάλει καὶ ὁμο-
έστιον ἐποιεῖτο. Καὶ ἐπειδὴ ἑώρα αὐτὸν πρὸς τὴν ἀπο-
χὴν τῶν ἐμψύχων καρτερικῶς ἔχοντα, παρεκάλει μηδὲ
τούτων πάντῃ ἀπέχεσθαι, ὅπως ἂν καὶ τὸ σῶμα ὑπηρε-
τοῦν ἔχοι ταῖς ψυχικαῖς ἐνεργείαις. Τὰ αὐτὰ δὲ καὶ τῷ
φιλοσόφῳ Συριανῷ περὶ τῆς διαίτης τοῦ νέου παρεκελεύε-
το. Ὁ δὲ πρὸς τὸν πρεσβύτην ἔλεγεν, ὡς διεμνημόνευε
πρὸς ἡμᾶς ἡ θεία κεφαλὴ, ὅτι Ἔασον αὐτὸν μαθεῖν ὅσα
βούλομαι, ἐγκρατῶς διαιτώμενον, καὶ τότε, εἰ ἐθέλοι,
ἀποθάνοι. Οὕτω διὰ πάντων ἐκτήδοντο αὐτοῦ, οὶ διδά-
σκαλοι. Δύο δὲ μόνα σχεδὸν ἔτη ἐπεβίω αὐτῷ ἐπιδημή-
σαντι ὁ πρεσβύτης, καὶ τελευτῶν τῷ διαδόχῳ Συριανῷ τὸν
νέον συνίστη, οἷα καὶ τὸν ἔγγόνον Ἀρχιάδαν. Ὁ δὲ πα-
ραλαβών αὐτὸν, οὐ μόνον ἔτι περὶ τοὺς λόγους μειζόνως
ὠφέλει, ἀλλὰ καὶ σύνοικον τοῦ λοιποῦ, καὶ τοῦ φιλοσό-
φου βίου κοινωνὸν εἶχεν, τοιοῦτον αὐτὸν εὑρών, οἷον
πάλαι, ἐζήτει ἀκροατὴν ἔχειν καὶ διάδοχον, δεκτικὸν ὄντα
τῶν ἐκεῖνῳ παμπόλλων μαθημάτων καὶ θείων δογμάτων.
Ἐν ἔτεσι γοῦν οὔτε δύο ὅλοις πάσας αὐτῳ τὰς Ἀρι-
στοτέλους συνανέγνω πραγματείας, λογικὰς, ἠθικὰς, πο-
λιτικάς, φυσικὰς, καὶ τὴν ὑπὲρ ταύτας θεολογικὴν ἐπι-
στήμην. Ἀχθέντα δὲ διὰ τούτων ἱκανῶς, ὥσπερ διὰ
τινῶν προτελείων καὶ μικρῶν μυστηρίων, εἰς τὴν Πλά-
τωνος ἦγε μυσταγωγίαν, ἐν τάξει καὶ οὐχ ὑπερβά-
θμιον πόδα, κατὰ τό λόγιον, τείνοντα, καὶ τὰς παρ’
ἐκείνῳ θείας ὄντως τελετὰς ἐποπτεύειν ἐποίει, τοῖς
τῆς ψυχῆς ἀνεπιθολώτοις ὄμμασι καὶ τῇ τοῦ νοῦ
ἀχράντῳ περιωπῇ. Ὀ δὲ ἀγρύπνῳ τε τῇ ἀσκήσει καὶ ἐπι-
μελείᾳ χρώμενος νύκτωρ τε καὶ μεθ' ἡμέραν, καὶ τὰ λε-
γόμενα συνοπτικῶς καὶ μετ' ἐπικρίσεως ἀπογραφόμενος,
τοσοῦτον ἐν οὐ πολλῷ χρόνῳ ἐπεδίδου, ὥστε ὄγδοον καὶ
εἰκοστὸν ἔτος ἄγων, ἄλλα τε πολλὰ συνέγραψε, καὶ τὰ
εἰς Τίμαιον, γλαφυρὰ ὄντως καὶ ἐπιστήμης γέμοντα
ὑπομνήματα. Ἐκ δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ ἦθος ἐπὶ
μᾶλλον κατεκοσμεῖτο, μετ' ἐπιστήμης τὰς ἀρετὰς ἀνει-
ληφώς.
Καὶ δὴ καὶ τὰς πολιτικὰς προσελάμβανεν, ἔκ τε
τῶν Ἀριστοτέλους πολιτικῶν συγγραμμάτων, καὶ τῶν πα-
ρὰ τῷ Πλάτονι νόμων τε καὶ πολιτειῶν. Ἵνα δὲ μηδὲ
ἐν τούτοις δοκῇ λόγος εἶναι μόνον, ἔργου δὲ μηδενὸς ἀν-
θάπτεσθαι, ἐπειδἠ πράττειν αὐτὸς ἐκωλύετο τἀ πολιτι-
κὰ, διὰ τὸ καὶ περὶ μείζονα ἠσχολῆσθαι, Ἀρχιάδαν
τὸν τοῖς θεοῖς φίλον ἐπὶ τοῦτο παρεκάλει, ἅμα τε ἐκεῖ-
νον διδάσκων καὶ ὑφηγούμενος αὐτῷ τὰς πολιτικὰς ἀρε-
τάς καὶ τάς μεθόδους, καὶ, ὥσπερ οτ τοῖς θέουσι παρακα-
λευόμενοι, ὅλης τε τῆς ἑαυτοῦ πόλεως προΐστασθαι κοινῇ
προτρεπόμενος, καὶ ἕκαστον ἰδίᾳ εὐεργετεῖν κατὰ πᾶν εἶδος
τῆς ἀρετῆς διαφερόντως δὲ τῆς δικαιοσύνης. Καὶ ἐργω δὲ
ζῆλόν τινα αὐτῷ ἐνέτικτεν, ἐλευθεριότητα τὴν περὶ τὰ
χρήματα καὶ μεγαλοπρέπειαν αὐτῷ ἐνδεικνύμενος τῷ
δωρεῖσθαι ὅτε μὲν φίλοις, ὅτε δὲ συγγενέσι, καὶ ξένοις
καὶ ἀστοῖς, καὶ κρείττονα ἑαυτὸν πάντῃ ἀποφαίνειν τῆς
τῶν χρημάτων κτήσεως. Καὶ εἰς ἔργον δὲ δημόσιον οὐ
σμικρὰ ἐχαρίσατο· τελευτῶν δὲ καὶ μετὰ Ἀρχιάδαν ταῖς
πόλεσι καταλέλοιπε κτήματα, πατρίδι τε τῇ ἑαυτοῦ καὶ,
ταῖς Ἀθήναις. Τοιοῦτος δὲ ὁ φιλαλήθης Ἀρχιάδας οἴ-
κοθέν τε καὶ ἐκ τῆς τούτου φιλίας ἀπεδείχθη ὡς καὶ
τούς ἐφ’ ἡμῶν ἀνθρώπους, εἴποτε ἐθέλοιεν μνήμην αὐ-
τοῦ ποιεῖσθαι, οὐκ ἄλλως ἢ τὸν εὐσεβέστατον Ἀρχια-
δαν εὐφήμῳ τῷ στόματι καλεῖν.
Καὶ αὐτός δέ ἐνίοτε ὁ φιλόσοφος ἐφήπτετο πολι-
τικῶν βουλευμάτων, τοῖς κοινοῖς ὑπὲρ τῆς πόλεως συλ-
λόγοις παραγιγνόμενος, καὶ γνώμας ἐμφρόνως εἰσηγού-
μενος καὶ ἄρχουσιν ἐντυγχάνων, ὑπὲρ δικαίων πραγμά-
των, καὶ τούτους οὐ μόνον παρακαλῶν, τρόπον δέ τινα
προσαναγκάζων τῇ φιλοσόφῳ παῤῥησίᾳ, τὸ προσῆκον
ἑκάστοις ἀπονέμειν. Κοινῇ δὲ πάλιν τῆς κοσμιότητος
τῶν ἀναγινωσκόντων ἐπεμελεῖτο, καὶ σωφροσύνην ἐποίει
πολιτεύεσθαι, οὐ ψιλῷ λόγῳ διδάσκων, ἔργῳ δὲ μᾶλ-
λον διὰ παντὸς τοῦ βίου ἐπιτηδεύων, καὶ οἱονεὶ προ-
τύπωμα σωφροσύνης οὗτος τοῖς ἄλλοις γιγνόμενος. Τὸ
δὲ δὴ τῆς πολιτικῆς ἀνδρείας εἶδος Ὴράκλειον ὄντως
ἐπεδείξατο. Ἐν ζάλῃ γὰρ παρελθών καὶ τρικυμίᾳ πραγ-
μάτων, καὶ πνευμάτων τυφωνείων ἀντιπνεόντων τῇ ἐν-
νόμῳ ζωῇ, ἐμβριθῶς οὗτος ἀνὴρ καὶ ἀστεμφῶς, εἰ καὶ
παρακινδυνευτικῶς, τὸν βίον διενήξατο, καὶ ποτε ἐν
περιστάσει τινῶν γυπογιγάντων ἐξετασθεὶς, ἀπῇρεν, ὡς
εἶχε, τῶν Ἀθηνῶν, τῇ τοῦ παντὸς περιφορᾷ πειθόμε-
νος, καὶ τὴν ἐπὶ τὴν Ἀσίαν ἐποιεῖτο πορείαν, καὶ ταύ-
την δὲ πρὸς ἀγαθοῦ τοῦ μεγίστου. Ἵνα γὰρ μηδὲ τῶν
ἐκεῖ ἀρχαιοτέρων ἔτι σωζομένων θεσμῶν ἀμύητος ᾖ, πρό-
φασιν αὐτῷ τὸ δαιμόνιον τῆς ἀποδημίας ταύτην ἐμη-
χανήσατο. Αὐτός τε γὰρ τὰ παρ’ ἐκείνοις σαφῶς ἐπε-
γίγνωσκε, κἀκεῖνοι, εἴτι ὑπὸ τοῦ μακροῦ χρόνου παρεώ-
ρων τῶν δρωμένων, ἐδιδάσκοντο, ὑφηγουμένου τοῦ φιλο-
σόφου τὰ τῶν θεῶν ἐντελέστερον. Καὶ ταὐτα πάντα
δρῶν, καὶ κατὰ ταῦτα ζῶν, τοσοῦτον ἐλάνθανεν, ὅσον
οὐδὲ οἱ Πυθαγόρειοι τὸ ΛΑ΄ΘΕ ΒΙΩ΄ΣΑΣ παράγγελμα
τοῦ καθηγεμόνος ἀσάλευτον φυλάττοντες. Ἐνιαυτὸν δὲ
μόνον περὶ Λυδίαν διατρίψας, πάλιν εἰς τὰς Ἀθήνας
ἐπανῆλθεν προνοίᾳ τῆς φιλοσόφου θεοῦ. Οὕτω μὲν
οὖν αὐτῷ καὶ τὰ τῆς ἀνδρείας, φύσει τε ἐξ ἀρχῆς καὶ
ἔθει καὶ μετὰ ταῦτα ἐπιστήμῃ, καὶ τῷ τῆς αἰτίας λο-
γισμῷ κατεδεῖτο. Καὶ τρόπῳ δὲ ἄλλῳ τὴν πολιτικὴν
ἕξιν πρακτικὸν απέφῃνεν, τοῖς ἐν ταῖς δυναστείαις ἐπι-
στέλλον, καὶ ὅλας πόλεις ἐκ τούτων εὖ ποιῶν. Μάρτυ-
ρες δέ μοι τοῦ λόγου οἱ εὖ πεπονθότες ἄνθρωποι, νῦν
μὲν Ἀθηναῖοι, αὖθις δὲ Ἀργεῖοι καὶ ἄλλοι ἐξ ἄλλων
ἐθνῶν.
