Quellenforschung

Sybilla
Oracula

Diels, H. (1890). Sibyllinische Bltter. Georg Reimer.




Ἐγεννήθη καὶ ἐπὶ Ῥώμης ἀνδρόγυνος ἄρχοντος Ἀθή
νῆσιν Ἰάσονος ὑπατευόντων ἐν ‘ώμῃ Μάρκου Πλαυτίου
[καὶ Σέξτου Καρμινίου] ‘Υψαίου καὶ Μάρκου Φουλβίου
Φλάκκου· δι' ἣν αἰτίαν ἡ σύγκλητος ἐκέλευσεν τοὺς
ἱερομνήμονας ἀναγνῶναι τοὺς Σιβύλλης χρησμούς καὶ ἐξη
γήσαντο τοὺς χρησμούς εἰσὶν δὲ οἱ χρησμοὶ οἵδε

Ὅσσα τέρα καὶ ὅσσα παθήματα δαίμονος Αἴσης
Ἱστὸς ἐμὸς λύσει τάδ' ἐνὶ φρεσὶν αἴ κε νοήσῃς
Ῥώμῇ ἑῇ πίσυνος καί τοί ποτέ φημι γυναῖκα
Ἀνδρόγυνον τέξεσθαι ἔχοντά περ ἄρσενα πάντα
Νηπίαχαί θ' ὅσα θηλύτεραι φαίνουσι γυναῖκες
Οὐκ ἔτι δὴ κρύψω θυσίας δέ τοι ἐξαγορεύσω
Προφρονέως Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ
Ἰστῷ ὅ αὐτὴ ἄνασσα θεά τὰ μὲν αἴ κε πίθηαι
Σεμνοτάτῃ Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ·
Θησαυρὸν μὲν πρῶτα νομίσματος εἰς ἓν ἀθροίσας
Ὅττι θέλεις ἀπὸ παμφύλων πόλεων τε καὶ αὐτῶν
Μητρὶ Κόρης Δήμητρι κέλευ θυσίαν προτίθεσθαι·
Αὐτὰρ δημοσίᾳ κέλομαί σε τρὶς ἐννέα ταύρους
Φανὰς ἠυκέρους θυέμεν λευκότριχας αἵ κεν
Ὑμετέρα γνώμῃ κάλλει προφερέσταται ὦσιν
Παῖδας ὅσας πάρος εἶπα κέλευ’ Ἀχαϊστὶ τάδ' ἔρδειν
Ἀθανάτην βασίλισσαν ἐπευχομένας θυέεσσιν
Σ εμνῶς καὶ καθαρῶς· τότε δὴ μετέπειτα δεχέσθω
Ἔμπεδ’ ἀφ’ ὑμετέρων ἀλόχων ἱέρ' αὐτὰρ ἐπ' αὐτοῖς
Ἱστῶ ἐμῷ πίσυνοι λαμπρὸν φάος αἵδε φερόντων
Σεμνοτάτῃ Δήμητρι τὸ δεύτερον αὖτε λαβοῦσαι
ρὶς τόσα νήφαλα πάντα πυρὸς μαλεροῖο τιθέντων
Ὅσσαι ἐπισταμένως θυσίαν γραῖαι προτίθενται
Προφρονέως δ’ ἄλλαι Πλουτωνίδι τόσσα λαβοῦσαι
Ὅσσαι ἐν ἡλικίῃ νεοθηλέα θυμὸν ἔχουσιν
Νηπίαχοι σεμὴν Πλουτίδα παντοδίδακτον
'ν πάτρᾳ εὐχέσθων μίμνειν πολέμου κρατέοντος
Λήθην δ’ Ἑλλήνεσσι πεσεῖν πόλεώς τε καὶ αὐτῆς·
Θησαυρὸν δὲ κόροι καὶ παρθένοι ἔνθα φερόντων

* * * *
Ἱστῶ θειοπαγεῖ καὶ ὑφάσματα ποικίλα σεμνή
Πλουτωνὶς κοσμείσθω ὅπως σχέσις ᾖσι κακοῖσι
Προφρονέως δ’ ὅτι κάλλιστον καὶ εὐκτὸν ἐπ' αἶαν
Ὡς θνητοῖσιν ἰδέσθαι ἐπέπλετο καὶ τὸ φέρεσθαι
Ἱστῶ σύμμικτον δῶρον βασιληίδι κούρῃ
Αὐτὰρ ὅτ’ ἂν Δήμητρι καὶ ἁγνῇ Περσεφονείῃ
Γαίας ὑμετέρας ἀπερυκέμεναι ζυγὸν αἰεί
Αἰδωνεῖ Πλούτωνι βοὸς κυανότριχος αἷμα
Λαμπροῖς εἵμασι κοσμητοὺς μετὰ ποιμένος ὅστις
Λήματι ᾧ πίσυνος βοὸς ἄρταμος αὐτὸς ὅδ' ἔσται

Ὅσσοι τ’ ἄλλοι ὁμοῦ πίσυνοι κατὰ πατρίδ’ ἔασι·
Μἡ γὰρ ἀπιστόφιλος θυσίαισιν ἀνὴρ παρεπέσθω
Ἔξω δ’ ἔνθα νομιστὸν ἐπέπλετο φωτὶ τάδ’ ἔρδειν
Νἠπίστῳ καὶ ἄδαιτον ἔχειν θυσίαν κατὰ δ’ αὐτήν
Ὅστις ἄν ἡμετέρων χρησμῶν ἴδρις ἐς τόδ’ ἵκηται
Σεμνὸν Φοῖβον ἄνακτα μετελθέτω ἐν θυσίαισι
Προφρονέως βωμοῖς ἔπι πίονα μηρία καύσας
Αἰγῶν παλλεύκων νεάτην· ἀτὰρ οἴδατε πάντες
Λισσέσθω Φοῖβον Παιήονα κρᾶτα πυκάσσας
Ἱκτήρ ἐσπίπτοντος ὅπως λύσις ᾖσι κακοῖο
οστήσας δ’ ἀπὸ τοῦ βασιληίδα πότνιαν Ἥρην
Ἀργὴν βοῦν θύων πατρίοισι νόμοισι κατ’ αἶσαν·
Ὑμνεῖν δ’ αἵ κε γένει προφερέστεραι ὦσ’ ἐνὶ λαοῖς


Καὶ νήσων ναέται τὴν ἀντιπάλων ὁτ’ ἂν αἶαν
Οὐ δόλῳ ἀλλὰ βίᾳ Κυμαΐδα πρόφρονες αὖτε
Νάσσωνται σεμνῆς βασιληίδος οἵδε τιθέντων
Ἐν πατρίοισι νόμοις Ἕρας ξόανόν τε καὶ οἶκον
Ἵξεῖ δ’ ἄν μύθοισιν ἐμοῖς τάδε πάντα πίθηαι
Σεμνοτάτην βασίλισσαν ἐπελθὼν ἐν θυσίαισιν
Νήφαλά τε ῥέξας ὅσαι ἡμέραι εἴσ’ ἐνιαυτοῦ
Ἐν πολλῷ χρόνῳ αὖ τόδ’ ἐφ’ ὕστερον οὐκ ἔτ’ ἐπ’ αὐτοῖς
Ὅς κε τάδε ῥέξῃ κείνου κράτος ἔτι αἰεί·
Νηφαλίμων ἀρνῶν τε ταμὼν χθονίοις τάδε ῥέξον
Ἦμὸς ἄν ἤδη ἔχῃς μεγάλ’ Ἥρης οἰκί’ ἁπάντῃ
Ξεστά θ’ ὅτ’ ἂν ξόαν’ ᾖσι καὶ τἆλλ’ ὅσ’ ἔλεξα σαφ’ ἴσθι
Ἐν πετάλοισιν ἐμοῖς ὑπὸ κερκίδος ἀμφὶ καλύπτραν
Ἱμέρτ’ ὄσσ’ ἔβαλον γλαυκῆς ἐλάας πολυκάρπου
Ἀγλαὰ φύλλα λαβοῦσα λύσιν κακοῦ· ἦμος ἂν ἔλθῃ
!Ὕμμι χρόνος μάλα κεῖνος ἐν ᾧ ποτε τἄλλα νεόγν’ ᾗ
ρὼς δῆτ’ ἐκλύσει σε κακῶν ἅμα δ’ Ἑλλάδος ἐκ γῆς
Αὐτὰρ ποῦ μεταβᾶσαν ἐποτρύνεις ἀγορεῦσαι;