Ἐντεῦθεν δὲ καὶ τὰ τῶν λογικῶν ἐπιτηδευμάτων
ηὔξησεν αὐτός τε ἐπικουρῶν τοῖς μετιοῦσι, καὶ τοὺς
ἄρχοντας ἀπαιτῶν σιτηρέσιά τε καὶ τὰς ἄλλας κατ' ἀξίαν
ἀπονέμειν ἑκάσστῳ τιμάς. Καὶ ταῦτα δὲ οὐκ ἀνεξετάστως
ἔπραττεν, οὐδὲ κεχαρισμένως, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους
ὑπὲρ ὧν ἐσπούδαζεν, ἠνάγκαζεν ἐπιμελεῖσθαι συντὸνως
τῶν οἰκείων ἐπιτηδευμάτων, ἐρωτῶν καὶ βασανίζων ἕκαστα
τῶν παρ' αὐτοῖς· ἱκανὸς γὰρ ἦν περὶ ἁπάντων κριτής.
Εἰ δὲ τινα ῥαθυμότερον περὶ τὸ ἑαυτοῦ ἐπάγγελμα ηὕ-
ρισκεν, ἐπετίμα σφοδρότερον, ὥστε καὶ δοκεῖν θυμοειδέ-
στατος εἶναι καὶ ἄγαν φιλότιμος, ἐκ τοῦ θέλειν τε ἅμα
καὶ δύνασθαι ἅπαντα κρίνειν ὀρθῶς. Καὶ ἦν φιλότι-
μος, ἀλλὰ τῇ φιλοτιμίᾳ οὐχ, ὡς ἕτεροι, πάθει ἐχρνή-
σατο. Ἐφιλοτιμεῖτο δὲ πρὸς μόνην ἀρετὴν καὶ τὸ ἀγα-
θόν· ταχα δὲ οὐδ’ ἂν γένοιτό τι μέγα ἐν ἀνθρώποις ἄνευ
τῆς τοιαύτης ἐνεργείας. Ἦν δὲ καὶ θυμοειδὴς, οὐδὲ
τοῦτο ἀναιρῶ, ἀλλ' ἅμα καὶ πρᾷος· καὶ γὰρ ἐπαύετο
ῥᾳδίως, καὶ ὀστράκου περιστροφῇ κήρινον ἀπεδείκνυ τὸν
θυμόν. Ἐν τούτῳ γὰρ, ὡς εἰπεῖν, ἐπέπληττε, καὶ ἐπὶ
τό εὐεργετεῖν αὐτοὺς ἐκείνους καὶ ὑπὲρ αὐτῶν παρακαλεῖν
τοὺς ἄρχοντας ὑπὸ συμπαθείας ἐφέρετο.
Εὖ δὲ ὅτι μοι καὶ τὸ τῆς συμπαθείας αὐτοῦ ἴδιον
ἐπὶ νοῦν ἦλθεν. Τοσαύτην γὰρ οἶμαι ἐν μηδενὶ ἄλλῳ
ἀνθρώπων ἱστορῆσθαι. Γάμων τε γὰρ ἢ παίδων οὐδεπώ-
ποτε πεῖραν λαβὼν, διὰ τὸ μηδὲ αὐτὸς ἑλέσθαι, καίτοι
πολλῶν, προταθέντων αὐτῷ γάμων γένει τε καὶ πλούτῳ
ὑπερεχόντων, τούτων ἁπάντων, ὡς ἔφην, ἐλεύθερος γε-
νόμενος, οὕτως ἐκήδετο τῶν ἑταίρων καὶ φίλων ἁπάντων
καὶ τῶν τούτοις προσηκόντων παίδων τε καὶ γυναικῶν,
ὡς κοινός τις πατὴρ καὶ αἴτιος αὐτοῖς τοῦ εἶναι γενόμε-
νος· παντοδαπῶς γὰρ καὶ τοῦ βίου ἑκάστων ἐπεμελεῖτο.
Εἰ δέ ποτέ τις τῶν γνωρίμων νόσῳ κατείχετο, πρῶτον μὲν
τοὺς θεοὺς λιπαρῶς ἱκέτευεν ὑπὲρ αὐτοῦ ἔργοις τε καὶ
ὕμνοις, ἔτειτα τῷ κάμνοντι παρῆν ἐπιμελέστατα, καὶ
τοὺς ἰατροὺς συνῆγεν, ἐπείγων τὰ ἀπὸ τῆς τέχνης ἀμελ-
λητὶ πράττειν. Καὶ τι καὶ αὐτὸς ἐν τούτοις περιττότε-
ρον εἰσηγεῖτο, καὶ πολλοὺς ἤδη ἐκ τῶν μεγίστων κινδύνων
οὕτως ἐῤῥύσατο. Ὅσον δὲ ἦν αὐτοῦ καὶ τὸ περὶ τοὺς
ἐπιτηδειοτέρους τῶν οἰκετῶν φιλάνθρωπον, ἔνεστι τῷ
βουλομένῳ καταμαθεῖν ἐκ τῆς διαθήκης τοῦ μακαρίου
ἀνδρός. Ἐκ πάντων δὲ μάλιστα τῶν γνωρίμων τὸν Ἀρ-
χιάδαν ἐφίλει, καὶ τοὺς ἐκείνῳ γένει προσήκοντας, προη-
γουμένως μὲν διὰ τὴν τοῦ φιλοσόφου Πλουτάρχου διαδο-
χὴν τοῦ γένους, ἔπειτα δὲ καὶ διὰ τὴν Πυθαγόρειον
φιλίαν, ἣν πρὸς τὸν Ἀρχιάδαν ἐστήσατο, συμφοιτητὴς
αὐτοῦ γενόμενος ἅμα καὶ διδάσκαλος. Τῶν γὰρ δύο εἰ-
δῶν καὶ σπανὶως ἐν τοῖς ἄνω ἱστορημένων φιλιῶν, ἠ τού-
των ἔδοξεν εἶναι σπουδαιοτέρα. Οὐδὲν γὰρ ἦν Ἀρχιάδας,
ὃ μὴ Πρόκλος βούλοιτο, οὐδ' ἔμπαλιν οὗτος, ὃ μὴ καὶ
Ἀρχιάδας.
Ἤδη δὲ καὶ τοῖς περὶ τῆς πολιτικῆς αὐτοῦ ἀρετῆς
κεφαλοίοις ἐλάττοσιν οὖσι τῶν ἀληθῶν, πέρας τὸ οἰκεῖον
ἐπιθέντες, καὶ τῇ φιλίᾳ, ἐπισφραγισάμενοι, ἐπὶ τὰς κα-
θαρτικὰς μετίωμεν, ἑτέρας οὔσας παρὰ τὰς πολιτικάς.
Εἰ γὰρ δὴ καὶ ταύταις ἔργον ὑπόκειται τὸ καθαίρειν πη
τὴν ψυχὴν, καὶ παροσκευάζειν καθόσον οἷόν τε ἀσχέτως
προνοεῖν τῶν ἀνθρωπίνον, ἵνα καὶ τὴν ὁμοίωσιν ἔχῃ
πρὸς τὸν θεὸν, ὅπὲρ τέλος ἐστὶ τὸ ἄριστον τῆς ψυχῆς,
ἀλλ' οὐ τὸν ὅμοιον τρόπον πᾶσαι χωρίζουσι, κατὰ τὰ
μᾶλλον δὲ ἢ ἧττον ἕκασται· ἐπεὶ καὶ αἱ πολιτικαὶ κα-
θάρσεις τινές εἰσιν, αἵ καὶ μένοντας ἔτι τοὺς ἔχοντας
ἐνταῦθα κατακοσμοῦσι καὶ ἀμείνους ποιοῦσιν, ὁρίζουσαι
καὶ μετροῦσαι τούς τὲ θυμοὺς καὶ τὰς ἐπιθυμίας, καὶ
ὅλως τὰ πάθη καὶ ψευδεῖς δόξας ἀφαιροῦσαι· αἱ δέ γε
ὐπὲρ ταύτας καθαρτικαὶ πάντῃ χωρίζουσι καὶ ἀπολύουσι
τῶν τῆς γενέσεως ὄντως μολυβδίδων, καὶ φυγὴν τῶν ἐν-
τεῦθεν ἀκώλυτον ἀπεργάζονται, ἅς δὴ καὶ αὐτὰς ὁ φι-
λόσοφος ἐπετήδευσε παρὰ πάντα τὸν ἐν φιλοσοφίᾳ βίον,
ἐν τε τοῖς λόγοις καλῶς ἐκδιδάσκων τίνες τέ εἰσι καὶ ὅπως
τῷ ἀνθρώπῳ παραγίγνονται καὶ αυταὶ, καὶ ζῶν μάλιστα
κατ' αὐτὰς, καὶ ταῦτα πράττων ἑκάστοτε, ἀφ’ ὧν τὸ
χωρίζεσθαι συμβαίνει τῇ ψυχῇ, νύκτωρ τε ’καὶ μεθ ἡμέ-
ραν ἀποτροπαῖς καὶ περιῤῥραντηρίοις καὶ τοῖς ἄλλοις κα-
θαρμοῖς χρώμενος, ὅτε μὲν Ὀρφικοῖς, ὅτε δὲ Χαλδαϊ-
κοῖς, ἐπὶ θάλαττάν τε ἀόκνως ἑκάστου μηνὸς κατιὼν, ἔσθ’
ὅτε δὲ δὶς ἢ καὶ τρὶς τοῦ αὐτοῦ, καὶ ταῦτα οὐκ ἀκμαζού-
σης μόνον αὐτῷ τῆς ἡλικίας διεκαρτέρει, ἀλλὰ καὶ αὐταῖς
δὲ ἤδη ταῖς δυσμαῖς τοῦ βίου προσομιλῶν, ἀπαραλείπτως
τὰ τοιαῦτα ἔθη ὡς νόμιμά τινα ἐξεπλήρου.
Τάς δὲ ἀπὸ σίτων καὶ ποτῶν ἀναγκαίας ἡδονὰς,
ἀπαλλαγὰς πόνων ἐποιεῖτο, ἳνα μὴ ἐνοχλοῖτο ὑπ' αὐ-
τῶν· βραχέα γὰρ τούτων προσεφέρετο. Τ ἁ πολλιὲ δὲ ’τὴν
τῶν ἐμτρύχων σῖποχήν ἦσπὰζετο· εἰ ὃέ ποτε καὶρός τςις
ἵσχυρότερος ἐπὶ ,τὴν τούτων χρῆσιν ἐκάλει, μόνον εἷπε-
γεύετο καὶ τοῦτων ὁσίας χάριν. Τοῖς δὲ ΠΙητριρακάς
παρὰ “Ρωμαὶοις ἢ καὶ πρὸτερόν ποτε παρεὶ Φρυξὶ, σπου-
δασθείσας κειστξὶεες ἑκάστου μηνός ῖῇγνευεν, καὶ, τιὲς πάᾷ
Αἰγυπτίοις· δὲ αποφράδεις ,ἐφύλαττε μᾶλλῦν ἢ οεῦτοὶ ἐκεῖ-
νοι, καὶ ἰδικώτερᾳν δέ τινας ἒνὴστευεν ἡΜραςἔξιέπιφοι-
νείας. Πᾶσαν γαρ ὲῇιην καὶ νὲαν τρῦ μιηνός μηδὲ ποο-
δειπνήσας ἦσίτει, ὥσπερ δὴ τεὶς νουμηνίας· λοιμπρῶς ’ἒς-εε-
ξέλειικαὶ ἱεςοπραπῶς, Ὶκαὶὶτὰς πᾶσι, δξ, (ἇς εἰπερκ,
τπιιξπιμους εορξας, καὶῖ παρῖ εκειιτοις φξριτρια, ᾇρων
ενθεξῃιιωςύδιεἷελεσεζτςιι ουᾷὲ τξίιυτιξς αἶῖσπες) ετερρι θπριτφιτ-
σιν εποιειτο αναπαυ ,ης τινος· η κεᾳ π ,ηρωσεως ῖου σωμα-
τος, ἐντυχιῶι) ὃξ οἷγρύπῷων καὶ ιῖμινῳδίας καὶ. τῶι) ὁμοίων·
δηλοῖ δὲ ἡ τῶν ῧμνων αὐτόὗ πραγματεία, οὗ τῶινπαριὲ τοῖς
Ἵὲλλττσι μιόνον τιμηθὲντων ἕγκοῦμια περιέχουσαι, ἇλλά κριὶ
άρναν Γαζαῖον ὑμνοῦσα, καὶ Ἀσκληπιὸν Λεοντοῦχον,
Ἀσκαλωνίτην, καὶ Θυανδρίτην ἄλλον Ἀραβίοις πολυτίμη-
τὸν θεὸν, καὶ Ἴσιν τὴν κατὰ τὰς Φίλας ἔτι τιμωμένην,
καὶ τοὺς ἄλλους ἁπλῶς ἅπαντας. Καὶ γὰρ πρόχειρον
ἐκεῖνο εἶχεν ἀεὶ καὶ ἔλεγεν ὁ θεοσεβέστατος ἀνὴρ, ὅτι
τὸν φιλόσοφον προσήκει οὐ μιᾶς τινὸς πόλεως, οὐδὲ τῶν
παρ ἐνίοις πατρίων εἶναι θεραπευτὴν, κοινῇ δὲ τοῦ ὅλου
κόσμου ἱεροφάντην. Καὶ οὕτω μὲν αὐτῷ καθαρτικῶς
καὶ ἱεροπρεπῶς παρεσκεύαστο τὰ τῆς ἐγκρατείας.
Τοῖς δὲ ιῖλγηὸόνσες εἷφῄρειλ ἢ ἢ καὶ ςτρυσπιπτούσας
ᾁτοτὲ πρᾴως ἐτρερε, καὶ, ἑλάττὸυς ἕποίει τό μὴ τά-ὅέριστὸν
ἑαυτιξί συμπάσχειν. ,Τό δὲ πρὸς ταύτας αὐτοῦ τῆς· ψύ-
χῆς παράστημα ἱκανῶς· ἐδήλωσε καὶ ἦ τελευτάἰα νόσος.
Πιεζόμενος γὰρ ’ὑπό ταὺτης καὶ, περιωδυνίᾳις συνεχόμε-
νος, ἐκκρούειν ἕπειρᾶϊο τὶές ἀλγηδόνας. Πειρεκελὲὺάο
οῧινῆιων, ἑκὰστοτε ἥωνους λέγειν, καὶ ᾒεγομέινυψ ντῶν ὕ-
μενων, πᾶσοι εἰριᾷνν ’τῶν πιξθῶιῖ ἐγίγνεὶο καὶ ωτόιρειξίει.
Καὶ, ὅςῖ ἐὲι, τούτου παραδοξότερον, ὅτι καὶ, μνὴμην εἶχε
’τῶν λεγομὲνων, καὶιίτοι τῶν ,ἀνθρωπίνων σχεδὸν ιέπά-ντων
ἐπιλελητῂὶιένυς, ἒπιβρισάσης αὐτῷ τῆς· παρέσεως. Ἀρ-
χρμὲνων γἀςξ πῖμιῦν-ὗμινεῖν ἔκείιός ιῖτνεπὶηᾷρου τρύς ὕμιινρινς
καὶξ ’τῶν Ὁρφικῶν ἒρτῶν τα πλεΐστα · καὶ γὰρ ταῦτὰ ἔστω]
ὅτε παρόντες ἀνεγιγνώσκομεν( Καὶ· οὗχὶπρρς μόνα πξ
σωματικᾶ πάθη οὕτως εἷπαθῶς διέκειτο, ιῖλῖ ἔτι, μει-
ζόνως) καὶ, πρὸς- τὰ -περιστᾳτικῶςν ἐτὲισυμβαίνον-
τα, καὶ, τὰ δοκοῦντω ποιρυελόγως γίγνεσθαι· ὥστε καὶ
λὲγειν ,ἐφ’ ἑκάστοις τῶν ’συμπιπτὸντωνὶ Τοιαῦτα ’τοιαῦτ’
υέστὶ, νταῦτα ,εἰωθότα ἔστὶνῆ( Ὅπερ ἐμοὶ, ,ἐδόκει εἱπό-
φθεγμα μνήμης ἅξιον εἶναι, καὶ τῆς, τοῦ (φιλοσόφου μὲ·
γαλοψυχὶας -ἱκανόν τεκμτῇριόν. ’Κοιὶτὸν θυμόν δὲ, κοιθτ
ὅσὸν οἷόν τε σῖν, ἐκόλαζεν, ὥστε ἢ μή κινεῖσθαι, τό πειρά-
παν, ἢ μὴ τὴν λογικὴν εἷνειιήψυχήν τὴν συνοργιζομὲνφρν,
ἐτέρου δὲὲῖνοει τὸ ιῖπροοιίρετον, · καὶ τοῦτρ δὲ ὅλίγον καὶ
οἷσθενὲς, Ἇφροδισίων δὲ αὐτῷ φυσικῶν μετῆν, ὅσον. οἷα-
μαι μέχρι φαντασίας χωρεῖν, προπετοῦς καὶ ταύτης.
Καὶ, οὕτως ἐκ πάντων ἕοιυτὴν συνὰγουσος καὶ, ἆθροί-τ
ζουσα πρᾷς ἑαυτὴν ἢ τοῦ ,ιιοςκαρὶου άνδρὸς ψιχή, οἷφὶσταέ
το σχεδόν τοῦ σώματος, ἕτι ’ὑπ’ αὐτοῦ κατὲχεοθοιι δοε
κοῦσα. ἷΗν γὰρ αὐτῇ τό ιρρονεῖν, οὐκέτι, οτον τό. πολιέ
τικόνς τὸ πράτταιν εὗ περὶ ,τὰ ἒνδεχὸμηενα καὶ ἄλλως
ἔχειν, οεῦτὸ δὲ καθτ αὐτό ενίλικρινὲς τό νοεῖν, καὶ, τό πρὸς
ἕοιυτῆν ἕστράφθιιει, μηδαμοῦ συνδοξάζειν τῷϊῖώμιατι· τό.
δὲ σωφρονεῖν, τό μή, συγγίγνεσθοιρ τῷ χείρονι) μηδὲ με-
τριοπαθεῖν, ’πάντη δὲ καὶ πάντως ἄπα-θεῖν· οἶνδρίζεσθάι
δὲ, [τό μή ψοβεῖσθαι αῦτὴν ινῖφισταιιιένιτν τοῦ σώματος.
Λόγου δὲ καὶ νοῦ ἡγουμὲνων ἕν αὐτῷ, τῶν δὲ χειρόνων
μηκέτι, ἀντιτεινόντων, καθειρτικῇ δικαὶοσῖὑνῃ κεκόόμνττο
οιῧτοῦ ἦ σύμπασα ζωνῇ.
Ἔκ δή τῆς ’τοιαύτης ἰδὲοιςῖτῶν ἀπετιῧν ιῖπολύτας καὶ.
εὐηνίως καὶ οἱονεὶ. αατά βτεθμόν τινα τελεστικόνῖζπροκόυ
πτανά), ἐπὶ τας μείζους καὶ, ’ὑπὲρ ταύτας ἀνὲτρεχε, φὺσει
τεδεξιᾷικαὶ οἷῇκιυγῇ ἒπιστημονικῇ ποδηγετοήιιενος. ’Ἠδη
γάρ κεκαθοερμὲνος καὶ, τῆς· γεπξὲσειος ὑπερανέχων, κριὶ τῶν
ἐν αὐτῇ νοςρθήκοφόρων ὖπερὝορῶν, περὶ τὰ πρῶτςί ἐβάιῳ.
χευε, καὶ, αὐτόπτης ἒγίνετο τῶν ἐκεῖ μακαρίων ὅντως
θεαμάτων, οὖκ ἔτι, μὲν διεξοδικῶς κικὶ ἆποδεικτικῶς
συλλογιζόμενος· αὐτιῦν τὴν ἐπιστήμην, ὥσπερ) δὲ ὄψει,
ὰπλοιῖς ἒπιβολαῖς τῆς· νοερᾶς· ἐνεργείας θεώμενος, τὰ ἐν-
τῷ θείῳ νῷ παροεδειῢγμοετα καὶ· άρετὴν προσλαμβάνων,
ἣν οὖκ ,ἔτ’ ’ὂῖν τις· φρόνησιν κυρίως ιέπονομὰσειεν, σοφὶαν
δὲ μᾶλλον προσερεῖ, καί τινοι σεμνοτέραν ταύτης· ἐπω-
νυμίαν. Κοιτὰ τιοιύτην δὴ ἐνεργῶν ὁ φιλόσοφος, πιῖσαν
μὲν θεολογίαν ἑλληνικήν-τε κοςὶ βοερβοςρικὴν καὶ, ττᾷν μυ-
θικοΐς πλάσμασιν ἓπι-σκιαζομὲνην κατεῖδέ τε ῥᾳδίωἀκαὶ
’τοῖς ἕθέλουσί τε καὶ, δυναμὲνοις συνέπεσθαι, εἶς φῶς ἤγᾳ-
γεν, ἐξηγοήιιενός τε πὰντοε ἐνθουσιυιστικώτερον, καὶ, ,εἰς
συμφωνίαν) ἒέγωυ· πᾶσι δὲ τοῖς τῶν παλαιοτέρων συγ-
γριὲμριασιν ἕπεξιώιμ ὅσον μὲν ἧν παςτ αὖιζοῖς γόνιμον,
τοῦτο μεῖ ἔπικρὶσειυς εἰσεποιεῖτο, εἰ δέ ϊι ἆνεμιοιῖον ηὕ-
ρισκε, τοῦτο πὰντη ὦς μῶμον οἷπῳκονομεῖτοῄ -τὰ δέ γε
,ὑπενοιπὶτίιυς ὲζχοντω τοῖς κικλῶς τε-θεΐσι μεΐά πολλνῖς βασάω
νου ἆγωυιστινῶς διήλεγχε, ὲῆι τε ταῖς συνουσίαις δυνατῶς
ἑῖμοι καὶ σαφῶς ἒπεξεργαζὸμενος ἐκαστοι, καὶ ἐν συγγράμ-
μασιν ἅπαντα καταβαλλόμενος· ’φιλοπονίᾳ γὰρ οἷμέτρῳ
χρησάμενος, ἒξηγεῖζο τῆς αὐτῆς ἦμέρας πέντε, ὁτὲ ὂὲ καὶ
πλείους πράξεις, καὶ ἑᾷραφε στίχους τὰ πολλοὶ οἷμφὶ τοὺς
ἑπτακοσίους. Συνεγιῧγνετό τε καὶ ’τοῖς ὂέλλοις φιλοσόφοις·
προῖῖὠν, καὶ οἷγράφους ἑσπερινιὶς πάλιν( ,ἐποιεῖτο συνουω
σίας· καὶ ταῦτοι πὰντοι μετιὲ τὴν ωυκτερινὴν ἐκείνην καὶ,
ἄγρυπνοι) θρησκείαν, μετσὶ τό προσκυνῆσοιι ἥλιον ,οἷνί-
σχοντας μεσουραυοῦυτὰ τεκαὶ, ἐπὶ ὃύσιν ἰόντα.
Πολλῶν δὲ καὶ αῧτός πατήρ ἐγένετο δογμιὶτων, οὗ
πρότερον ἒγνιυσμιιων, φυσικῷυ τε καὶ νοερῶν καὶ τῶν ἔτι,
θειοτέροην. Πρῶτος γὰρ οὗτος· ἒπὲσ-τφτσεν, ὅτι γένος· ἒστὶ
ψυχῶυ δυναμὲνων πολλὰ ὂῖμα εἴδη θεωρεῖν, ὃ δή καὶ
μέσον] ἧδη εἰκότως ἐτίθέτο τοῦ τε νοῦ τοῦ οἷθρόως καὶ,
κωτὰ μίαν ἐπιβολὴν ἰέπικντα προνοοῦντος, καὶ τῶν καθτ
ἳν εἷδος τὴν μετάβασιν ποὶουμιένων ψυχῶν. ’Ἔξεστι δὲ
τῷ βουλομὲνῳ καὶ τοίξ ἶῆλλοις αὐτοῦ γενιήμιίσιν ἐντυχεῖν,
ἐπεξιόντι ταῖς ἐκείνου πραγματείαις, (ἅπερ ἐν τῷ πα-
ρόντι λέγειν παρῃτησάμην, ἵνα μὴ ἐπὶ πλεῖον μηκύνω τὸν
λόγον, ἐπεκδιηγούμενος ἕκαστα)· ὁ δὲ ἐντυγχάνων εἴσε-
ται, ὡς καὶ τὰ πρότερα ἀληθῆ πάντα περὶ αὐτοῦ ἱστό-
ρηται, ἔτι δὲ μᾶλλον, εἴ τις εἶδεν αὐτὸν, ἐπέτυχέ τε τῆς
ἐκείνου θέας, ἐξηγουμένου τε ἤκουσεν καὶ διεξιόντος λό-
γους παγκάλους, Πλατώνειά τε καὶ Σωκράτεια κατ'
ἐνιαυτὸν ἄγοντος· οὐ γὰρ ἄνευ θεὶας ἐπιπνοίας ἐφαίνετο
διαλέγεσθαι, καὶ τὰ ταῖς νιφάδεσσιν ὄντως ἐοικότα ῥή-
ματα προχέειν τοῦ σωφρονοῦντος ἐκεῖνου στόματος. Μαρ-
μαρυγῆς γάρ τινος ἐδόκει τὰ ὄμματα αὐτοῦ πληροῦσθαι,
καὶ τὸ ἄλλο πρόσωπον ἐλλάμψεως θείας μετεῖχεν. Ποτὲ
γοῦν τις αὐτῷ παραγενόμενος ἐξηγουμένῳ ἀνὴρ τῶν ἐπι-
φανῶν ἐν τῇ πολιτείᾳ, ἀψευδὴς καὶ ἄλλως αἰδοῖος (Ῥου-
φῖνος αὐτῷ ὄνομα), φῶς εἶδε περιθέον τὴν αὐτοῦ κεφα-
λήν. Ὡς δὲ πέρας ἐπὲθηκε τῇ αὑτοῦ ἐξηγήσει, ἀναστὰς
ὁ Ῥουφῖνος προσεκύνησέ τε αὐτὸν καὶ τὰ τῆς θείας ἐκεί-
νης ὄψεως ὀμνὺς ἀπήγγελλεν. Οὗτος δὲ αὐτῷ ὁ Ῥουφῖνος
καὶ χρυσίον ἱκανόν τηνικαῦτα προσήγαγεν μετὰ τὴν περί-
στασιν καὶ τὴν ἐκ τῆς Ἀσίας ἐπάνοδον. Ὁ δὲ καὶ πρὸς
τοῦτο ὑπεροπτικῶς ἔσχε καὶ οὐδαμῶς εἵλετο δέξασθαι.
Ἀλλ' ἐπὶ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπανίωμεν· τά
περὶ τῆς θεωρητικῆς αὐτοῦ σοφίας εἰ καὶ μὴ ἱκανῶς ἤδη
προϊστορήσαντες, ἕπεται δὴ λέγειν, τίς ἡ σύστοιχος δι-
καὶοσύνη τῷ τοιούτῳ γένει τῶν ἀρετῶν. Οὐκ ἔτι γὰρ αὓ-
τη ἐν πλήθει μερῶν, ὥσπερ ἐκεῖναι αἱ πρὸ ταύτης, οὐδὲ
ἐν ὁμολογίᾳ ἄλλου πρὸς ἄλλο, ἐν οἰκειοπραγίᾳ δὲ οὐδὲν
ἧττον καὶ αὐτὴ ἀφορισθήσεται καθ' αὑτὴν καὶ μόνης τῆς
λογικῆς ψυχῆς. Οἰκεῖον δὲ αὐτῇ οὐδὲν ἕτερον ἢ τό πρὸς
νοῦν καὶ θεόν ἐνεργεῖν, ὅπερ καὶ διαφερόντως ὁ φιλόσο-
φος ἔπραττεν. Καὶ γὰρ ἀπὸ τῶν μεθημερινῶν πόνων
μόγίς σχολάσας καὶ ὕπνῳ ποτὲ τὸ σῶμα ἐπιτρέψας, ἴσως
μὲν οὐδὲ τότε ἔξω ἦν τοῦ νοεῖν. Ὅμως δ' οὖν ἐπειδὴ τα-
χὲως καὶ τοῦτον ἀπεσείετο ὡς ἀργίαν τινὰ τῆς ψυχῆς,
καὶ οὔπω καιρὸς ἐκάλει τῶν εὐχῶν, διά τὸ μὴ πολὺ πα-
ρῳχηκέναι τῆς νυκτὸς αὐτὸς ἐφ' ἑαυτοῦ καὶ ἐπὶ κλίνης
ὢν ἢ ὕμνους ἐποίει ἢ τα δόγματα ἐξεταζων ηὕρισκε, καὶ
ἐξανιστάμενος μεθ' ἡμέραν ἀπεγράφετο.
Σωφροσύνην δὲ τῆν ταύταις ἀντακολουθοῦσαν εἶ-
χεν ἑπομένην. Αὕτη δὲ ἐστὶν ἡ εἴσω πρὸς νοῦν στροφὴ
τῆς ψυχῆς, πρὸς δὲ τὰ ἄλλα πάντα ἀνέπαφος καὶ ἀπε-
ρίσπαστος διάθεσις. Ἀνδρίαν δὲ τὴν ξυνέριθον τελείως
προὐβάλλετο, τὴν ἀπάθειαν τοῦ πρὸς ὃ ἔβλεπε ζηλώ-
σας, ἀπαθοῦς ὄντος ἐκείνου τὴν φύσιν, καὶ ὅλως ζῶν
κατὰ Πλωτῖνον, οὐχὶ τὸν ἀνθρώπου βίον τὸν τοῦ ἀγα-
θοῦ, ὅν ἀξιοῖ ἡ πολιτικὴ ἀρετὴ διαζῇν, ἀλλὰ τοῦτον
μὲν καταλιπὼν, ἕτερον δὲ ἀλλαξάμενος τὸν τῶν θεῶν·
πρὸς γὰρ τούτους αὐτῷ, οὐ πρὸς ἀνθρώπους ἀγαθοὺς ἡ
ὁμοίωσις.
Καὶ τοιαύταις μὲν ἀρεταῖς συνεβίω ἔτι συσχολάζων
τῷ φιλοσόφῳ Συριανῷ, καὶ τὰς τῶν ἀρχαιοτέρων ἐπεξιὼν
πραγματείας· τῆς δὲ Ὀρφικῆς καὶ Χαλδαϊκῆς θεολογίας
στοιχεῖα ἄττα καὶ οἱονεὶ σπέρματα παρὰ τοῦ διδασκάλου
λαβὼν, διὰ τὸ μὴ φθῆναι καὶ ἐν τοῖς ἔπεσιν αὐτῷ συγ-
γενέσθαι (προέθετο μὲν γὰρ ἐξηγήσασθαι αὐτῷ τε καὶ
τῷ ἐκ τῆς Συρίας φιλοσόφῳ καὶ διαδόχῳ Δομνίνῳ θάτερα
τούτων, ἤτοι τὰ Ὀρφέως ἢ τὰ λόγια, καὶ αἵρεσιν αὐτοῖς
προὔτεινε τῶν ἑτέρων· -ἐπειδὴ δὲ οὐ συνήχθησαν, οὐδὲ
τὰ αὐτὰ εἵλοντο ἀμφότεροι, ἀλλ' ἐκεῖνος μὲν τὰ Ὀρφέως,
ὁ δὲ ἡμέτερος τὰ λόγια, τοῦτό τε αὐτὸ διεκώλυσεν καὶ
τὸ μὴ πολὺν ἐπιβιῶναι χρόνον τὸν μέγαν Συριανὸν), λα-
βὼν δ’ οὖν, ὡς εἴρηται, παρὰ τοῦ καθηγεμόνος τὰς
ἀφορμὰς, καὶ μετ' ἐκεῖνον τοῖς τε εἰς Ὀρφέα αὐτοῦ ὑπο-
μνήμασιν ἐπιμελῶς ἐντυγχάνων καὶ τοῖς Πορφυρίου καὶ
Ἰαμβλίχου μυρίοις ὅσοις εἰς τὰ λὸγια καὶ τὰ σύστοιχα
τῶν Χαλδαίων συγγράμματα, αὐτοῖς τε τοῖς θείοις λο-
γίοις ἐντρεφόμενος, ἐπὶ τὰς ἀκροτάτας τῶν ἀρετῶν, ὡς
πρὸς ἀνθρωπίνην ψυχὴν, ἀνέδραμεν, ἃς ὁ ἔνθους Ἰάμ-
βλιχος ὑπερφυῶς θεουργικὰς ἀπεκάλεσεν. Καὶ τὰς τῶν
πρό αὐτοῦ φιλοσόφων ἐξηγήσεις συνελὼν μετὰ τῆς προς-
ηκούσης ἐπικρίσεως ἐξεπόνησεν, τάς τε ἄλλας Χαλδαϊ-
κὰς ὑποθέσεις καὶ τὰ μέγιστα τῶν ὑπομνημάτων εἰς τὰ
θεοπαράδοτα λόγια κατεβάλετο, ἐν πέντε ὅλοις ἔτεσιν
αὐτὰ συμπληρώσας· ἐφ’ οἷς καὶ τὸ θεῖον ἐκεῖνο ἐνύπνιον
ἐθεάσατο. Ἐδόκει γάρ οἱ προαγορεύειν ὄναρ ὁ μέγας
Πλούταρχος, ὡς τοσοῦτον ἀριθμὸν ἐτῶν ζήσεται, ὁπό-
σος τίς ἐστιν καὶ ὁ τῶν τετράδων τῶν εἰς τὰ λόγια αὐτῷ
συγκειμένων. Ἀριθμήσας δὲ αὐτὰς, ηὕρισκεν ἑβδομή-
κοντα οὔσας. Ὅτι δὲ θεῖον ἦν τὸ ὄνειρον, ἐμήνυσεν ἡ
πρὸς τῷ τέλει τοῦ βίου ἔκβασις. Ἐβίω μὲν γὰρ, ὡς καὶ
ἔμπροσθεν εἴπομεν, πέντε ἔτη ἐπὶ τοῖς ἑβδομήκοντα, τὰ
δὲ πέντε οὐκ ἔτι ἐῤῥωμένως. Ὑπὸ γὰρ τῆς σκληροτέρας
ἐκείνης καὶ ἀνυποίστου διαίτης καὶ τῶν πυκνῶν περιχυ-
μάτων καὶ τῶν ὁμοίον διακαρτερήσεων καταπονηθὲν τὸ
εὖ πεφυκὸς αὐτῷ σῶμα, ἤρξατο παρεῖσθαι μετὰ τὸ ἑβδο-
μηκοστὸν ἔτος, ὥστε καὶ ἐνδεέστερον διακεῖσθαι πρὸς
πάσας τὰς ἐνεργείας. Ηὔχετο μὲν γὰρ καὶ οὕτως ἔχων,
καὶ ὕμνους ἐποίει, καὶ ἔγραφέν τινα, καὶ ἑταίροις συνε-
γίγνετο, πάντα δὴ ἐπὶ τὸ ἀσθενέστερον πράττων· ὅθεν
καὶ μεμνημένος τοῦ ὀνείρου ἐθαύμαζεν, καὶ ἔλεγεν ἑκά-
στοτε, ἑβδομήκοντα μόνα ἔτη βεβιωκέναι. Οὕτω δὲ
ἀσθενῶς αὐτὸν ἔχοντα, προθυμότερον ἐποίει, μάλιστα
περὶ τὰς ἐξηγήσεις Ἡγίας ὁ νέος, δείγματα φέρων καὶ
ἐκ μειρακίου ἐναργῆ πασῶν τῶν προγονικῶν ἀρετῶν καὶ
τῆς ἀπὸ Σόλωνος χρυσῆς ὄντως τοῦ γένους σειρᾶς. Συν-
εγίγνετο οὖν αὐτῷ, ἐπιμελῶς ἔν τε τοῖς Πλατωνικοῖς καὶ
ταῖς ἄλλαις θεολογίαις. Καὶ γραμμὰς δὲ αὐτῷ ὁ γέρων
παρεδίδου, καὶ σφόδρα εὐφραίνετο, ὁρῶν τὸν παῖδα κα-
τὰ πῆχυν ἐπιδιδόντα πρὸς ἕκαστον τῶν μαθημάτων. Καὶ
ἡ μὲν περὶ τὰ τῶν Χαλδαίων αὐτοῦ παρασκευὴ ἀκροθιγῶς
πως εἴρηται.
Ἀναγινώσκων δὲ ἐγώ ποτε παρ' αὐτῷ τὰ Ὀρφέως,
καὶ οὐ μόνον τὰ παρὰ τῷ Ίαμβλίχῳ καὶ Συριανῷ ἀκούων
ἐν ταῖς ἐξηγήσεσιν, ἀλλὰ πλείω τε ἅμα καὶ προσφυέστερα
τῇ θεολογίᾳ, ᾔτησα τὸν φιλόσοφον μηδὲ τὴν τοιαύτην
ἔνθεον ποίησιν ἀνεξήγητον ἐᾶσαι, ὑπομνηματίσασθαι δὲ
καὶ, ’ταύτην ἐντελιὲστερον. Ὃ δὲ ἔφασκεν, προθυμηθῆναι,
μὲν πολλάκις γράψαι, κωλυθῆναι δὲ ἐναργῶς ἐκ τινῶν
ἐνυπνίων. Αὑτὸν γὰρ ἔλεγεν θεάσασθαι τὸν διδάσκα-
λον, ἀπείργοντα αὐτὸν μετὰ ἀπειλῆς. Μηχανὴν οὖν
ἐνταῦθα ἄλλην ἐπινοῶν, ἠξίωσα γὰρ παραγράφειν αὐτὸν
τὰ ἀρέσκοντα τοῖς τοῦ διδασκάλου βιβλίοις. Πεισθέν-
τος δὲ τοῦ ἀγαθοειδεστάτου, καὶ παραγράψαντος τοῖς
μετώποις τῶν ὑπομνημάτων, ἔσχομεν συναγωγὴν εἰς ταὐ-
τὸν ἁπάντων, καὶ ἐγένετο εἰς Ὀρφέα αὐτῷ σχόλια καὶ
ὑπομνήματα στίχων οὐκ ὀλίγων, εἰ καὶ μὴ εἰς πᾶσαν τὴν
θέομυθίαν ἢ πάσας· τοῖς ῥαψῳδίας· ἐξεγένετο αὐτῷ τοῦτο
ποιησαι,
Ἀλλ' ἐπεὶ, ὡς ἔφην, ἐκ τῆς περὶ τὰ τοιαῦτα σχολῆς
ἀρετὴν ἔτι μείζονα καὶ τελεωτέραν ἐπορίσατο τὴν θεουρ-
γικὴν, καὶ οὐκ ἔτι μέχρι τῆς θεωρητικῆς ἔστατο, οὐδὲ
κατὰ θάτερον τῶν ἐν τοῖς θείοις διττῶν ἰδιωμάτων ἔζη,
νοῶν μόνον καὶ ἀνατεινόμενος εἰς τὰ κρείττονα, πρό-
νοιαν ἤδη καὶ τῶν δευτέρων ἐτίθετο θειότερόν τινα καὶ
οὐ κατὰ τὸν ἔμπροσθεν εἰρημένον πολιτικὸν τρόπον.
Ταῖς γὰρ τῶν Χαλδαίων συστάσεσι καὶ ἐντυχίαις καὶ τοῖς
θείοις καὶ ἀφθέγκτοις στροφάλοις ἐκέχρητο. Καὶ γὰρ
ταῦτα παρειλήφει, καὶ τὰς ἐκφωνήσεις καὶ τὴν ἄλλην χρῆ-
σιν αὐτῶν μεμαθήκει παρὰ Ἀσκληπιγενείας τῆς Πλουτάρ-
χου θυγατρός. Παρ' αὐτῇ γὰρ καὶ μόνῃ ἐσώζετο ἀπὸ
Νεστορίου τοῦ μεγὰλου Ὄργια καὶ ἡ σύμπασα θεουργικὴ
ἀγωγὴ, διὰ τοῦ πατρὸς αὐτῇ παραδοθεῖσα. Πρὸ δὲ
τούτων ἐν τάξει ὁ φιλόσοφος τοῖς Χαλδαϊκοῖς καθαρμοῖς
καθαιρόμενος, φάσμασι μὲν Ὲκατικοῖς φωτοειδέσιν αὐ-
τοπτουμὲνοις ὡμίλησεν, ὡς καὶ αὐτός που μέμνηται ἐν
ἰδίῳ συγγράμματι. Ὄμβρους τε ἐκίνησεν, ἴυγγά τινα
προσφόρως κινήσας, καὶ αὐχμῶν ἐξαισίων τὴν Ἀττικὴν
ἠλευθέρωσεν. Φυλακτήριά τε σεισμῶν κατετίθετο, καὶ
τῆς τοῦ τρίποδος μαντικῆς ἐνεργείας ἐπειράθη, περί τε
τῆς αὑτοῦ λήξεως στίχους ἐξέβαλεν. Ἔδοξε γὰρ ἔτος
ἄγων τετταρακοστὸν ὄναρ λέγειν αὐτός ἔπη τοιαῦτα·
Ἔνθ’ ὑπερουρανίη πωτάσκεται ἄμβροτος αἴγλη
Πηγαίης προθοροῦσα πυρισμαράγου θιασείης,
καὶ δευτέρου δὲ ἔτους ἀρξάμενος ἐπὶ τοῖς τεττάρακοντα,
κεκραγὼς ἐδόκει λέγειν ταῦτα·
Ψυχή μοι πνείουσα πυρὸς μένος εἰλήλουθεν,
Καὶ νόον ἀμπετάσασα πρὸς αἰθέρα πυρσοέλικτος
Ὄρνυται, ἀθανάτης τε βρέμει πολυτειρέα κύκλα.
Καὶ πρὸς τοῖς εἰρημένοις, ὅτι τῆς Ἑρμαϊκῆς εἴη σειρᾶς
σαφῶς ἐθεάσατο, καὶ ὅτι τὴν Νικομάχου τοῦ Πυθαγο-
ρείου ψυχὴν ἔχοι, ὄναρ ποτὲ ἐπίστευσεν.
Καὶ πολλά ἄν τις ἔχοι λέγειν μηκύνειν ἐθέλων, καὶ
τὰ τοῦ εὐδαίμονος ἐκείνου θεουργικὰ ἐνεργήματα ἀφη-
γούμενος. Ἑνὸς δὲ ἄλλου ἐκ τῶν μυρίων ἐπιμνησθήσο-
μαι· θαῦμα γὰρ ὄντως καὶ ἀκοῦσαι. Καὶ Ἀσκληπιγέ-
νειά ποτε ἡ Ἀρχιάδου μὲν καὶ Πλουτάρχης θυγάτηρ,
Θεαγένους δὲ τοῦ καθ' ἡμᾶς εὐεργέτου γαμετὴ, ἔτι κόρη
οὖσα καὶ ὑπὸ τοῖς πατράσι τρεφομὲνη, νὸσῳ χαλεπῇ κα-
τείχετο καὶ τοῖς ἰατροῖς ἰάσασθαι ἀδυνάτῳ. Ὁ δὲ Ἀρ-
χιάδας ἐπ' αὐτῇ μόνῃ τὰς ἐλπίδας ἔχων τοῦ γένους,
ἤσχαλλε καὶ ὀδυνηρῶς διέκειτο, ὥσπερ ἦν εικός. Ἀπογι-
γνωσκόντων δέ τῶν ἰατρῶν ἦλθεν, ὥσπερ εἰώθει ἐν τοῖς
μεγίστοις, ἐπὶ τὴν ἐσχάτην ἄγκυραν, μᾶλλον δὲ ὡς ἐπὶ
σωτῆρα ἀγαθόν τὸν φιλόσοφον, καὶ λιπαρήσας αὐτὸν
ἠξίου σπεύδοντα καὶ αὐτὸν εὔχεσθαι ὑπὲρ τῆς θυγατρός.
Ὁ δὲ παραλαβὼν τὸν μέγαν Περικλέα τὸν ἐκ τῆς Λυδίας,
ἄνδρα μάλα καὶ αὐτὸν φιλόσοφον, ἀνῄει εἰς τὸ Ἀσκλη-
πιεῖον προσευξόμενος τῷ θεῷ ὑπὲρ τῆς καμνούσης. Καὶ
γάρ ηὐτύχει τούτου ἡ πόλις τότε, καὶ εἶχεν ἔτι ἀπόρθη-
τον τό τοῦ σωτῆρος ἱερόν. Εὐχομὲνου δὲ αὐτοῦ τὸν ἀρ-
χαιότερον τρόπον, ἀθρόα μεταβολὴ περὶ τὴν κόρην ἐφαί-
νετο καὶ ῥαστώνη ἐξαὶφνης ἐγίγνετο· ῥεῖα γὰρ ὁ σωτὴρ,
ὥστε θεὸς, ἰᾶτο. Συμπληρωθέντων δὲ τῶν ἱερῶν, πρὸς
τὴν Ἀσκληπιγένειαν ἐβάδιζε καὶ κατελάμβανεν αὐτὴν ἄρ-
τι μὲν τῶν περιεστώτων τό σῶμα λελυμένην παθῶν, ἐν
ὑγιεινῇ δὲ καταστάσει διάγουσαν. Καὶ τοιοῦτον ἔργον
διεπράξατο οὐκ ἄλλως ἢ κἀνταῦθα τοὺς πολλοὺς λανθά-
νων, καὶ οὐδεμίαν πρόφασιν τοῖς ἐπιβουλεύειν ἐθέλουσι
παρασχών, συνεργησασης αὐτῷ πρὸς τοῦτο καὶ τῆς οἰκίας
ἐν ᾗ αὐτός ᾤκει· καὶ γὰρ πρὸς τοῖς ἄλλοις εὐτυχήμασιν,
ἁρμοδιωτὰτη αὐτῷ καὶ ἡ οἴκησις ὑπῆρξεν, ἣν καὶ ὁ πα-
τήρ αὐτοῦ Συριανός καὶ ὁ προπάτωρ, ὡς αὐτὸς ἐκάλει,
Πλούταρχος ᾤκησαν, γείτονα μὲν οὖσαν τοῦ ἀπὸ Σοφο-
κλέους ἐπιφανοῦς Ἀσκληπιείου, καὶ τοῦ πρὸς τῷ θεάτρῳ
Διονυσίου, ὁρωμὲνην δὲ ἢ καὶ ἄλλως αἰσθητὴν γιγνομὲνην
τῇ ἀκροπόλει τῆς Ἀθηνᾶς.
Ὅπως δὲ αὐτὸς καὶ αὐτῇ τῇ φιλοσόφῳ θεῷ προσφι-
λὴς ἐγένετο, παρέστησε μὲν ἱκανῶς καὶ ἡ αἵρεσις τοῦ ἐν
φιλοσοφίᾳ βίου,τοιαύτη γενομένη οἳαν ὁ λόγος ὑπέδειξε·
σαφῶς δὲ καὶ αὐτὴ ἡ θεός ἐδήλωσεν, ἡνίκα τό ἄγαλμα
αὐτῆς τό ἐν Παρθενῶνι τὲως ἱδρυμὲνον ὑπὸ τῶν καὶ τὰ
ἀκίνητα κινούντων μετεφέρετο. Ἐδόκει γὰρ τῷ φιλοσό-
φῳ ὄναρ φοιτᾷν παρ' αὐτὸν εὐσχήμων τις γυνὴ καὶ ἀπαγ-
γέλλειν, ὡς χρὴ τάχιστα τὴν οἰκίαν προπαρασκευάζειν·
Ἡ γὰρ κυρία Ἀθηναΐς ἔφη παρὰ σοὶ μένειν ἐθέλει.
Τήν γε μὴν περὶ τὸν Ἀσκληπιόν αὐτοῦ οἰκειότητα ἔδειξε
μὲν καὶ τὸ πρώην ἔργον, ἔτεισε δὲ ἡμᾶς καὶ ἐν τῇ τελευ-
ταίᾳ νόσῳ ἐπιφάνεια τοῦ θεοῦ. Μεταξὺ γὰρ ὢν ὕπνου
καὶ ἐγρηγόρσεως, εἶδε δράκοντα περὶ τὴν κεφαλὴν αὐτοῦ
ἕρποντα, ἀφ' ἧς αὐτῷ τὴν ἀρχὴν ἐπέθετο τὸ τῆς παρέ-
σεως νόσημα, καὶ οὕτω ἐκ τῆς ἐπιφανείας ἀνακωχῆς τινὸς
τοῦ νοσήματος ᾔσθετο, καὶ εἰ μὴ προθυμία καὶ πολλὴ
ἔφεσις τοῦ θανάτου ἐκώλυσεν, ἐπιμελείας δὲ τῆς προσηκού-
σης· ἠξίωσε τὸ σῶμα, ὑγιὲς, οἶμαι, τέλεον αὖθις ἐγεγόνει.
Κἀκεῖνα δὲ μνήμης ἄξια διηγεῖτό ὑπὸ συμπαθεὶας
οὐκ ἄνευ δακρύων. Ἐδεδίει γὰρ ἀκμαζούσης αὐτῷ τῆς
ἡλικίας, μήποτε ἡ τοῦ πατρός ἀρθρῖτις νόσος, ἅτε φιλοῦ-
σα καὶ εἰωθυῖα δὲ τὰ πολλὰ εἰς παῖδας ἐκ πατέρων χω-
ρεῖν, οὕτω καὶ ἐπ’ αὐτὸν ἔλθοι· καὶ οὐκ ἀδεὲς, οἶμαι,
ἐδεδίει. Ἤδη γὰρ ἦν πρὸ τοῦ, ὅπερ καὶ ἔδει πρότερον
ἱστορῆσαι, ἀλγηδόνος· τοιαύτης αἰσθόμενος, ἡνίκα δὴ καὶ
ἄλλο παράδοξον ἐγεγόνει περὶ αὐτόν. Συμβουλευθεὶς
γὰρ παρὰ τινῶν ἐπέθηκε τὸ λεγόμενον πτυγμάτιον τῷ
ἀλγοῦντι ποδὶ, καὶ κειμένου αὐτοῦ ἐπὶ τῆς κλίνης, στρου-
θὸς ἐξαίφνης κατοεπτὰς ὑφήρπασε τό πτυγμάτιον. Ἦν
μὲν οὖν καὶ ὁ σύμβολος· θεῖος καὶ ὄντως παιώνειος ἱκανός
τε θάῤῥος ἐμποιῆσαι περὶ τοῦ μέλλοντος· ὁ δὲ ὥσπερ
ἔφην, καὶ ἐς ὕστερον οὐδὲν ἧττον φόβῳ τῆς νόσου κατεί-
χετο. Ἱκετεύσας δὴ τὸν θεὸν περὶ τούτου καὶ δεηθεὶς
φῆναί τι αὐτῷ σαφὲς, καθευδήσας εἶδε (τολμηρὸν μὲν καὶ
ἐνθυμηθῆναι, τολμητέον δ' οὖν ὅμως καὶ οὐκ ἀποδειλια-
τέον τὸ ἀληθὲς εἰς φῶς ἀγαγεῖν) εἶδε δὲ, ὡς ἐδόκει,
ἥκοντά, τινα ἐξ Ἐπιδαύρου καὶ ἐπικύψαντα εἰς τὰ σκέλη,
καὶ οὐδὲ τὰ γόνατα διὰ φιλανθρωπίαν ἀπαρνησάμενον
φιλεῖν. Διετέλεσεν οὖν τὸ ἐντεῦθεν πάντα τὸν βίον περὶ
τούτου θαῤῥῶν, καὶ εἰς γῆρας ἀφίκετο βαθὺ μηδενὸς ἔτι
πάθους τοιούτου ἐπαισθανόμενος.
Καὶ μὴν ὁ ἐν Ἀδρόττοις θεὸς ἐναργῶς ἔδειξεν τοῦ
θεοφιλοῦς ἀνδρὸς τὴν πρὸς αὐτὸν οἰκειότητα. Εὐμενῶς
γὰρ αὐτὸν ἐδεξιοῦτο ταῖς ἐπιφανείαις φοιτῶντα πρὸς τὸν
νεών. Καὶ ἀποροῦντι καὶ εὐχομένῳ μαθεῖν, τίς ἢ τίνες
οἱ ἐπιφοιτῶντες καὶ τιμηθέντες ἐν τῷ τόπῳ θεοὶ, διὰ
τὸ μηδε τοὺς αὐτοὺς κρατεῖν παρὰ τοῖς ἐπιχωρίοις λόγους
(ἐνίων μὲν δοξαζόντων Ἀσκληπιοῦ εἶναι τὸ ἱερον καὶ τοῦ-
το ἔκ πολλῶν τεκμηρίων πιστουμένων· καὶ γὰρ ὄντως
ἀκοαὶ λέγονταί που εἶναι τῷ τόπῳ, καὶ τράπεζά τις τῷ
θεῷ ἀνειμένη, καὶ χρησμοὶ δίδονται ἑκάστοτε ὑγιαστικοὶ,
καὶ ἐκ τῶν μεγίστων κινδύνων σώζονται παραδόξως οἱ προς-
ιόντες· ἑτέρων δὲ τινῶν οἰομένων τοὺς Διοσκούρους ἐπι-
φοιτᾷν τῷ τόπῳ· ἤδη γάρ τινες καὶ δύο νεανίσκους, ὡς
ἐδόκουν, ἑθεάσαντο ὕπαρ κατὰ τὴν ἐπὶ τὰ Ἄδροττα ὁδὸν,
μάλα εὐειδεῖς, ἐφ' ἵππων θέοντας καὶ λέγοντας ἐπὶ τὸ
ἱερὸν σπεύδειν, ὡς ὑπολαβεῖν μὲν ἀνθρώπων εἶναι τῆν
ὄψιν, πεισθῆναι δὲ παραυτίκα, ὅτι δαιμονιωτέρα ἦν ἡ
ἐπιφάνεια· ἐπειδὴ γὰρ πρὸς τῷ νεῷ οἱ ἄνθρωποι ἐγέ-
νοντο, οὔτε πυνθανομένοις ἐλέγοντο ὦφθαι τοῖς περὶ
τὸ ἱερὸν ἡσχολημένοις ἀνθρώποις, ἀλλὰ καὶ αὐτοῖς ἐκεί-
νοις ἐξαίφνης εἰς τὸ ἀόρατον μετέβαλλον·), ἐκ τού-
των οὖν, ὡς εἴρηται, ἀποροῦντι τῷ φιλοσόφῳ καὶ οὐκ
ἔχοντι ἀπιστεῖν τοῖς ἱστορημένοις, δεηθέντι τῶν ἐντο-
πίων θεῶν μηνύσαι αὐτῷ τὴν σφῶν αὐτῶν ἰδιότητα,
ἐδόκει οἱ ὁ θεός ὄναρ ἐπιφοιτᾷν καὶ ἐναργῶς ταῦτα
ὑφηγεῖσθαι· Τί δαί; Ἰαμβλίχου οὐκ ἀκήκοας λὲγοντος
τίνες οἱ δύο, καὶ ὑμνοῦντος Μαχὰονά τε καὶ Ποδα-
λείριον; Καὶ πρὸς τούτοις ὁ θεός τοσαύτης τὸν εὐ-
δαίμονα τοῦτον εύμενείοις ἠξίωσεν, ὥστε καθάπερ οἱ ἐν
τοῖς θεάτροις ἐγκώμια τινῶν λέγοντες, οὕτω καὶ αὐτὸν
παρεστάναι καὶ λέγειν μεθ' ὑποκρίσεώς τινος καὶ τοῦ
σχήματος τῆς χειρὸς ἀποτεινόμενον (ἐπ' αὐτῶν δὲ ἐρῶ
τῶν θείων ῥημάτων)· Πρόκλος ὁ κόσμος τῆς πολιτεί-
ας.“ Καὶ τίς ἄν εἴη μαρτυρία ταύτης μείζων περὶ
τῆς θεοφιλείας τοῦ τὰ πάντα εὐδαίμονος; Διά δὲ τὴν
περὶ τὸ θεῖον πολλὴν, συμπάθειαν πάντως εἰς δάκρυα
ὑπήγετο, εἴ ποτε καὶ τούτων ὧν εἶδε πρὸς ἡμᾶς ἐποιεῖ-
τὸ μνήμην, καὶ τοῦ εἰς αὐτὸν ῥηθέντος θείου ἑγκωμίου.
Ἀλλ' εἰ οὕτως ἐθέλοιμι πᾶσιν ἐπεξιέναι καὶ τὴν
φιλίαν αὐτοῦ φράζειν τὴν πρὸς τὸν Πᾶνα τὸν Ἑρμοῦ,
καὶ τὴν πολλὴν εὐμένειαν καὶ σωτηρίαν, ἧς ἕτυχὲν Ἀθή-
νῃσι παρὰ τοῦ θεοῦ, ἔτι γε μὴν τὴν εὐμοιρίαν ὅσην
ἔλαχε παρὰ τῆς μητρός τῶν θεῶν ἐπεκδιηγεῖσθαι, ἐφ'
ᾗ δὴ μάλιστα ηὔχει, καὶ σφόδρα εὐφραίνετο, ἀδολεσχεῖν
ἴσως ἂν δόξαιμι τοῖς ἐντυγχάνουσιν, ἐνίοις δὲ καὶ ἄπι-
στα λέγειν. Πολλὰ γὰρ ἦν καὶ μεγάλα καὶ τὰ παρά
τῆς θεοῦ εἰς αὐτὸν ὁσημέραι πραττόμενά τε καὶ λεγό-
μενα ὧν διὰ τὸ πλῆθος καὶ τὸ ἀπροσδόκητον συγγρα-
φῆς οὐδὲ τὴν μνήμην ἔχω γε νῦν πάνυ διηρθρωμὲνην.
Εἰ δὲ τις ἐπιποθεῖ κατιδεῖν αὐτοῦ καὶ ταύτην τὴν ἐπι-
τηδειότητα, λαβέτω εἰς χεῖρας τὴν μητρῳακὴν αὐτοῦ βί-
βλον. Ὄψεται γὰρ, ὡς οὐκ ἅνευ θείας κατακωχῆς τὴν
θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφῃνεν ἅπασαν, καὶ τὰ
ἄλλα τὰ μυθικῶς περὶ αὐτὴν καὶ τὸν Ἄττιν δρώμενά τε
καὶ λεγόμενα φιλοσόφως ἀνέπτυξεν, ὡς μηκέτι θράττε-
σθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων καὶ τῶν
ἄλλων τῶν ἐκεί κρυφίως λεγομένων.
Ἐπιδραμόντες τοίνυν καὶ τοῖς ἀπὸ τῆς θεουργικῆς
αὐτοῦ ἀρετῆς ἐνεργήμασι καὶ εὐτυχήμασι, καὶ διὰ πάντα
ἄνδρα παρισωμένον ταῖς ἀρεταῖς ἱστορήσαντες, οἷον οὐ-
δεπώποτε ἐν τῷ μακρῷ χρόνῳ ἑωράκασιν ἄνθρωποι, πέ-
ρας ἤδη ἐπιθῶμεν τοῖς περὶ αὐτοῦ λόγοις. Γέγονε δὲ
ἡμῖν ἡ ἀρχὴ οὐκ ἀρχὴ μόνον, οὐδὲ μὴν, κατὰ τὴν παροι-
μίαν, ἥμισυ τοῦ παντὸς, αὐτὸ δὲ ὅλον τὸ πᾶν. Ἀπὸ
γὰρ τῆς ἐὐδαιμονίας αὐτοῦ ἀρξάμενοι καὶ δι' αὐτῆς μέσης
προελθόντες, ἐπ' αὐτὴν αὖθις ἐπανήλθομεν, τῷ λόγῳ
τὰ παρὰ τῶν θεῶν καὶ ὅλως τῆς προνοίας δωρηθέντα τῷ
σπουδαἰῳ ἀγαθὰ παραστήσαντες, εὐηκοΐας καὶ ἐπιφα-
νείας καὶ θεραπείας καὶ τὴν ἄλλὴν αὐτῶν ἐπικουρίαν
μηνύσαντες, τά τε ἀπό τῆς εἱμαρμένης καὶ τῆς ἀγαθῆς
τύχης αὐτῷ κληρωθέντα, πατρίδα τε καὶ γονεῖς καὶ σώ-
ματος εὐφυΐαν, διδασκάλους τε καὶ φίλους, καὶ τὴν ἄλ-
λην περιουσίαν, μεγέθει τε καὶ λαμπρότητι τῶν παρὰ
τοῖς ἄλλοις ἅπαντα διαφέροντα τῷ λόγῳ παραστήσαντες,
ἔτι γε μὴν τὰ ἐκ τῆς οἰκείας αὐτοῦ προαιρέσεως καὶ οὐκ
ἔξωθέν ποθεν ἐπιγενόμενα πλεονεκτήματα ἀπαριθμησά-
μενοι (τοιαῦτα γὰρ ἦν τὰ κατὰ τὴν σύμπασαν αὐτοῦ
ἀρετὴν τῆς ψυχῆς κατορθώματα), συλλήβδην δὲ τὴν ἐνέρ-
γειαν αὐτοῦ τῆς ψυχῆς ἐπιδείξαντες κατ' ἀρετὴν τελείαν
προϊοῦσαν, καὶ τοῖς ἄλλοις ἀγαθοῖς ἱκανῶς κεχορηγημέ-
νην θείοις τε καὶ ἀνθρωπίνοις καὶ ἐν βίῳ τελείῳ.
Ἵνα δὲ καὶ οἱ φιλοκαλώτεροι ἀπὸ τῆς τῶν ἄστρων
διαθέσεως, ὑφ' ᾗ ἐτέχθη, συμβάλλειν ἔχοιεν, ὅπως ὁ
κλῆρος αὐτῷ τῆς αἱρέσεως οὐκ ἐν τελευταίοις ἔπιπτεν
οὐδὲ ἐν μέσοις τισὶν, ἀλλ' ἐν τοῖς πρωτίστοις, ἐξεθέμην
αὐτῶν τὰ σχήματα, ὡς εἶχεν ἐν τῇ γενέσει.
+ Κριῷ,μορίῳ ις΄ - κς΄
Κ Διδύμοις ιζ΄ - κθ΄
Β Ταύρῳ κδ΄ - κγ΄
Ταύρῳ κδ΄ -μα΄
ὃ Τοξότῃ κθ΄ - ν΄
ῼ Ἰχθύσι κγ΄
ἕ Ὑδροχόῳ δ΄ - μβ΄
Ὡρῦσκοπος Κριῷ ή - ιθ’
Μεσουράνημα Αἰγοκέρωτι δ΄ - μβ΄
Ἀναβιβάζων Σκορπίῳ κδ΄ - λγ΄
Προγενομένη σύνοδος Ὑδροχόῳ ή - νά
Ἐτελεύτησε δὲ τῷ δ΄ καὶ κ΄ καὶ ρ΄ ἔτει ἀπὸ τῆς
Ἰουλιανοῦ βασιλείας, ἄρχοντος Ἀθήνῃσι Νικαγόρου τοῦ
νεωτέρου, μηνὸς κατᾶ μὲν Ἀθηναίους Μουνυχιῶνος
ιζ΄, κατὰ δὲ Ῥωμαίους Ἀπριλίου ιζ΄. Καὶ θεραπείας
τὸ σῶμα ἠξιώθη κατὰ τὰ πάτρια τὰ Ἀθηναίων, καὶ
ὡς αὐτός ἔτι περιὼν διετάξατο. Καὶ γὰρ αὖ καὶ τοῦ-
το ὑπῆρξεν τῷ μακαρίῳ ἀνδρὶ, εἴπερ τινὶ καὶ ἄλλῳ,
γνῶσις καὶ ἐπιμέλεια τῶν δρωμένων περὶ τοὺς ἀποιχο-
μένους. Οὐδένα γὰρ καιρὸν τῆς εἰωθυίας αὐτῶν θερα-
πείας παραλέλοιπεν, ἑκάστου δὲ ἔτους κατά τινας ὡρι-
σμένας ἡμέρας, καὶ τὰ τῶν ἀττικῶν Ἡρώων περινοστῶν,
τά τε τῶν φιλοσοφησάντων μνήματα, καὶ τῶν ἄλλων
τῶν φίλων καὶ γνωρίμων αὐτῷ γεγονότων, ἔδρα τὰ νενο-
μισμὲνα, οὐ δι' ἑτέρου, ἀλλ' αὐτὸς ἐνεργῶν. Μετὰ δὲ
τὴν περὶ ἕκαστον θεραπείαν, ἀπιὼν εἰς τὴν Ἀκαδημίαν,
τὰς τῶν προγόνων καὶ ὅλως τὰς ὁμογνίους ψυχὰς ἀφο-
ρισμένως ἐν τόπῳ τινὶ ἐξιλεοῦτο. Κοινῇ δὲ πάλιν ταῖς
τῶν φιλοσοφησάντων ἁπάντων ψυχαῖς ἐν ἑτέρῳ μέρει
ἐχεῖτο. Καὶ ἐπὶ πᾶσι τούτοις ὁ εὐαγέστατος τρίτον
ἄλλον περιγράψας τόπον, πάσαις ἐν αὐτῷ ταῖς τῶν
ἀποιχομένων, ἀνθρώπων ψυχαῖς ἀφωσιοῦτο. Περισταλὲν,
ὡς εἴρηται, καὶ αὐτοῦ τὸ σῶμα κατὰ τὴν παρ' αὐτοῦ
ὑφήγησιν, καὶ ἐκκομισθὲν ὑπὸ τῶν ἑταίρων, ἐτάφη ἐν
τοῖς ἀνατολικωτέροις προαστείοις τῆς πόλεως πρὸς τῷ
Λυκαβηττῷ, ἔνθα καὶ τὸ τοῦ καθηγεμόνος Συριανοῦ
κεῖται σῶμα. Ἐκεῖνος γὰρ αὐτῷ τοῦτο παρεκελεύσατο
ἔτι περιὼν καὶ τὴν θήκην τοῦ μνήματος διπλῆν διὰ
τοῦτο ἐργασάμενος. Καὶ μετὰ θάνατον δὲ ἐπειδήποτε
ἐβουλεύετο ὁ ὁσιώτατος μὴ παρὰ τὸ καθῆκον εἴη, τὸν
αὐτὸν ὄναρ ἐπαπειλοῦντα αὐτῷ, καὶ διότι μόνον τοῦτο
ἐνεθυμήθη. Ἐπιγέγραπται δὲ τῷ μνήματι καὶ ἐπί-
γραμμα τετράστιχον, ὃ αὐτὸς ἑαυτῷ ἐποίησε, τοιοῦτον·
Πρόκλος ἐγὼ γενόμην Λύκιος γένος, ὃν Συριανὸς
Ἐνθάδ' ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης·
Ξυνὸς δ' ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος·
Αἴθε δὲ καὶ ψυχὰς χῶρος ἑεὶς λελάχοι.
Ἐγένοντο δὲ καὶ διοσημεῖαι πρὸ ἐνιαυτοῦ τῆς τε-
λευτῆς, ὡς ἡ ἔκλειψις ἡ ἡλιακὴ, οὕτως ἐναργὴς, ὥστε καὶ
νύκτα μεθ' ἡμέραν γενέσθαι. Σκότος γὰρ ἐγένετο βαθῦ
καὶ ἀστέρες ὤφθησαν. Αὕτη μὲν οὖν ἐν αἰγοκέρωτι ἐγέ-
νετο κατὰ τὸ ἀνατολικὸν κέντρον. Ἀνεγράψαντο δὲ καὶ
ἑτέραν οἱ ἡμερογράφοι, ὡς ἐσομένην καὶ αὐτὴν πληρου-
μένου τοῦ πρώτου ἐνιαυτοῦ. Τὰ δὲ τοιαῦτα περὶ τὸν
οὐρανὸν δοκοῦντα συμβαίνειν παθήματα, σημαντικά
φησι γίγνεσθαι τῶν περὶ γῆν συμβαινόντων, καὶ ἡμῖν
δὲ σαφῶς ἐδήλωσε τὴν στέρησιν καὶ οἷον ἀπόλειψιν τοῦ
ἐν φιλοσοφίᾳ φωτός
Ἐμοὶ μὲν οὖν καὶ ταῦτα ἀποχρῶντως περὶ τοῦ
φιλοσὸφου ἱστορείσθω. Ἑξέστω δὲ τῷ βουλομένῳ καὶ
περὶ τῶν συγγεγονότων αὐτῷ ἑταίρων τὰ ἀληθῆ ἀναγρά-
φειν· πολλοὶ γὰρ αὐτῷ πολλαχόθεν ἐφοίτησαν, οἱ μὲν
ἐπὶ ἀκροάσει μόνον ψιλῇ, οἱ δὲ καὶ ζηλωταὶ καὶ διὰ
φιλοσοφίαν αὐτῷ συσχολάσαντες. Καὶ τὰ συγγράμματα
δὲ αὐτοῦ ὁ φιλοπονώτερος ἐπὶ κεφαλαίων ἀπαριθμεί-
σθω. Ἐγὼ γὰρ διά τε τὸ ἐμαυτοῦ συνειδὸς, καὶ ἵνα
ἀφοσιώσωμαι πρὸς τὴν θείαν αὐτοῦ ψυχὴν καὶ τὸν εἰ-
ληχότα, αὐτὴν ἀγαθὸν δαίμονα, καὶ ταῦτα προήχθην
εἰπεῖν· περὶ δὲ τῶν συγγραμμάτων τοσοῦτον ἐρῶ, ὅτι
ἀεὶ μὲν τῶγ ἄλλων πάντων προετίθει, τὰ εἰς Τίμαιον
ὑπομνήματα. Ἠρέσκετο δὲ πάνυ καὶ τοῖς εἰς Θεαίτη-
τον. Εἰώθει δὲ πολλάκις καὶ τοῦτο λέγειν, ὅτι Κύ-
ριος εἰ ἦν, μόνα ἂν τῶν ἀρχαίων ἁπάντων βιβλίων
ἐποίουν φέρεσθαι τὰ Λόγια καὶ τὸν Τίμαιον, τὰ δὲ
ἄλλα ἠφάνιζον ἐκ τῶν νῦν ἀνθρώπων διὰ τὸ καὶ
βλάπτεσθαι ἐνίους τῶν εἰκῆ καὶ ἀβασανίστως ἐντυγχα-
νόντων αὐτοῖς.
Πρόκλος ἢ περὶ εὐδαιμονίας τετέλεσται
μετὰ τοῦ θεοῦ.